Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 1.8, ed. Kühn, 1824, vol. 8, p. 514-517. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:1.8

15. Ἐν δὲ τῷ παρόντι τὰς διαφορὰς ἔτι προσθέντες
16. τῶν δύο τούτων γενῶν τῶν νῦν εἰρημένων, τοῦ τε κατὰ τὴν ἠρεμίαν
17. καὶ τοῦ κατὰ τὸν ῥυθμὸν, ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβαίνωμεν.
18. ἐν μὲν δὴ τῷ κατὰ τὴν ἡσυχίαν τῆς ἀρτηρίας γένει
1. τρεῖς διαφοραὶ συνίστανται σφυγμῶν, ἀραιὸς, πυκνὸς, μέσος,
2. ὧν καὶ τοὺς λόγους ὀλίγῳ πρόσθεν ἐμάθομεν. ἐν δὲ τῷ
3. κατὰ τὸν ῥυθμὸν οὐχ ἁπλῶς οὕτως ἐγχωρεῖ εἰπεῖν τὰς συνισταμένας
4. διαφορὰς, ἀλλὰ πρῶτον, ὅτι πᾶς σφυγμὸς ῥυθμὸν
5. ἔχει, δηλωτέον, ἵνα μή τινα τὸ τῶν ἀρύθμων καλουμένων
6. σφυγμῶν ἐξαπατῆσαν ὄνομα ψευδῶς ὑπολαμβάνειν ποιήσῃ,
7. παντὸς ἐστερῆσθαι ῥυθμοῦ τοὺς τοιούτους σφυγμούς. ὡς
8. γὰρ ἀτράχηλος ἄνθρωπος καὶ κιθαρῳδὸς ἄφωνος, οὕτω
9. καὶ σφυγμὸς ἄρυθμος καλεῖται, κάκωσιν τοῦ κατὰ φύσιν
10. ῥυθμοῦ δηλούσης τῆς προσηγορίας, οὐ στέρησιν παντελῆ.
11. καὶ ἔστιν ἐναντίος τῷ ἀρύθμῳ οὐχ ὁ ἔνρυθμος, πᾶς γὰρ
12. σφυγμὸς ἔν τινι ῥυθμῷ, ἀλλ’ ὁ εὔρυθμος καλούμενος. ἀμφοτέρων
13. δὴ τούτων, ἀρύθμου λέγω καὶ εὐρύθμου, καινὸν
14. γένος ἐστὶν ὁ ἔνρυθμος σφυγμός. ὁ μὲν οὖν εὔρυθμος
15. εἷς μένει καὶ ἄτμητος. τοῦ δὲ ἀρύθμου τρεῖς εἰσι διαφοραὶ,
16. παράρυθμος, ἑτερόρυθμος, ἔκρυθμος. οἷος δ’ ἐστὶν ἕκαστος,
17. ἐπὶ παραδείγματος μάθοις ἄν. ἑκάστῃ τῶν ἡλικιῶν
1. ἐστί τις κατὰ φύσιν σφυγμός. τούτων οὖν ὁ μὲν σώζων τὸν
2. ῥυθμὸν εὔρυθμος καλεῖται, ὁ δὲ διαφθείρων ἄρυθμος.
3. καὶ τοῦ διαφθείροντος ὁ μὲν τὸν τῆς πλησίον ἡλικίας ῥυθμὸν
4. μεταλαμβάνων παράρυθμος, ὁ δὲ τὸν τῆς ἑτέρας ἡστινοσοῦν
5. ἑτερόρυθμος, ὁ δὲ μηδεμιᾶς ὅλως ἡλικίας ἀποσώζων
6. ῥυθμὸν ἔκρυθμος ὀνομάζεται. οὕτω δὲ καὶ περὶ φύσεων
7. καὶ ὡρῶν καὶ χωρῶν καὶ τῶν ἄλλων ἁπάντων χρὴ
8. νοεῖν. ἑκάστου γὰρ αὐτῶν ἐστί τις οἰκεῖος ῥυθμὸς, οὗ διαφθειρομένου
9. τό τ’ ἄρυθμον χρὴ νοεῖν καὶ τὰς εἰρημένας ἐν
10. αὐτῷ διαφοράς. ἁπάντων δὲ τῶν ῥυθμῶν οἱ μὲν ἐν ἴσῳ
11. λόγῳ συνίστανται, οἱ δὲ ἐν ἀνίσῳ· ἐν ἴσῳ μὲν, ὅταν ὁ
12. τῆς διαστολῆς χρόνος ἴσος ὑπάρχῃ τῷ τῆς συστολῆς· ἐν
13. ἀνίσῳ δὲ, ὅταν θάτερος αὐτῶν ὑπερέχῃ. γίνεται δὲ
14. τοῦτὸ ποτὲ μὲν ἐν ῥηταῖς, ποτὲ δὲ ἐν ἀῤῥήτοις ταῖς ὑπεροχαῖς·
15. καὶ ἐν ῥηταῖς μὲν διχῶς, ἢ ὡς ἐν πολλαπλασίῳ
16. λόγῳ, ἢ ὡς ἀριθμοῦ πρὸς ἀριθμὸν, ὅσπερ καὶ ἐπιμόριος
17. ὀνομάζεται. πολλαπλάσιος μὲν οὖν λόγος ἐστὶν ὁ διπλάσιος,
18. ἢ τριπλάσιος, ἢ τετραπλάσιος, ἤ τις τῶν ἑξῆς.
1. ὡς ἀριθμοῦ δὲ πρὸς ἀριθμὸν, ὅταν ἡλίκων ἡ διαστολὴ δυοῖν
2. ᾖ χρόνων, τηλικούτων ἡ συστολὴ, πέντε, ἢ ἑπτὰ, ἢ ἐννέα,
3. ἢ ἕνδεκα· ἀῤῥήτοις δὲ τριχῶς μὲν καθόλου· ἢ γὰρ ὁ τῆς
4. διαστολῆς χρόνος ἄῤῥητός ἐστιν, ἢ ὁ τῆς συστολῆς, ἢ ἀμφότεροι.
5. κατὰ μέρος δὲ τούτων ἕκαστος ποτὲ μὲν ἐπ’ ὀλίγον
6. παρηυξημένους ἔχει τοὺς ἀῤῥήτους χρόνους, εἴτε πλείους εἶεν,
7. εἴθ’ εἷς ὁ πρῶτος, ποτὲ δὲ ἐπὶ πλέον, ποτὲ δὲ ἐπὶ πλεῖστον.
8. ὅτι δὲ πρῶτον χρόνον οὐ πρὸς τὴν φύσιν αὐτὴν,
9. ἀλλὰ πρὸς αἴσθησιν ἀκούειν χρὴ, πρόδηλον. οὕτω γὰρ ἔχει
10. καὶ παρὰ τοῖς μουσικοῖς. ταῦτ’ ἀρκεῖ τὸ νῦν περὶ ῥυθμῶν.
11. ὅσον γὰρ ἐκ τούτου τοῦ γένους τῶν σφυγμῶν, τὸ δυνατόν
12. τε καὶ χρήσιμον, ἢ ἀδύνατόν τε καὶ ἄχρηστον, ἔν τε τοῖς
13. περὶ διαγνώσεως αὐτῶν καὶ ἐν τοῖς περὶ προγνώσεως
14. εἰρήσεται.

Cliquer un n° de page pour en afficher l’image