4. Εἰσὶ δὲ οἵ τε κλονώδεις ἔτι καὶ οἱ σπασμώδεις,
5. ἐοικότες μὲν ἀλλήλοις τῷ μὴ φυλάττειν ἕνα τόπον
6. τὴν ἀρτηρίαν, ἀλλ’ ἄνω τε καὶ κάτω φέρεσθαι, τῆς
7. κατὰ φύσιν θέσεως ἐξισταμένης, διαφέροντες δὲ καὶ κατὰ
8. τοῦτο μὲν αὐτὸ, βραχὺ γὰρ τοῦ τοιούτου παθήματος οἱ
9. σπασμώδεις μετέχουσι, μέγα δὲ καὶ σαφὲς ἱκανῶς τοῖς κλονώδεσιν
10. ὑπάρχει, καὶ καθ’ ὅσον δὲ οἱ μὲν σπασμώδεις ἑκατέρωθεν
11. ἐκ τῶν περάτων ἀνθέλκεσθαι καὶ τείνεσθαι καὶ σπᾶσθαι
12. φαίνονται, τοῖς κλονώδεσι δὲ οὐδὲν τοιοῦτον ὑπάρχει.
13. καὶ προσέτι μεγάλη μὲν πολλάκις ἡ διαστολὴ τοῖς κλονώδεσι,
14. μικρὰ δ’ ἀεὶ τοῖς σπασμώδεσι. καὶ τῶν μορίων τῆς ἀρτηρίας
15. τὰ μὲν ἀναφέρεσθαι, τὰ δὲ καταφέρεσθαι καθ’ ἕνα καὶ
16. τὸν αὐτὸν χρόνον ἐν τοῖς κλονώδεσι φαίνεται ἐναργῶς, τῶν
17. σπασμωδῶν παντελῶς ὀλίγοις καὶ ἀμυδρῶς τοῦ τοιούτου
18. συμπίπτοντος. καθ’ ὅλου δὲ φάναι οἷον χορδῆς τινος τεταμένης
19. αἴσθησίς ἐστιν ἐπὶ τοῦ σπασμώδους σφυγμοῦ, καθ’ ὃ
1. καὶ οὐδενὶ τῶν ἄλλων ἔοικεν· ἐπὶ τῶν κλονωδῶν οὐδὲν
2. τοιοῦτον φαίνεται. μάλιστα γὰρ ἄν τις αὐτῶν τὴν κίνησιν
3. εἰκάσειε τοῖς ἀκοντίοις, ὅσα σφοδρῶς ἀφεθέντα ταχέως
4. φέρεται κραδαινόμενα. καλοῦσι γὰρ οὕτως τὸν πυκνὸν
5. αὐτὸν καὶ ἀνώμαλον σεισμὸν, ὅπερ οὐχ ὑπάρχει τοῖς σπασμώδεσι.
6. τούτους δὲ πάντας τοὺς σφυγμοὺς, τοὺς ἔξω τῶν
7. πέντε γενῶν τῶν πρώτων, κατὰ μίαν διαστολὴν ἀνωμάλους
8. γενομένους, δύο ταῦτα προσιόντα συνίστησι, τό τε
9. παρὰ τὴν θέσιν τῆς ἀρτηρίας εἶδος τῆς ἀνωμαλίας καὶ τὸ
10. πρωϊαίτερον ἢ ὀψιαίτερον ἄρχεσθαι τῆς κινήσεως τὰ μόρια,
11. τὸν μὲν πρῶτον ἐν αὐτοῖς ῥηθέντα, τὸν παρὰ τὴν
12. θέσιν τῶν μορίων ἀνώμαλον, αὐτὸ τοῦτο μόνον, τοὺς
13. δὲ ἄλλους καὶ τοῦτο μὲν, καὶ ἄλλαι δέ τινες ἀνωμαλιῶν
14. προσιοῦσαι διαφοραὶ τῶν πρώτων πέντε γενῶν. σύνθετοι
15. γὰρ αἴ τε νοήσεις καὶ αἱ γενέσεις αὐτῶν, τοῦ τε κυματώδους
16. καὶ τοῦ σκωληκίζονος καὶ τοῦ κλονώδους καὶ τοῦ
17. σπασμώδους. ὁ δὲ μυρμηκίζων, ὡς ἔφαμεν, ἀνώμαλος μέν
18. ἐστιν, οὐ μὴν καὶ φαίνεταί γε
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 1.27, ed. Kühn, 1824, vol. 8, p. 554-555. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.27
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩