ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΦΥΓΜΩΝ
ΛΟΓΟΣ Β.
1. Οὐ τὴν αὐτὴν χρείαν ἐπαγγέλλεται τόδε τὸ
2. γράμμα τῷ πρόσθεν, ἀλλ’ ὃν ἔχει λόγον ἐλλέβορος, ἢ σκαμμωνία
3. πρὸς ἄρτον, ἢ κρέας, τοῦτον καὶ τὰ νῦν λεχθησόμενα
4. πρὸς τὰ εἰρημένα. τρέφειν μὲν γὰρ ἐκεῖνα τὰς ὑγιαινούσας
5. ἐδύνατο ψυχὰς, ἐκκαθαίρειν δὲ ταῦτα τὰς μοχθηρὰς δόξας,
6. ὥσπερ τινὰ νοσήματα. συγκατασκευάζεσθαι δ’ εἰκὸς τοῖς
7. ἐλέγχοις τῶν διημαρτημένων πίστιν βεβαίαν τῶν ὀρθῶς εἰρημένων.
8. ὥστ’ εἴ τις τῷ παρόντι λόγῳ καὶ ταύτην προσθείη
9. τὴν χρείαν, εὑρήσει τινὰ καὶ ὠφέλειαν ἑπομένην.