18. Αἱ δ’ ἄλλαι διαφοραὶ τῶν σφυγμῶν τοῖς
19. μὲν μηδ’ ὅλως αἰσθάνεσθαι λέγουσι τῆς συστολῆς, ἔν τε τῷ
1. χρόνῳ συνίστανται τῶν διαλειμμάτων, οὕτω γὰρ ὀνομάζουσι
2. τὸν μεταξὺ χρόνον τῶν αἰσθητῶν κινήσεων, καὶ προσέτι τῷ
3. λόγῳ τοῦ τε τῆς κινήσεως αὐτῆς χρόνου καὶ τοῦ τῆς ἡσυχίας.
4. καλοῦσι γὰρ καὶ οὕτως τὸ διάλειμμα. τοῖς δὲ καὶ τῆς
5. συστολῆς αἰσθάνεσθαι λέγουσι, καὶ δηλονότι τῶν μεταξὺ
6. δυοῖν ἠρεμήσεων, ἃς ἡσυχίας τε καὶ ἠρεμίας καὶ ἀκινησίας
7. καλοῦσιν, ἕτεραί τε συνίστανται καὶ πολλῷ πλείους γίνονται.
8. δίκαιον οὖν ὑπὲρ ἑκατέρων ἰδίᾳ σαφέστερον εἰπεῖν, καὶ
9. περὶ προτέρου γε τῶν μόνης τῆς διαστολῆς αἰσθάνεσθαι φασκόντων·
10. ἵν’ ἐν τοῖς ἑτοιμοτέροις γνωσθῆναι γυμνασάμενοι
11. ῥᾷον ἑπώμεθα τοῖς χαλεπωτέροις. πληττομένης δὴ
12. τῆς ἁφῆς κατὰ τὴν προσβολὴν τῆς ἀρτηρίας, τῶν τε ἄλλων
13. ὧν εἶπον ἔμπροσθεν αἰσθανόμεθα καὶ χρόνου τοῦ παρεκτεινομένου
14. τῇ κινήσει. δευτέρας δ’ αὖ κινήσεως ὑπαρξαμένης,
15. ἄλλος ἡμῖν χρόνος ἐφωράθη μεταξὺ τοῦ τε τῆς προτέρας κινήσεως
16. τέλους καὶ ἀρχῆς τῆς δευτέρας, ὥστε εἶναι δύο χρόνων
17. διάγνωσιν ἐν τῇ τοῦ σφυγμοῦ συμπληρώσει, προτέρου μὲν
18. τοῦ τῆς κινήσεως, ἣν καὶ πληγὴν καὶ διαστολὴν ὀνομάζουσι,
19. δευτέρου δὲ τοῦ τῆς ἡσυχίας, ἣν καὶ διάλειμμα
1. καὶ συστολὴν καλοῦσιν, γίγνεσθαι δὲ κατὰ μὲν τὸ τοῦ προτέρου
2. χρόνου ποσὸν ἢ ταχὺν, ἢ βραδὺν, ἢ τὸν μέσον αὐτῶν
3. σφυγμὸν, κατὰ δὲ τοῦ δευτέρου πυκνὸν, ἢ ἀραιὸν,
4. ἢ τὸν μέσον αὐτῶν, ὥστ’ εἶναι ταχὺν μὲν σφυγμὸν τὸν ἐν
5. ὀλίγῳ χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γιγνόμενον, πυκνὸν
6. δὲ τὸν δι’ ὀλίγου, καὶ βραδὺν μὲν τὸν ἐν πολλῷ χρόνῳ τῆς
7. ἀρτηρίας διαστελλομένης γινόμενον, ἀραιὸν δὲ τὸν διὰ πολλοῦ,
8. καὶ μέσον μὲν ὠκέος καὶ βραδέος τὸν ἐν συμμέτρῳ
9. χρόνῳ τῆς ἀρτηρίας διαστελλομένης γιγνόμενον, μέσον δὲ
10. πυκνοῦ καὶ ἀραιοῦ τὸν διὰ συμμέτρου χρόνου τῆς ἀρτηρίας
11. διαστελλομένης ἀποτελούμενον. εἴτε δὲ διαστελλομένης, εἴτε
12. διϊσταμένης εἴποιμεν, εἴτε ἐξαιρουμένης, εἴτε κινουμένης,
13. οὐδὲν διαφέρειν ἡγοῦμαι. δῆλον οὖν ἤδη τίς τε ὁ πυκνὸς
14. σφυγμὸς κατ’ αὐτοὺς καὶ ὅπη τοῦ ταχέος ἕτερος, ὅς τίς τε
15. ἀραιὸς καὶ ὅπῃ βραδέος διαφέρει. παραβαλλομένου δὲ τοῦ
16. τῆς πληγῆς χρόνου τῷ τῆς ἡσυχίας, ὁ ῥυθμὸς γεννᾶται, λόγος
17. ὢν τοῦ χρόνου τῆς πληγῆς πρὸς τὸν τῆς ἡσυχίας. εἴπομεν
18. δὲ ὅτι μηδὲν κατὰ τούτους διαφέρει πληγὴν λέγειν, ἢ
1. διαστολὴν, ἢ κίνησιν. καὶ ἡσυχίαν, ἢ διάλειμμα, ἢ συστολήν.
2. καὶ μὲν δὴ καὶ ἀντὶ τοῦ λόγον φάναι τοῦ χρόνου τῆς διαστολῆς
3. πρὸς τὸν τῆς συστολῆς τὸν ῥυθμὸν εἶναι, τάξιν
4. τινὲς ἔφασαν, ἕτεροι δὲ σχέσιν εἶναι δυοῖν χρόνοιν πρὸς ἀλλήλους,
5. τοῦ τῆς πληγῆς πρὸς τὸν τοῦ διαλείμματος. αὕτη
6. μὲν ἡ κατὰ τοὺς προτέρους διδασκαλία.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 1.6, ed. Kühn, 1824, vol. 8, p. 509-512. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩