Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 2.2, ed. Kühn, 1824, vol. 8, p. 567-568. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.2

1. Ἔστι δὴ πρῶτός μοι λόγος πρὸς τοὺς σοφιστὰς
2. ὁ περὶ τῆς χρήσεως τῶν ὀνομάτων. ἡμεῖς γὰρ ἑπόμεθα
3. τῇ τῶν Ἑλλήνων συνηθείᾳ· καὶ γὰρ ἐτράφημεν ἐν
4. αὐτῇ, πειρώμεθά τε διὰ τῶν σαφεστάτων ὀνομάτων ἑρμηνεύειν
5. ἀεὶ τὸ νοούμενον, οὐ μὴν ἐγκαλοῦμέν γε τοῖς ὀλιγωροῦσιν
6. αὐτῆς, ἀλλ’ εἰ καὶ καθ’ ἑκάστην λέξιν ἐθέλοι τις βαρβαριστὶ
7. φθέγγεσθαι, μὴ λυμαινόμενος τῷ σαφεῖ τῆς ἑρμηνείας,
8. οὐδὲν ἡμῖν μέλει. τούτου γὰρ ἕνεκα χρώμεθα τῇ πρὸς
9. ἀλλήλους διαλέκτῳ, τοῦ νοῆσαι τὰ δηλούμενα, καὶ τοῦτον
10. ἡγούμεθα κάλλιστα χρῆσθαι λόγῳ, τὸν ἐναργέστατα δηλοῦν
11. ἃ βούλεται δυνάμενον. ἡ μὲν ἡμετέρα προαίρεσις τοιαύτη,
12. μέτριος, ὡς νομίζω, καὶ φιλάνθρωπος, οὐ μὴν ἐπιτρέπουσιν
13. ἡμῖν οἱ σοφισταὶ, ἀλλ’ ὥσπερ ἀλλήλοις ἐρίζουσι περὶ τῶν
14. ὀνομάτων, ἀμελοῦντες αὐτῶν τῶν πραγμάτων, οὕτω καὶ
15. ἡμῖν ἐπηρεάζουσιν ὑβρίζοντες ἀεὶ, καὶ καταγελῶντες, εἰ
16. μὴ χρησαίμεθα τοῖς ἐκείνων ὀνόμασιν. εἰ μὲν οὖν ἅπαντες
17. συνθέμενοι μίαν διάλεκτον ὥσπερ νόμισμα καινὸν ὑπὸ ψηφίσματος
18. εἰσηγήσαντο, τάχα ἂν ἐπειράθημεν ἐπιλαθέσθαι
1. μὲν τῆς τῶν Ἑλλήνων, ἐκμαθεῖν δὲ τὴν πρὸς ἐκείνων νομοθετηθεῖσαν.
2. ἀλλ’ οὐδ’ εἰ τῶν βαρβάρων τινὰ μιᾷ διαλέκτῳ
3. συνέθεντο χρήσασθαι, μαθεῖν ἄν οὐδὲ ταύτην ὠκνήσαμεν,
4. ὑπὲρ τοῦ πάντ’ αὐτοῖς χαρίσασθαι. ἐπεὶ δὲ οὐχ Ἑλληνικὴν
5. διάλεκτον εἰλικρινῶς οὐδεμίαν, οὐδὲ βάρβαρον ἁπλῶς, ἀλλά
6. τινα μικτὴν ἔξ ἁπασῶν, οἷον καρύκην, ἤ τινα ποικιλωτέραν
7. τε καὶ ἀλλοκωτέραν καρύκης συντιθέασιν, ὡς ἂν ἕκαστος
8. αὐτῶν βούληται, τὰ μὲν ἐκ Φοινίκης τε καὶ Συρίας, τὰ δὲ
9. ἐξ Αἰγύπτου τε καὶ Θρᾴκης, ἢ ποθὲν ἄλλοθεν συμφορήσας,
10. εἶτα τοῖς τῶν Ἑλλήνων ὀνόμασι μιγνὺς, οὐδὲ τούτοις γνησίοις,
11. ἀλλὰ πολυειδῶς παρεφθαρμένοις, ἐγὼ μὲν οὐκ ἔχω
12. μὰ τοὺς θεοὺς, ὅ τι καὶ γένωμαι, μήτ’ ἐκμανθάνειν τὰς
13. τοιαύτας διαλέκτους δυνάμενος μήτ’ ἐκείνους πείθων μίαν
14. ἐκμανθάνειν τὴν τῶν Ἑλλήνων, μήτ’ ἐπειδὴ τούτων οὐδ’
15. ἑτέρου τυγχάνω, τοῦ γοῦν τρίτου τε καὶ λοιποῦ τυχεῖν παρ’
16. αὐτῶν δυνάμενος, τοῦ συγχωρεῖν ἡμῖν, ἐν ᾗ τεθράμμεθα
17. φωνῇ, ταύτῃ χρήσασθαι. τὸ μὲν δὴ περὶ τὴν τῶν ὀνομάτων
18. χρῆσιν κακὸν τηλικοῦτον.

Cliquer un n° de page pour en afficher l’image