Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 1.3, ed. Kühn, 1824, vol. 8, p. 500-502. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.3

6. Τῆς ἀρτηρίας σώματος οὔσης κοίλου καὶ
7. μακροῦ καὶ περιφεροῦς, κινουμένης τε διὰ παντὸς διπλῆν
8. κίνησιν ἐξ ἐναντίων σύνθετον μορίων, ἢ γὰρ εἰς ἑαυτὴν συνιζάνει
9. πανταχόθεν, ἢ διαστέλλεται πανταχόσε, καὶ ταύτης
10. τῆς διπλῆς κινήσεως ὀνομαζομένης σφυγμοῦ, διττὰς ἀναγκαῖον
11. αὐτῇ συμπίπτειν ἠρεμίας ἐφ’ ἑκατέρᾳ· ἑτέραν μὲν ἐπὶ τῷ
12. διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι, δευτέραν δὲ ἐπὶ τῷ συσταλῆναι
13. πρὸ τοῦ διαστέλλεσθαι, καὶ ταύτας τὰς δύο ἡσυχίας
14. ἥ τε τῶν γεγυμνασμένων ἁφὴ γνωρίζει καὶ ὁ λόγος
15. οὐδὲν ἧττον ἀποδείκνυσι. πρὶν γὰρ καταπαῦσαι τὴν προτέραν
16. κίνησιν, οὐκ ἂν ὑπάρξαιτο τῆς ἐναντίας ἡ ἀρτηρία.
17. ἀλλὰ μὴν τὸ καταπαῦσαι στῆναί τε καὶ ἡσυχάσαι ἐστίν.
18. ὥστε ἡσυχία μεταξύ ἐστι τῶν κινήσεων. ἀνάγκη οὖν πᾶσα
19. τὸν μέν τινα χρόνον αὐτῶν εἶναι τῶν κινήσεων ἴδιον ἑκατέρας,
1. τὸν δέ τινα τῶν ἡσυχιῶν, καὶ τούτων πάλιν ἑκατέρας ἴδιον.
2. ἐπεὶ δὲ καὶ τρεῖς διαστάσεις ἡ ἀρτηρία κέκτηται, καθάπερ
3. πᾶν ἄλλο τι σῶμα, μῆκος καὶ πλάτος καὶ βάθος, ἀνάγκη
4. πᾶσα καθ’ ἑκάστην τῶν διαστάσεων γίγνεσθαί τινα ποσότητα
5. τῆς διαστολῆς καὶ τῆς συστολῆς. καὶ μὲν δὴ καὶ τόνου πὼς
6. αὐτὴν ἔχειν ἀναγκαῖον, ὥστε ἢ μόγις καὶ ἀῤῥώστως, ἢ ἑτοίμως
7. τε καὶ εὐρώστως ἐνεργεῖν, εἶναι δὲ καὶ αὐτὸν τὸν
8. χιτῶνα τῆς ἀρτηρίας ἢ μαλακὸν, ἢ σκληρὸν, ἀλλὰ καὶ τὴν
9. εὐρύτητα τὴν ἐντὸς ἢ διάκενόν πως, ἢ πλήρη, καὶ κατὰ
10. ταῦτα πάντα ποτὲ μὲν ὁμαλότητα, ποτὲ δὲ ἀνωμαλίαν συνίστασθαι,
11. καί τινα λόγον τοῦ χρόνου τῆς διαστολῆς πρὸς τὸν
12. τῆς συστολῆς, καὶ παρὰ ταύτας μηδεμίαν ἄλλην δύνασθαι
13. συστῆναι καθ’ ἕνα σφυγμὸν διαφοράν. εἴτε γὰρ ἐξετάσαι
14. χρὴ τὸν χρόνον τῶν κινήσεων ἢ τῶν ἡσυχιῶν, εἴτε τῶν διαστάσεων,
15. καθ’ ὧν κινοῦνται, τὸ ποσὸν, εἴτε τῆς ἐνεργείας
16. τὸ ποιὸν, ἢ τοῦ χιτῶνος τῶν ἀρτηριῶν, ἢ τῆς κοιλότητος,
17. ἢ τοῦ πὼς ἔχειν πρὸς ἄλληλα τὰ δυνάμενα παραβάλλεσθαι,
18. δύναται δὲ δηλονότι τὰ ὁμογενῆ, πάντ’ εἴρηται ταῦτα, καὶ
1. οὐδὲν ἔτι λείπει τῷ λόγῳ κατ’ οὐδένα τρόπον, ἀλλ’ εἰσὶν αἱ
2. πᾶσαι καθ’ ἕνα σφυγμὸν συνιστάμεναι διαφοραὶ γενῶν αἱ
3. νῦν εἰρημέναι. δύο δὲ ἄλλαι προσέρχονται συστηματικαὶ καλούμεναι,
4. καθ’ ἃς ἐπὶ πλειόνων σφυγμῶν ἀλλήλοις παραβαλλομένων,
5. ὁμαλότητά τε καὶ ἀνωμαλίαν, καὶ τάξιν, ἢ ἀταξίαν
6. σκοποῦμεν.

Cliquer un n° de page pour en afficher l’image