3. Περὶ δὲ τῆς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας
4. αὐτῶν, ἣν ἅπαντες παραλελοίπασιν, οὐκ ἔθ’ ὁμοίως σαφὲς,
5. ἀλλ’ ὑπὲρ τοῦ μηδὲν λείπειν τῇ προκειμένῃ πραγματείᾳ καὶ
6. περὶ τούτων πειράσομαι καθ’ ὅσον οἷόν τε σαφῶς εἰπεῖν
7. ἀρχὴν τοῦ λόγου τήνδε ποιησάμενος. τὰ μόρια τῆς ἀρτηρίας
8. ἤτοι πάνθ’ ἅμα τῆς κινήσεως ἄρχεται, ἢ τὰ μὲν αὐτῶν πρωϊαίτερον,
9. τὰ δὲ ὀψιαίτερον. εἰ μὲν οὖν πάνθ’ ἅμα κινεῖσθαι
10. ὑπάρξαιτο, εἶτα καὶ κινηθέντα μὴ ἐν ἴσοις χρόνοις αὖθις τῆς
11. δευτέρας διαστολῆς ἅμα πάλιν ἄρξαιτο, τῶν δύο γενῶν ἀνωμαλία
12. καθ’ ἕνα σφυγμὸν συστήσεται, ὅτι μὲν ἐγένετο, γνωρισθεῖσα,
13. τῆς δευτέρας διαστολῆς ἀρξαμένης, οὐ μὴν ἐν τῇ
14. γε δευτέρᾳ τὴν ὕπαρξιν ἔχουσα, ὥσπερ οὐδὲ ὁ ῥυθμὸς αὐτὸς,
15. οὐδὲ τὸ κατὰ πυκνότητα καὶ ἀραιότητα γένος. καὶ γὰρ καὶ
16. ταῦτα καθ’ ἕνα μὲν σφυγμὸν γίγνεται, δεῖται δὲ πάντως εἰς
17. τὸ γνωσθῆναι τοῦ δευτέρου. πρὶν γὰρ ἄρξασθαι τοῦτον,
18. οὐχ οἷόν τε τοῦ προτέρου τὸ πέρας γνωρίσαι. ἔτι δ’ ἀγνώστου
19. μένοντος τοῦ πέρατος, οὔτε τὴν πυκνότητα δυνατὸν,
1. ἢ τὴν ἀραιότητα, οὔτε τὸν ῥυθμὸν ἐπιγνῶναι. ὥστε καὶ
2. περὶ τὴν τῆς ἀνωμαλίας γένεσιν, ἣν εἰρήκαμεν, οὐδὲν θαυμαστὸν
3. ἀναμένειν τῆς δευτέρας διαστολῆς τὴν ἀρχήν. οὐ μὴν
4. τούτου γε ἕνεκα συστηματικὴν αὐτὴν χρὴ νομίζειν. ἀμέλει
5. πρὶν συμπεραθῆναι τὴν δευτέραν διαστολὴν, εὐθὺς ἀρχομένης
6. αὐτῆς γνωρίζεται, μηδὲν μήτε τοῦ δευτέρου σφυγμοῦ δεηθέντων
7. ἡμῶν μήτε τοῦ τρίτου μήτε τῶν ἑξῆς. οὕτως ἐν τῷ
8. πρώτῳ μόνῳ γίγνεται. διὰ τοῦτ’ οὖν ἔφαμεν, ὅταν ἅμα
9. πάντων τῶν μορίων ἀρξαμένων κινεῖσθαι κατά τε τὴν προτέραν
10. καὶ τὴν δευτέραν διαστολὴν, μὴ ἴσος αὐτοῖς ὁ τῆς κινήσεως
11. γένηται χρόνος, τῶν δύο γενῶν ἀνωμαλίαν συνίστασθαι,
12. τὴν μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα τῷ τῶν διαλειμμάτων
13. ἀνίσῳ, τὴν δὲ κατὰ ῥυθμὸν τῷ λόγῳ τοῦ χρόνου
14. τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος. ὁ μὲν γὰρ τοῦ πρώτου
15. πάντων παυσαμένου τῆς κινήσεως μορίου χρόνος ἐλάχιστος
16. ἔσται, μέγιστος δὲ ὁ τοῦ ὑστάτου. οἱ δ’ ἐν τῷ μέσῳ
17. ἀνάλογον, ἐφ’ ὅσον ἂν ἢ τοῦ πρώτου ἢ τοῦ ἐσχάτου ἀφεστηκότες
18. ὦσιν. ἔμπαλιν δὲ τοῖς τῶν κινήσεων χρόνοις οἱ
19. τῶν ἡσυχιῶν μείζους μὲν ἔσονται περὶ τὰ πρῶτα παυσάμενοι,
1. ἐλάττους δὲ περὶ τὰ ὕστατα. ὥστε ὁ μὲν κατὰ τὸ πρῶτον
2. παυσάμενον μόριον χρόνος τῆς κινήσεως ἐλάχιστος ὢν μεγίστῳ
3. παραβάλλεται χρόνῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον ἡσυχίας,
4. ὁ δὲ κατὰ τὸ ὕστατον μέγιστος ὢν ἁπάντων τῶν τῆς
5. κινήσεως χρόνων ἐλαχίστῳ τῷ τῆς κατὰ τὸ αὐτὸ μόριον
6. ἡσυχίας παραβάλλεται, καὶ οὕτως ὁ ῥυθμὸς ὑπαλλάττεται
7. καθ’ ἑκάστην, εἰς ὅσον ὁ λόγος τοῦ τῆς κινήσεως χρόνου
8. πρὸς τὸν τῆς ἡσυχίας οὐχ ὁ αὐτὸς ἐν ἅπασι μένει. ἂν μέντοι
9. τῆς προτέρας διαστολῆς, ἅμα μὲν ἁπάντων τῶν μορίων
10. τὴν ἀρχὴν τῆς κινήσεως ποιησαμένης, οὐκ ἰσόχρονον δὲ πᾶσιν
11. ἡ δευτέρα διαστολὴ μὴ ἅμα πάντων ποιήσηται τὴν ἀρχὴν τῆς
12. κινήσεως, ἀλλὰ προτέρου μὲν τοῦ προτέρου παυσαμένου, καὶ
13. τοσούτῳ γε προτέρου, ὅσῳ πρότερον ἐπαύσατο, δευτέρου δὲ
14. τοῦ δευτέρου, καὶ οὕτως ἑξῆς ἡ μὲν κατὰ τὸν ῥυθμὸν ἀνωμαλία
15. γένοιτ’ ἂν οὕτως, ἡ δὲ κατὰ πυκνότητα καὶ ἀραιότητα οὐκ ἔτι.
16. τὸ μὲν γὰρ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι γενόμενον οὐδεμίαν ἐργάσεται
17. κατὰ πυκνότητα καὶ ἀραιότητα διαφοράν· οὐ μὴν ὅ
18. γε λόγος ὁ αὐτὸς ἔσται τοῦ τῆς κινήσεως χρόνου πρὸς τὸν τῆς
19. ἡσυχίας, εἴ γε ὁ μὲν τῆς κινήσεως οὐκ ἴσος ἦν ἅπασιν, ὁ δὲ τῆς
1. ἡσυχίας ἴσος, ὥστ’ οὐδὲ ὁ ῥυθμὸς ἅπασιν ὁ αὐτός. εἰ δ’
2. ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας ἀρξάμενα κινεῖσθαι, μήθ’
3. ἅμα πάλιν ἄρξαιτο τῆς δευτέρας διαστολῆς μήθ’ ἅμα παύσαιτο
4. τῆς προτέρας, ἀλλὰ μηδὲ τὸ τῆς ἡσυχίας ἴσον ἐν ἅπασι
5. γένοιτο, διττὴν ἐν τῷ τοιούτῳ διαφορὰν ἀνάγκη συστῆναι,
6. τῆς μὲν κατὰ πυκνότητα καὶ ἀραιότητα καθ’ ἑτέραν τῶν
7. διαφορῶν ἀνωμαλίας συνισταμένης, οὐ μὴν τῆς γε κατὰ τὸν
8. ῥυθμὸν ἐξ ἀνάγκης. ἐνδέχεται γὰρ ἐν τῷ αὐτῷ λόγῳ πάντων
9. τῶν μορίων τοὺς τῆς κινήσεως χρόνους πρὸς τοὺς τῶν
10. ἡσυχιῶν γενέσθαι. καὶ εἰ τοῦτο συμβαίνει, καὶ ὁ ῥυθμὸς
11. ὁμαλὸς ἂν εἴη, μὴ σωζομένου δὲ τοῦ αὐτοῦ κατὰ πάντα τὰ
12. μόρια λόγου, καὶ γὰρ καὶ τοῦτο ἐνδέχεται γενέσθαι, διαφθαρείη
13. ἂν οὕτω καὶ ὁ ῥυθμός. εἰ δ’ αὖ πάλιν ἅμα πάντων
14. ἀρξαμένων τῶν μορίων κινεῖσθαι, καὶ κινηθέντων ἐν ἴσῳ
15. χρόνῳ τῆς δευτέρας διαστολῆς, μὴ ἅμα πάντα τὰ μόρια τὴν
16. αὐτὴν ἀρχὴν ποιήσαιτο, ἀλλὰ τὰ μὲν πρωϊαίτερον αὐτῶν
17. ἄρξαιτο, τὰ δὲ ὀψιαίτερον, οὔτε ὁ ῥυθμὸς ἔτι ὁμαλὸς οὔτε
18. ἡ κατὰ πυκνότητα καὶ ἀραιότητα διαφορά. ταύτην μὲν γὰρ
19. ἀνώμαλον ποιεῖ τῶν ἡσυχιῶν τὸ ἄνισον, τὸν δὲ ῥυθμὸν
1. ἡ τῶν λόγων ἑτερότης, ἁπάντων μὲν τῶν μορίων ἐν ἴσῳ
2. χρόνῳ κινηθέντων, οὐ μὴν καὶ ἡσυχασάντων ἐν ἴσῳ χρόνῳ.
3. τοσαῦται μὲν ἀνωμαλίας αἱ διαφοραὶ, τῆς καθ’ ἕνα σφυγμὸν
4. ἀμφοῖν τοῖν γενοῖν, ὅταν ἅμα πάντα τὰ μόρια τῆς ἀρτηρίας
5. ἄρξηται διαστέλλεσθαι· ὅταν δὲ τὸ μὲν πρότερον αὐτῶν,
6. τὸ δὲ δεύτερον ἄρξηται τοῦ διαστέλλεσθαι, παυσαμένων μὲν
7. ἁπάντων ἅμα, καὶ αὖθις τῆς δευτέρας διαστολῆς ἀρξαμένων
8. ἅμα, κατὰ θάτερον γένος τὸ τοῦ ῥυθμοῦ μόνον, τὴν ἀνωμαλίαν
9. ἀνάγκη γίνεσθαι. τὰ μὲν γὰρ διαλείμματα τῶν κινήσεων
10. ἴσα πᾶσιν ἔσται τοῖς μορίοις, ὥστε οὐδεμία κατά γε
11. τοῦτο τὸ γένος ἀνωμαλία συστήσεται. ἴσῳ δὲ ὄντι τῷ
12. χρόνῳ τῷ τῆς ἡσυχίας ἐν ἅπασι τοῖς μορίοις ἄνισος παραβαλλόμενος,
13. ὁ τῆς καθ’ ἕκαστον αὐτῶν κινήσεως ἐν διαφέρουσι
14. λόγοις τὸν ἑκάστου μορίου ῥυθμὸν ἀποτελέσει. εἰ δὲ
15. κατὰ τὸν αὐτὸν τρόπον ἄρξαιτο τῆς δευτέρας διαστολῆς ἡ
16. ἀρτηρία, καθ’ ὃν καὶ τῆς προτέρας, ὥστε καθ’ ἑκατέραν
17. τῶν διαστολῶν ταὐτὸ μόριον ἄρχεσθαι πρωϊαίτερον ἑτέρου
18. τῷ ἴσῳ, καὶ τοῦτ’ ἐν ἅπασι τοῖς μορίοις φυλάττοιτο,
19. παυσαμένων αὐτῶν ἅμα τῆς προτέρας διαστολῆς,
1. ἀνάγκη καθ’ ἑκάτερον τῶν γενῶν γενέσθαι τὴν ἀνωμαλίαν.
2. ὁ μὲν γὰρ πᾶς χρόνος ὁ συγκείμενος ἔκ τε τῆς κινήσεως
3. καὶ τοῦ διαλείμματος ἴσος ἔσται πᾶσι τοῖς μορίοις τῆς
4. ἀρτηρίας. ἄνισοι δὲ οἱ τῶν κινήσεων λόγοι πρὸς τοὺς
5. τῶν ἡσυχιῶν, τῷ τὸν ὅλον χρόνον μὴ εἰς ἴσα τέμνεσθαι.
6. τῶν μὲν γὰρ πρότερον ἀρξαμένων μορίων κινεῖσθαι ὁ μὲν
7. τῆς κινήσεως χρόνος μείζων ἔσται τοῦ τῶν ὕστερον ἀρξαμένων,
8. ὁ δὲ τοῦ διαλείμματος ἐλάττων. τῶν δ’ ὕστερον
9. ἀρξαμένων ἔμπαλιν ὁ μὲν τῆς κινήσεως χρόνος ἐλάττων, ὁ δὲ
10. τῆς ἡσυχίας μείζων. ὥστε ἀνάγκη καὶ τὸν ῥυθμὸν ἄνισον
11. εἶναι καθ’ ἕκαστον τῶν μορίων, καὶ τὴν κατὰ πυκνότητα δὲ
12. καὶ ἀραιότητα συνίστασθαι περὶ αὐτοὺς ἀνωμαλίαν, ἀναγκαῖον,
13. εἰς ὅσον οἱ τῶν διαλειμμάτων χρόνοι διαφέρουσι. εἰ
14. δ’ ὁμοίως τῆς δευτέρας διαστολῆς τὴν ἀρχὴν τῆς τῶν μορίων
15. κινήσεως ποιησαμένης, ἥν περ ἡ προτέρα ἐπεποίητο,
16. τουτέστιν ἵνα καθ’ ἑκατέραν τὸ αὐτὸ μόριον ἄρχηται, τὸ
17. μὲν πρότερον, τὸ δὲ ὕστερον τῆς κινήσεως, ἡ τελευτὴ τῆς
18. προτέρας διαστολῆς, μὴ ἴση πᾶσι γένοιτο, δύο ἔσονται
19. διαφοραί. δύναται γὰρ καὶ πολλῷ πρότερον παύσασθαι
1. τὸ πρότερον τῆς κινήσεως ἀρξάμενον μόριον, δύναται δὲ καὶ
2. ὕστερον. εἰ μὲν γὰρ ἐν ἴσῳ παύσαιτο τὸ πρότερον, ὅσῳ
3. πρότερον ἤρξατο, κατ’ ἄμφω τὰ γένη, γένοιτ’ ἂν οὕτως
4. ὁμαλὸς σφυγμός. εἰ δὲ πολλῷ παύσαιτο πρότερον, ἤπερ
5. ἤρξατο, τὴν ἀνωμαλίαν οὕτω γεννήσει τῶν δύο γενῶν.
6. παυσάμενον δ’ ὕστερον τὸ πρότερον ἀρξάμενον πάντως
7. ἐργάσεται τῶν δύο γενῶν τὴν ἀνωμαλίαν, ἄν τε πολλῷ τύχῃ
8. παυσάμενον ὕστερον ἄν τε ὀλίγῳ. εἰ δὲ μήτε τῆς προτέρας
9. διαστολῆς ἡ ἀρχὴ πᾶσιν ἅμα τοῖς μορίοις γένοιτο μήτε τῆς
10. δευτέρας, ἐνδέχεται ποτὲ μὲν τὸν ῥυθμὸν ὁμαλὸν γίνεσθαι,
11. ἐνδέχεται δὲ καὶ τὸ τῆς πυκνότητος καὶ ἀραιότητος γένος, εἰ
12. μὲν οὕτω μερισθεῖεν οἱ τῶν κινήσεων χρόνοι πρὸς τοὺς τῶν
13. ἡσυχιῶν. ὥστε τὸν αὐτὸν ἐν ἅπασιν εἶναι λόγον, ὁμαλοῦ
14. τοῦ ῥυθμοῦ γιγνομένου. εἰ δ’ οἱ τῶν ἡσυχιῶν χρόνοι μόνοι
15. ἴσοι γενηθεῖεν, ὁμαλότης ἐν θατέρῳ γένει. ταῦτα μὲν οὖν
16. σπάνια, τὰ δὲ τῶν ἀνωμαλιῶν ἱκανῶς πολλά. καὶ γὰρ ἅμα
17. πάντα δύναται τῆς κινήσεως παύσασθαι τὰ μόρια καὶ οὐχ ἅμα,
18. κᾀν τῷ μὴ ἅμα παύσασθαι τὰ μὲν πρότερον, τὰ δ’ ὕστερον,
19. καὶ ἤτοι πολλῷ πρότερον, ἢ πολλῷ ὕστερον. οἷαι δὲ καὶ
1. ὅσαι γένοιντ’ ἂν αἱ ἀνωμαλίαι, κατὰ ταῦτα τοῖς προειρημένοις
2. ἂν εὑρίσκοις. ὥστε οὐδὲν δεῖ μηκύνειν ἔτι. μόνον δὲ ὑπομνήσαντας,
3. ὡς τὸ προτεθὲν ἀποδέδεικται, τὸ γίνεσθαί τινας
4. καὶ καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας, ἔν τε τῷ κατὰ πυκνότητα
5. καὶ ἀραιότητα γένει, κᾀν τῷ κατὰ τὸν ῥυθμὸν, ἐνταῦθά που
6. καταπαῦσαι καιρὸς ἤδη τὸν πρῶτον λόγον. ἃ γὰρ ἐπὶ μιᾶς
7. αἱρέσεως, τῆς μεριζούσης εἰς πληγὴν καὶ διάλειμμα τὸν σφυγμὸν,
8. ὡς ἐπὶ παραδείγματος εἰρήκαμεν, οὐδὲν χαλεπὸν καὶ
9. ἐπὶ τὰς ἄλλας μεταφέρειν, ὁμοίως ἡμῶν καὶ κατ’ ἐκείνας ἁπάσας
10. ἀποδεῖξαι δυναμένων ἐν τοῖς δύο γένεσι τούτοις, ὑπὲρ ὧν
11. δὴ πέπαυμαι λέγων, τὰς καθ’ ἕνα σφυγμὸν ἀνωμαλίας
12. συνισταμένας.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 1.30, ed. Kühn, 1824, vol. 8, p. 558-565. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.30
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩