1. Λοιπὸν δ’ ἂν εἴη περὶ τοῦ τῆς διαφορᾶς
2. ὀνόματος εἰπεῖν. πρῶτον μὲν ὅτι μὴ καινοτομοῦμεν ἡμεῖς περὶ
3. τοὔνομα, δείξομεν· ἔπειτα δὲ καὶ οἷόν τι δηλοῖ παρὰ τοῖς
4. Ἕλλησιν ἐξηγησόμεθα. τοῦ μὲν δὴ μὴ καινοτομεῖν πρῶτος
5. Ἀρχιγένης μάρτυς, ὡδί πως γράφων κατὰ τὴν ἀρχὴν τοῦ
6. περὶ τάξεώς τε καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας
7. γένους· Ἡρόφιλος κατὰ γένος τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν
8. ἐκθέμενος οὕτως· μέγεθος, τάχος, σφοδρότης, ῥυθμὸς,
9. ἀσυζύγως κατ’ εἶδος τάξεως ἐμνήσθη καὶ ἀταξίας ὁμαλότητός
10. τε καὶ ἀνωμαλίας. ἐν ταύτῃ τῇ λέξει σαφῶς ὁ Ἀρχιγένης
11. οὐ μόνον ὅτι διαφοραὶ περὶ τοὺς σφυγμούς εἰσιν, ἀλλὰ καὶ
12. ὡς αἱ μέν τινες αὐτῶν κατὰ γένος, αἱ δὲ κατ’ εἶδος ἐμνημόνευσεν.
13. οὐ μόνον δὲ κατὰ τὴν ἀρχὴν τοῦτο ἐποίησεν, ἐπελάθετο
14. δὲ ἐν τῷ μετὰ ταῦτα λόγῳ παντί. μυριάκις γὰρ
15. μνημονεύει τοῦ τε τῆς διαφορᾶς ὀνόματος τοῦ τε τῶν
16. γενῶν καὶ εἰδῶν, ὀρθότατα φρονῶν καὶ γινώσκων ὅτι
17. τῶν διαφορῶν αἱ μέν τινές εἰσι γενικαὶ, αἱ δὲ εἰδικαὶ, καὶ
18. αὐτῶν γε τούτων αἱ μὲν γενικώτεραι, αἱ δὲ εἰδικώτεραι.
1. ὀλίγας οὖν παραγράψομεν ῥήσεις αὐτοῦ εἰς ἀπόδειξιν τοῦ
2. προκειμένου, πρῶτον μὲν ταύτην ἐκ τοῦ αὐτοῦ λόγου περὶ
3. τάξεως καὶ ἀταξίας· οἱ μέν γε τὴν ὁμαλότητα ἐπὶ τινῶν διαφορῶν
4. ἤκουον μόνον, ἐγὼ δ’ ἐπὶ πασῶν ἐφ’ ὅσων καὶ τὴν
5. τάξιν, εἶθ’ ἑξῆς· ἀνωμαλία μὲν ἀνισότης σφυγμῶν κατά
6. τινα τῶν παρεπομένων αὐτοῖς διαφορῶν, ἀταξία δὲ ἀσυστασία
7. χρονικὴ κατά τινα τῶν τοῦ σφυγμοῦ διαφορῶν. ἐν ταύτῃ
8. μέν γε τῇ ῥήσει δὶς ἔγραψε τὸ τῆς διαφορᾶς ὄνομα. εἶτα
9. μετ’ ὀλίγον· οὐδ’ εἰρήκασιν οὐδ’ ὑπὲρ τούτων, εἴ γε δεῖ
10. τὸν κατὰ πᾶσαν διαφορὰν ἴσον ὁμαλὸν λέγειν. αὖθις δ’
11. ἐφεξῆς· καὶ ὁ μὲν καθὰ παρατεταγμένος, οὗτος καθ’ ἡμᾶς
12. ἔσται ἴσος μεγέθει, σφοδρότητι, τάχει, ῥυθμῷ, καὶ εἴ τινι
13. ἄλλῃ τοιαύτῃ διαφορᾷ σχέσιν ἔχων θεωρεῖται κατὰ πάσας·
14. πρὸς τὶ δὲ ὁ κατὰ μίαν τινὰ τούτων διαφορὰν ἐν σχέσει θεωρούμενος,
15. ἢ κατὰ δύο, ἢ κατὰ πλείονας. ἐν ταύτῃ γὰρ πάλιν
16. τῇ ῥήσει δὶς ἐμνημόνευσε τοῦ τῆς διαφορᾶς ὀνόματος.
17. συνάπτων δ’ αὐτῇ τὸν ἑξῆς λόγον, πρῶσον μὲν οὕτως ἐρεῖ·
18. ἡ μὲν γὰρ καθάπαξ καὶ ἀπολελυμένη πασῶν τῶν διαφορῶν
1. ἐστιν ἰσότης. ποτὲ δὲ οὕτως· καὶ ἀνώμαλον μὲν σφυγμὸν
2. τὸν καθάπαξ καὶ κατὰ μίαν διαφορὰν ἄνισον λεγόμενον.
3. ποτὲ δ’ οὕτως· ἔσθ’ ὅτε δὲ τὰ μὲν ἄλλα διὰ τριῶν, ὡς εἶπον,
4. ἀναλογεῖ. ἡ σφοδρότης δὲ ὡς ἂν ἀμφημερινός ἐστιν,
5. ὁμαλὴς οὖσα καὶ ἴση. ἐφεξῆς, ἢ ἄλλη τις τῶν λοιπῶν διαφορῶν,
6. ἢ ἄλλη. τούτοις δὲ συνάπτων τὸν ἑξῆς λόγον ἐρεῖ·
7. ἀναλογούντων τῶν σφυγμῶν ὁμοῦ τε πάσαις ταῖς διαφοραῖς
8. καί τινι ἤ τισιν. εἶτ’ ἐφεξῆς· ἔσθ’ ὅτε δὲ τὰ μὲν ἄλλα
9. πάντα τεταγμένα ἐστὶν, ἢ νὴ Δί’ ὁμαλά· μία δέ τις
10. διαφορὰ, οἷον τὸ μέγεθος, ἢ δύο, ἢ πλείους, ἄτακτοι τελέως
11. εἰσίν. εἶτα ἐπὶ τῇ τελευτῇ τοῦ λόγου· νοεῖσθαι γὰρ
12. δεῖ, φησὶν, ἃ ἔφην περὶ τάχους καὶ βραδύτητος ἐπὶ πάσης
13. ἄλλης διαφορᾶς σφυγμοῦ. τοσαῦτα μὲν ἐκ τούτου τοῦ λόγου
14. παραγεγράφθω. τί γὰρ ἄν τις πλειόνων μνημονεύοι; μεταβῶμεν
15. δὲ αὖθις ἐφ’ ἕτερον, ὑπὲρ τοῦ μὴ δοκεῖν ἐξ ἑνὸς τόπου
16. μαρτυρίας λαμβάνειν. παραγράφωμεν οὖν ῥήσεις ἐκ
17. τῶν ἑξῆς καὶ πάλιν ἐκ τῶν ἔμπροσθεν. ἑξῆς μὲν οὖν ἐστι
18. πρόγραμμα τοιοῦτον· τίς ἡ καθ’ ἕνα σφυγμὸν ἀνωμαλία.
1. γράφει δ’ εὐθέως μετὰ τὴν ἀρχὴν τοῦ λόγου τόνδε τὸν τρόπον·
2. εἰσὶ δ’ αὐτῆς πλείους διαφοραὶ, τῆς καθ’ ἕνα δηλονότι
3. σφυγμὸν ἀνωμαλίας. εἶθ’ ἑξῆς· τὰ πολλὰ δὲ ταύταις ταῖς
4. διαφοραῖς καὶ ταῖς κατὰ μέγεθος συντρέχουσιν ἀνωμαλίαις.
5. καὶ πάλιν ἐφεξῆς· ἄλλη δ’ ἐστὶ διαφορὰ κατὰ μέγεθος ἀνωμάλου
6. ἑνὸς σφυγμοῦ. ταῦτα μὲν καὶ ἐκ τούτου τοῦ λόγου
7. λαβεῖν ἐστι. προσπαραγράψωμεν δ’ αὐτοῖς ἔτ’ ὀλίγα τῶν
8. εὐθὺς κατ’ ἀρχὰς εἰρημένων τοῦ βιβλίου. μία μὲν οὖν ῥῆσις
9. ἐν τῷ περὶ σφοδρότητος σφυγμοῦ λόγῳ τοιαύτη τις· ἔστι δὲ
10. κατὰ τὴν σφοδρότητα τοιαύταις καὶ ἄλλαις ἐντυγχάνειν διαφοραῖς.
11. ἑτέραν δὲ ταύτην ἀμυδροῦ σφυγμοῦ διαφορὰν θείη
12. τις ἄν. καὶ ἑξῆς ἄλλην. εἰ δ’ οὐκ ἔκλυτος μὲν, ἀλλ’ οἷον
13. παραπεποδισμένη καὶ εἴσω ῥέπον τὸ βάρος ἔχουσα, πεποδισμένη
14. καὶ δεδυκυῖα διαφορὰ, κατὰ σφοδρότητα ἂν εἴη σφυγμοῦ.
15. ἑξῆς δ’ ἐν τῷ περὶ πληρότητος λόγῳ ποτὲ μὲν οὕτως
16. γράφει, τοσούτων διαφορῶν, ποτὲ δ’ οὕτως· ἡ διαφορὰ
17. μόνον πρὸς τὸν διανενεγμένον ψιλῶς θεωρείσθω. πάλιν δ’
18. ἐν τῷ περὶ πυκνότητος καὶ τάχους ὡδί πως γράφει· ὀλίγοι
1. δέ τινες ἐμφαίνουσι σαινόμενοι διαφοράς. καὶ κατὰ τὴν τελευτὴν
2. τοῦ παντὸς λόγου· ταχύτητος μὲν δὴ καὶ πυκνότητος
3. διαφοραὶ αὗται. πάλιν δ’ ἐν τῷ, τίς ὁ δι’ ἴσου καὶ οὐ
4. δι’ ἴσου σφυγμός· οὐκ ἔστι δὲ ἰδία τις διαφορὰ σφυγμοῦ
5. αὕτη, ἀλλ’ ἐν εἴδει κεῖται ἢ ῥυθμοῦ ἢ τάξεως. ἅλις ἤδη
6. γε διαφορᾶς, μή πως λάθωμεν εἰς ἐκφορὰν ἐκπεσόντες. εἰ
7. γάρ τις βούλεται τὸ περὶ σφυγμῶν βιβλίον ὅλον ἀναγινώσκειν
8. τοῦ Ἀρχιγένους, ἄλλο βιβλίον ἐξ αὐτοῦ πληρῶσαι δυνήσεται
9. τοῦ τῆς διαφορᾶς ὀνόματος· νῦν μὲν γὰρ ἡμεῖς οὐδ’ ἐκ τοῦ
10. πέμπτου μέρους ἐξελέξαμεν ταῦτα. καὶ πολλὰς παρεγράψαμεν
11. ῥήσεις, οὐχ οὕτως ὑπὲρ τοῦ τῆς διαφορᾶς ὀνόματος σπουδάσαντες,
12. ἀλλ’ ἵν’ ἐπιδείξωμεν τὸ σημαινόμενον πολυειδὲς ὄν.
13. καὶ γὰρ τὰ γένη πολλάκις διαφορὰς κέκληκε, τά τε πρῶτα
14. καὶ τὰ δεύτερα, καὶ τὰ εἴδη τῶν γενῶν οὐδὲν ἧττον. καὶ
15. ὅσα δὲ μήτε γένη μήτ’ εἴδη τέταχεν ὄντα, διαφοραὶ δ’ αὐτὸ
16. τοῦτο μόνον καὶ ταύτας διαφορὰς κέκληκεν, ἐν ᾧ καὶ ἡ παρακοὴ
17. τῶν ψευδοδιαλεκτικῶν ἐστι. τοῦ γὰρ τῆς διαφορᾶς ὀνόματος
18. παρά τε τοῖς ἄλλοις Ἕλλησιν ἅπασι καὶ παρὰ τοῖς
1. παλαιοῖς φιλοσόφοις κατὰ τῶν τριῶν τούτων ὧν εἴπομεν
2. ἄρτι λεγομένου, κατὰ μὲν τῶν γενῶν καὶ τῶν εἰδῶν κοινότερον,
3. κατὰ δὲ τῶν μὲν ἐν ταῖς διαιρέσεσιν εὑρισκομένων, ὄντων
4. δὲ μήτ’ εἰδῶν μήτε γενῶν ἰδικώτερον, τοῦτο μόνον τὸ
5. σημαινόμενον ἐμνημόνευσαν, τοῦ κοινοῦ παντάπασιν ἐπιλαθόμενοι,
6. ἀλλ’ ὑπὸ τῆς Ἀδραστείας νεμεσώμενοι ταῖς σφετέραις
7. ἑαυτῶν οὐκ ἐμμένουσι νομοθεσίαις. διὰ τοῦτ’ ἐγὼ νῦν
8. οὐ παρὰ τῶν ἄλλων Ἑλλήνων τὰ σημαινόμενα τῶν ὀνομάτων
9. ἀναμιμνήσκω, ῥᾷστον ὄν μοι παρὰ πάντων λαβεῖν, ἀλλὰ
10. παρ’ αὐτῶν τούτων τῶν ψευδοδιαλεκτικῶν. τοὺς γὰρ ἐπαγγελλομένους
11. μὲν ἐξηγεῖσθαι τὰς ἐννοίας τῶν ὀνομάτων καὶ
12. ταύτην ἀρχὴν τῆς διαλεκτικῆς θεωρίας τιθεμένους, οὐκ ἐξηγουμένους
13. δὲ, ἀλλὰ νομοθετοῦντας μόνον, οὕτως ὀνομάζειν
14. εἴωθα. καὶ γὰρ Ἀρχιγένης οἶδ’ ὅτι θᾶττον ἂν ὁτιοῦν
15. παθεῖν εἵλετο, πρὶν ὁμολογῆσαι τὸ τῆς διαφορᾶς ὄνομα καὶ
16. κατὰ τῶν εἰδῶν λέγεσθαι. τά τε γὰρ ἄλλα καὶ ἡ αἵρεσις
17. αὐτῶν θᾶττον πόλιν ἢ δόγμα φησὶ χρῆναι προδιδόναι,
18. ἀλλ’ ἐὰν σιωπήσῃς νομοθετούντων καὶ μηδόλως
19. ἀντείπῃς, εἶτ’ ἐπιτρέψῃς περί τινος διαλέγεσθαι, παραχρῆμα
1. ταῖς ἑαυτῶν νομοθεσίαις ἐναντία φθέγγονται. πολὺ δὲ
2. τοῦτ’ ἔστι παρὰ τῷ προπάππῳ τῆς αἱρέσεως αὐτῶν Χρυσίππῳ.
3. νομοθετεῖ μὲν γὰρ ὀνόματα πλεῖον ἢ Σόλων Ἀθηναίοις
4. ἱστᾷν τοῖς ἄξοσι νομίσματα. συγχεῖ δ’ αὐτὸς πρῶτος
5. αὐτά. καὶ εἰ ἔροιο τοὺς διαδόχους αὐτοῦ τῆς νομοθεσίας, τί
6. δή ποτε οὐκ ἐμμένει τοῖς ἑαυτοῦ παραγγέλμασι, καταχρῆται,
7. φασίν. ἔξεστιν οὖν, ὦ βέλτιστοι, καταχρῆσθαι, καὶ οὐχ
8. ἁμαρτάνουσιν οἱ τοῦτο ποιοῦντες; ἔξεστι, φασί. τί γὰρ ἄλλο
9. εἰπεῖν ἔχουσιν, ὅταν ἐν φρέατι, τοῦτο δὴ τὸ τοῦ λόγου, συσχεθῶσι;
10. τί δή ποτ’ οὖν τοῖς ἄλλοις ἀνθρώποις οὐκ ἐπιτρέπουσιν;
11. ἢ μόνῳ Χρυσίππῳ καὶ τοῖς ἀπ’ αὐτοῦ τοῦτο δρᾷν
12. ἔξεστι; διὰ τί πρὸς τῶν θεῶν; ὅτι δηλαδὴ γηγενὴς Ἀττικὸς
13. ἦν τῶν ἀμφὶ Κόδρον τε καὶ Ἐρεχθέα. ἀλλ’ εἰ τῶν τοιούτων
14. ὄντως ἦν, οὐκ ἂν παρεχάραττεν οἷον νόμισμά τι τὸ τῆς παλαιᾶς
15. φωνῆς ἔθος. νυνὶ δὲ τὸ δεινότατον οὔτε γεννηθεὶς
16. Ἀθήνῃσιν οὔτε τραφεὶς, ἀλλὰ χθὲς καὶ πρώτως ἥκων ἐκ
17. Κιλικίας, πρὶν ἀκριβῶς αὐτὸν ἐκμαθεῖν ἡντιναοῦν Ἑλλάδα
18. φωνὴν, Ἀθηναίοις ὑπὲρ ὀνομάτων ἐπιχειρεῖ νομοθετεῖν
1. ἃ κίττα τὰν σειρῆνα μιμουμένα, ἵνα κίτταν εἴπωμεν, μὴ κολοιὸν,
2. μηδὲ κόρακα, μηδ’ ἄλλο μηδὲν ὧν οἰκειότερον ἦν
3. εἰπεῖν τὸν οὕτω θρασύν. ὅσα μὲν οὖν Χρύσιππος εἰς τὴν
4. τῶν Ἀθηναίων ἐξυβρίζει διάλεκτον, τάχ’ ἄν ποτε καὶ αὖθις
5. ἡμῖν διελθεῖν γένοιτο· τὰ δ’ Ἀρχιγένους ταυτὶ τὰ νῦν ἡμῖν
6. προκείμενα θαυμαστῶς ὁρᾷς ὁμόλογα, φοβηθέντος μὲν εἰπεῖν
7. πρῶτα γένη καὶ πρώτας διαφορὰς καὶ γενικὰς διαφορὰς καὶ
8. γένη διαφορῶν, καίτοι τούτων ἁπάντων συνήθων μὲν τοῖς
9. Ἕλλησιν ὄντων, ὑπὸ Ἡροφίλου δὲ καὶ τῶν Ἡροφιλείων σχεδὸν
10. ἁπάντων μυριάκις εἰρημένων, ἐξευρόντος δὲ τὸ τῆς ποιότητος
11. ὄνομα κατὰ πάντων κοινόν. καὶ μὴν τὸ μὲν τῆς διαφορᾶς
12. ἐγχωρεῖ κατὰ πάντων λέγειν, καὶ τῶν ποιῶν καὶ τῶν
13. ποσῶν καὶ τῶν πρὸς τὶ, καὶ ὅλως ἁπαξαπάντων· παρὰ γὰρ
14. τὸ διαφέρειν ἕτερον ἑτέρου τὸ τῆς διαφορᾶς ὄνομα γέγονέ τε
15. καὶ νενόηται. διαφέρει δ’ ἀλλήλων τὰ μὲν εὐθὺς ἐν τοῖς
16. πρώτοις γένεσι τῶν κατηγοριῶν, ὡς ἄνθρωπος καὶ λευκὸν καὶ
17. δίπηχυ καὶ δεξιόν. τὸ μὲν γὰρ αὐτῶν οὐσία, τὸ δὲ ποιὸν,
18. τὸ δὲ ποσὸν, τὸ δὲ πρὸς τί. τὰ δ’ ἐν τοῖς ὑπ’ αὐτὰ, καθάπερ
1. τὸ λευκὸν καὶ τὸ τρίγωνον. τοῦ μὲν γὰρ τὸ χρῶμα
2. γένος, τοῦ δὲ τὸ σχῆμα. πέπτωκε δ’ ἄμφω ταῦτα πάλιν ὑπὸ
3. τὴν τοῦ ποιοῦ κατηγορίαν, ὥστε τὸ λευκὸν τῷ τριγώνῳ
4. κατὰ μὲν τὴν πρώτην κατηγορίαν ὡσαύτως ῥηθήσεται· ποιὸν
5. γὰρ ἑκάτερον· ἐν γένει δ’ ἔσται διαφέροντι, τὸ μὲν τῶν
6. χρωμάτων, τὸ δὲ τῶν σχημάτων. ἄλλα δ’ αὖ κατ’ εἶδος διαφέρει,
7. τῷ γένει μὴ διαφέροντα, καθάπερ τὸ λευκὸν καὶ τὸ
8. ξανθόν. τῷ μὲν γὰρ γένει ταὐτὰ, χρώματα γὰρ, εἰδικὴν δέ
9. τινα ἔχει διαφοράν. εἴδη γὰρ χρώματος ὥσπερ τὸ μέλαν
10. καὶ τὸ ἐρυθρὸν καὶ τὸ κυανοῦν, οὕτω τὸ λευκόν τε καὶ
11. ξανθόν. ἄλλα δ’ αὖ κατὰ τὸ ἄτομόν τε καὶ ἀριθμῷ ἓν, διαφέρει,
12. καθάπερ καὶ τὸ λευκὸν, ὃ δειχθῆναι δύναται, τοῦδε
13. τοῦ λευκοῦ, τοῦ δειχθῆναι δυναμένου, διαφέρει μέν τινα
14. διαφορὰν ἰδίαν, ὑπὸ δὲ ταὐτὸν πέπτωκεν εἶδος τὸ λευκόν.
15. ἀλλὰ καὶ γένος αὐτῶν ταὐτὸν, τὸ χρῶμα, καὶ κοινὴ κατηγορία,
16. τὸ ποιόν. οὕτως πᾶν παντὸς, ἕτερον ἑτέρου πάντως
17. κατά τι διαφέρει. ἐπεὶ οὖν ἡ διαφορὰ παρὰ τὸ διαφέρειν
18. εἴρηται καὶ νενόηται, τὸ διαφέρειν δὲ κᾀν τοῖς ἀτόμοις κᾀν
19. τοῖς εἴδεσι καὶ τοῖς ὑπ’ ἄλληλα γένεσιν εὑρίσκεται, καὶ περὶ
1. πάνθ’ ἁπλῶς τὰ ὁπωσοῦν ὄντα, ἀνάγκη καὶ τὴν διαφορὰν
2. ἐν ἅπασιν ὑπάρχειν τοῖς οὖσιν, οὐ μὴν τήν γε ποιότητα.
3. διὰ τοῦτο Ἀρχιγένης μὲν κακῶς τὰ πρῶτα γένη τῶν ἐν
4. τοῖς σφυγμοῖς διαφορῶν ποιότητας ὠνόμασεν, ἡμεῖς δὲ ὀρθῶς
5. καὶ ταῦτα καὶ τἄλλα πάντα διαφορὰς, ὅθεν καὶ τοὐπίγραμμα
6. τῷ λόγῳ παντὶ περὶ σφυγμῶν διαφορᾶς ἐποιησάμεθα.
7. τί λοιπὸν ἔτι λείπει τῶν ἀναβληθέντων; οὐδὲν ἢ τὸ δεῖξαι
8. τήν τε παρὰ τοῖς παλαιοῖς ἰατροῖς καὶ τοῖς ἄλλοις Ἕλλησι
9. περὶ τοὔνομα τῆς διαφορᾶς συνήθειαν. ὁ μὲν γὰρ ἔμπροσθεν
10. λόγος παρ’ Ἀρχιγένους αὐτοῦ τὰς πίστεις ἐποιήσατο, καὶ οὐδ’
11. ἐξ ἁπάντων μέντοι τῶν βιβλίων αὐτοῦ, ἀλλ’ οὐδ’ ἐκ τοῦ
12. περὶ σφυγμῶν ὅλου. ὡς εἴγε κᾀπὶ τἄλλα τις ἔρχοιτο τοῦ
13. Ἀρχιγένους συγγράμματα, καὶ πυρετῶν διαφορὰς εὑρήσει
14. καλοῦντα τὸν ἄνδρα καὶ παθῶν καὶ διαιτημάτων καὶ μυριάκις
15. χρώμενον καθ’ ὧν εἴπομεν πραγμάτων τῷ τῆς διαφορᾶς
16. ὀνόματι. τὸ δὲ καὶ παρὰ τῶν ἄλλων τε ἰατρῶν καὶ ὅλως
17. Ἑλλήνων χρήσεις παραγράφειν, οὕτω μοι δοκεῖ μακρὸν ὑπάρχειν,
18. ὥστε βίβλους μεγίστας δύνασθαι πληρῶσαι. κάλλιστον
1. οὖν αὐτῶν ἕκαστον ἐκλέγειν. εὐθὺς γὰρ καὶ τοῖς ἄλλοις τῶν
2. Ἑλλήνων ὀνόμασιν ἐθισθήσεται καὶ ἧττον ἡμῖν πράγματα
3. παρέξει πρὸς τὸν ἑξῆς λόγον. καὶ ἡμετέρας δὲ δύο πραγματείας
4. ὁ βουλόμενος ἔχει, τήν τε περὶ Ἀττικῶν ὀνομάτων
5. καὶ τὴν περὶ τῶν ἰατρικῶν. ἴσως δ’ ἄν ποτε καὶ περὶ τῶν
6. Ἰωνικῶν ποιήσαιμ’ ἂν, ὥστε ἐξ ἐκείνων ὅσα περὶ λέξεώς τε
7. καὶ ὅλως ὀνομάτων ζητεῖται, μανθάνειν. νυνὶ δὲ τὸ συνεχὲς
8. τοῦ λόγου περαινέσθω, τοῦτο μὲν ἐνταῦθα καταπαυσάντων
9. ἡμῶν, ἐν δέ τοι τοῖς ἑξῆς ὅσα λείπει προσθέντων.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 2.10, ed. Kühn, 1824, vol. 8, p. 625-635. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩