Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 1.5, ed. Kühn, 1824, vol. 8, p. 508-509. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.5

6. Νυνὶ δὲ μεταβάντες ἐπὶ τὸ τρίτον γένος τῶν
7. σφυγμῶν τὸ κατὰ τὸν τόνον, εἴπωμεν καὶ τὰς τούτου διαφοράς.
8. εἰσὶ δὲ τρεῖς, ὁ μέν τις εὔρωστος τῷ τόνῳ. καλεῖται
9. δὲ σφοδρός. ὁ δέ τις ἄῤῥωστος, ὃν ἀμυδρὸν ὀνομάζουσι.
10. τοῦ μέσου δ’ αὐτῶν οὐκ ἔστιν ἴδιον ὄνομα, ἀλλὰ καὶ τοῦτον
11. τῷ λόγῳ δηλοῦμεν. τὸ δὲ τέταρτον τῶν γενῶν τὸ κατὰ
12. τὸ σῶμα τῆς ἀρτηρίας συνιστάμενον εἰς τρεῖς τέμνεται καὶ
13. αὐτὸ διαφορὰς καὶ καλεῖται παρὰ μὲν τοῖς πλείστοις τῶν
14. ἰατρῶν, καὶ μάλιστα τοῖς νεωτέροις, τῷ τοῦ πλήρους ὀνόματι
15. καὶ τῷ τοῦ κενοῦ. τὸ γὰρ μέσον ἀμφοῖν ἀνώνυμον
16. κᾀνταῦθα. παρ’ ἡμὶν δ’ οὐχ οὕτως. ἀλλ’ ὁ μὲν ἕτερος αὐτῶν
17. σκληρὸς, ὁ δὲ ἕτερος μαλακὸς ὀνομάζεται, καὶ δηλοῦσιν
18. ἀμφότεροι τῆς ἀρτηρίας τὴν σύστασιν. εἰ δ’ ὀρθότερον
19. οὕτως, ἢ ἐκείνως ὀνομάζειν, ὅτῳ καὶ τούτων μέλει, διὰ
1. τῶν ἑξῆς μαθήσεται. νυνὶ δὲ τὸ προκείμενον περαντέον.
2. ἄλλο γένος ἦν σφυγμῶν, ἐμφαῖνον, ὥς φασι, τὸ τῆς ἀρτηρίας
3. ἔγχυμα, μακροῦ δεόμενον, ὡς ἐμοὶ δοκεῖ, εἰς διάγνωσιν ἀκριβῆ
4. λόγου. τὸ δ’ οὖν εἴς τε τὰ παρόντα χρηστὸν καὶ τοῖς εἰσαγομένοις
5. ἱκανὸν εἰρήσεται κᾀνταῦθα, τρεῖς νοεῖσθαι τούτου
6. τοῦ γένους διαφορὰς σφυγμῶν, ὀνομάζεσθαι δὲ τὸν μέν τινα
7. πλήρη, τὸν δὲ κενόν. ὁ γὰρ μέσος ἀμφοῖν οὐδὲν ἴδιον
8. ὄνομα κέκτηται. πλήρης μὲν οὖν ἐστι σφυγμὸς, ὡς ὁ Ἀρχιγένης
9. ὁρίζεται, ὁ ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ
10. τὴν ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχύλως, κενὸς δὲ ὁ
11. πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε
12. κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν.
13. ταῦτα μὲν οὖν τὰ πέντε γένη τῶν σφυγμῶν κατὰ μίαν κίνησιν
14. τῆς ἀρτηρίας συνίσταται, καὶ ἡ καθ’ ἕκαστον ὁμαλότης
15. αὐτῶν τε καὶ ἀνωμαλία, ἧς τὰς διαφορὰς ἐροῦμεν, ὅταν καὶ
16. περὶ τῆς ἑτέρας ἀνωμαλίας τῆς ἐν πλείοσι συνισταμένης σφυγμοῖς
17. λέγωμεν.

Cliquer un n° de page pour en afficher l’image