Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 1.7, ed. Kühn, 1824, vol. 8, p. 512-514. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.7

7. Μεταβῶμεν δ’ ἐπὶ τοὺς αἰσθάνεσθαι φάσκοντας
8. τῆς συστολῆς, βραδύτητα μὲν καὶ τάχος ὁμοίως ἐκείνοις
9. ἐν τῷ τῆς διαστολῆς χρόνῳ τιθεμένους, ἤδη δὲ κᾀν τῷ
10. τῆς συστολῆς, οὐ μὴν τήν γε πυκνότητα καὶ τὴν ἀραιότητα
11. καὶ τὸν ῥυθμὸν ἔθ’ ὡσαύτως ἐκείνοις, ἀλλὰ τὴν μὲν πυκνότητα
12. καὶ τὴν ἀραιότητα κατὰ τὰς ἠρεμίας ἑκατέρας, τὸν
13. ῥυθμὸν δὲ κατὰ τὸν τῆς διαστολῆς χρόνον ἅμα τῷ τῆς μετ’
14. αὐτὴν ἡσυχίας παραβαλλόμενον τῷ τῆς συστολῆς ἅμα τῷ
15. τῆς μετ’ αὐτὴν ἠρεμίας. ἔσθ’ ὅτε δὲ καὶ τὸν τῆς διαστολῆς
16. μόνης χρόνον τῷ τῆς συστολῆς μόνης παραβάλλοντες, οὕτω
17. τὸν ῥυθμὸν γεννᾶσθαι λέγουσι. καὶ γὰρ περὶ τῆς πυκνότητος
18. ἔνιοι μὲν αὐτῶν, ὡς εἴρηται, τινὲς δὲ τοῖς πρόσθεν 
1. παραπλησίως ἐν τῷ τῆς διαστολῆς χρόνῳ τὸ τάχος
2. καὶ τὴν βραδύτητα γεννᾶσθαι φήσαντες, ἐν τῷ λοιπῷ
3. παντὶ τῷ συγκειμένῳ ἔκ τε τῶν δυοῖν ἡσυχιῶν καὶ τῆς
4. συστολῆς τὴν πυκνότητα καὶ τὴν ἀραιότητά φασι συνίστασθαι.
5. τινὲς δὲ καὶ τὸν ῥυθμὸν ὁμοίως τοῖς πρόσθεν
6. οὐκ ὤκνησαν ἐν τῷ λόγῳ τοῦ τῆς διαστολῆς χρόνου πρὸς
7. τὸν λοιπὸν ἅπαντα συνίστασθαι φάσκειν. οὐ μὴν οὐδ’
8. ἐν τῷ πάσης αἰσθάνεσθαι τῆς διαστολῆς ἢ τῆς συστολῆς
9. ὁμολογοῦσιν ἀλλήλοις, ἀλλ’ εἰσὶ μὲν οἳ πάσης ἑκατέρας,
10. εἰσὶ δὲ οἳ μήτε τῶν πρώτων τῆς διαστολῆς μήτε τῶν
11. ἐσχάτων τῆς συστολῆς, εἶτα καὶ περὶ τῶν ὀνομάτων ἐρίζουσιν
12. ἀλλήλοις. ἵν’ οὖν ἡμεῖς μήτε τι τῶν πραγμάτων αὐτῶν
13. παραλείπωμεν μήτ’ ἐν τοῖς ἀχρήστοις ἐπὶ πλέον διατρίβωμεν,
14. εἰπόντες τὸ ἀληθές τε ἅμα καὶ χρήσιμον, ἐπιτρέψωμεν
15. ὀνόματα θέσθαι τοῖς τοῦτο ἔργον πεποιημένοις, τῶν δὲ
16. ὄντως ἔργων τῆς τέχνης ἀμελοῦσιν, οὔτε τῆς διαστολῆς τῶν
17. πρώτων οὔτε τῆς συστολῆς τῶν ἐσχάτων δυνατοῖς αἰσθάνεσθαι.
18. πόσον δ’ ἑκατέρου τὸ αἰσθητὸν καὶ διὰ τί, δείκνυμεν
1. ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἔστι δὲ δηλονότι
2. χρήσιμον ἰατρῷ τὸ ὑπὸ τὴν αἴσθησιν ἐρχόμενον· ὥστε καὶ
3. χρόνον διαστολῆς ἢ συστολῆς τὸν αἰσθητὸν ἀναγκαῖον γνωρίζειν
4. αὐτῷ. τὴν μὲν οὖν ἠρεμίαν τὴν ἄνω καλουμένην, τὴν
5. ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, ἀκριβῶς δυνατὸν ἡλίκη
6. τίς ἐστι γνῶναι διὰ τῆς ἁφῆς, τὴν κάτω δὲ οὐκ ἔτι ἀκριβῶς,
7. διὰ τὸ προσλαμβάνειν ἑκατέρωθεν μόρια, κατὰ μὲν τὴν ἀρχὴν
8. τὸ τῆς συστολῆς πέρας, κατὰ δὲ τὴν τελευτὴν τὰ
9. πρῶτα τῆς διαστολῆς. μεμνῆσθαι δὲ χρὴ τῶν χρόνων τούτων
10. τό τε κατὰ φύσιν ἑκάστου μέγεθος καὶ τὸν πρὸς ἀλλήλους
11. λόγον, καὶ γνωρίζειν δύνασθαι πόσον ἐν τῷ νοσεῖν ἀλλοιοῦνται,
12. καὶ τί δηλοῦν ἑκάστη τροπὴ πέφυκεν, ὃ τῇ τε τῆς
13. αἰτίας εὑρέσει καὶ τῇ μακρᾷ πείρᾳ λαμβάνεται, καὶ ἡμεῖς
14. περὶ αὐτῶν ἑτέρωθι λέγομεν.

Cliquer un n° de page pour en afficher l’image