1. Ἕτερον δὲ τὸ περὶ τοὺς ὁρισμοὺς μακρῷ
2. τούτου χαλεπώτερον. ἔνιοι γὰρ αὐτῶν δοκοῦσί μοι μηδὲ λάχανον
3. ἂν πρίασθαι χωρὶς ὅρου, καὶ ταῦτα μέντοι μηδ’ ὄναρ
4. διαλεκτικῆς ἡμμένοι, καὶ προτείνουσιν, ὡς ἂν τοιοῦτοί τε κᾀν
5. τοιούτοις τεθραμμένοι, τῶν ὀνομάτων τι τούτων τῶν καλῶν
6. τῶν ἐκ μέσης Συρίας, ἢ Κιλικίας, καὶ τοῦτο ὁρίζεσθαι κελεύουσιν,
7. ὃ μηδ’ ἴσως ἤκουσε τὴν ἀρχὴν ἄνθρωπος Ἕλλην
8. μηδὲ πώποτε. εἶθ’ ὁ μὲν, ὡς ἂν ξένον τε καὶ βάρβαρον
9. ἀγνοεῖ, ὁ δ’ ἤδη καταγελᾷ τε καὶ σκώπτει, καὶ τωθάζει καὶ
10. παῖδα καὶ μειράκιον ἀποκαλεῖ. πολλάκις δὲ τὸ μὲν προταθὲν
11. ὄνομα τῶν Ἑλληνικῶν ἐστιν, οὐ μὴν καθ’ οὗ γε παρὰ
12. τοῖς Ἕλλησιν ἐπίκειται πράγματος, οὕτως αὐτὸ νοοῦσιν οἱ
13. δαιμόνιοι σοφισταὶ, κᾄπειτα κελεύουσιν ὁρίσασθαι. καί τις
14. ἴσως Ἕλλην ἀνὴρ ὁριεῖται κατὰ τὴν τῶν Ἑλλήνων συνήθειαν.
15. οἱ δὲ οὐ μόνον οὐ πείσονται, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ καὶ
16. καταγελάσουσι, καὶ διαπαίξουσιν. οὗτος μὲν ὁ δεύτερος τρόπος
17. τῶν περὶ τοὺς ὁρισμοὺς κακῶν. ὁ δὲ δὴ τρίτος ὁ μηκέτι
18. κατὰ τοὔνομα καὶ τὸ σημαινόμενον, ἀλλ’ ἤδη καὶ κατ’ αὐτὸ
1. τὸ ὑποκείμενον σφαλλάμενος, ὅταν ἐπιχειρῇ τις ἀνὴρ διαλεκτικὸς
2. τοὺς ὅρους αὐτῶν, τοὺς μὲν ἐλλιπεῖς, τοὺς δὲ περιττοὺς,
3. τοὺς δὲ ἀδιορίστους, τοὺς δὲ ἀσαφεῖς, τοὺς δὲ μακροὺς,
4. τοὺς δὲ ψευδεῖς, τοὺς δ’ ὅλως οὐδ’ ὅρους δεικνύειν,
5. ἐξαίφνης, ὥσπερ ἐνθουσιῶντες, πικροὶ τῆς διαλεκτικῆς ἀναφαίνονται
6. κατήγοροι, καὶ τότ’ αὐτοῖς μάτην καὶ πρὸς κακοῦ
7. δοκεῖ τῷ τε βίῳ παντὶ καὶ ταῖς τέχναις ἐπιτηδεύεσθαι. ὥστ’
8. ἐγὼ μὲν πολλάκις, νὴ τοὺς θεοὺς, ἐξεπλάγην, εἰ παρακαλούντων
9. μὲν ἡμῶν, μὴ πάντα δι’ ὅρων πειρᾶσθαι μήτε διδάσκειν
10. μήτε μανθάνειν, οἱ δ’ οὐ πείθονται· συγχωρησάντων
11. δ’ ὁρίσασθαι, κᾄπειτα δεικνύντων ἡλίκον σφάλλονται,
12. τηνικαῦτα τοὺς ὅρους ἀχρήστους εἶναί φασι, καὶ ταῦτ’ οὐ
13. μιᾶς ἡμέρας, ἢ δυοῖν ἐν τῷ μέσῳ γινομένων, ἀλλ’ ἐν ἀκαρεῖ
14. χρόνῳ, τὸ λεγόμενον δὴ τοῦτο μεταπεσόντος ὀστράκου, ποτὲ
15. μὲν ὅρον ἐρωτῶσι προβάλλοντες ὄνομα, ποτὲ δὲ ἀχρήστους
16. εἶναι τοὺς ὅρους φασί. τὸ δὲ τέταρτον αὐτοῖς ἐν τοῖς τοιούτοις
17. πλημμέλημα, μηδ’ ὅτι πάντων οὐκ εἰσὶν ὅροι γινώσκειν·
18. εἶθ’ ὡς ἂν τοῦτο ἀγνοοῦντες ἐπιχειρεῖν ὁρίζεσθαι
19. πάντα, καὶ πρὸς ἀλλήλους διαφέρεσθαι, καὶ κεκραγέναι μάτην
1. ὑπὲρ πραγμάτων ὁρισθῆναι μὴ δυναμένων. τὸ δὲ πέμπτον
2. καὶ θαυμασιώτατον αὐτῶν ἐν τοῖς ὁρισμοῖς ἁμάρτημα,
3. πρὶν διελθεῖν τὴν ὁμωνυμίαν, ἕνα τῶν πολλαχῶς λεγομένων
4. ὁρισμὸν ποιοῦνται, ὥσπερ οὐ τῶν πραγμάτων τοὺς ὅρους,
5. ἀλλὰ τῶν ὀνομάτων ὄντας. ἐμὲ γοῦν ποτε τούτων τις τῶν
6. ἐπιπολαζόντων σοφιστῶν ὀλίγου δεῖν ἀπέπνιξε. προβαλόντι
7. γὰρ ὡδί πως αὐτῷ, τί ἐστι πλήρης σφυγμὸς, ἐγὼ μὲν ὑπολαβὼν
8. εἶπον τῶν πολλαχῶς λεγομένων εἶναι τοὔνομα, καὶ διὰ
9. τοῦτο μηδ’ ἔχειν ὅρον ἕνα, πρὶν διελέσθαι τὴν ὁμωνυμίαν.
10. ὁ δ’ ἔτι μου ταῦτα λέγοντος, οὐκ οἶδ’, ἔφη, τί ληρεῖς.
11. ἀρκεῖ μοι μαθεῖν παρὰ σοῦ τί ἐστι πλήρης σφυγμὸς, τοὺς δ’
12. ἐκ τῆς διαλεκτικῆς λήρους τοὺς ἐπιτρίψαντας τὴν ἰατρικὴν
13. ἀπόλιπε. καὶ μὴν, ἔφην, οὐδὲν πώποτε ἤκουσας ἐμοῦ σπουδάζοντος
14. οὐδὲν τῶν κατὰ διαλεκτικὴν ὁρίζεσθαι. τοῦτο γάρ
15. τοι, φησὶ, τὸ δεινότατόν ἐστιν, ὅτι μήθ’ ὀρίζεσθαι τολμᾶτε
16. καὶ διαλεκτικῇ φλυαρίᾳ καταντλεῖν ἡμᾶς οὐκ ὀκνεῖτε.
17. ἀλλ’ εἰπὲ, φθέγξαι, λάλησον, ἀπόκριναι τίς πλήρης ἐστὶ
18. σφυγμός; οὐ δυνατὸν δ’, ἔφην ἐγὼ, πρὶν διαστείλασθαι
1. τὴν ὁμωνυμίαν. ὁ δ’ ἀνακραγὼν ὁμωνυμίας πάλιν
2. ἔφασκε καὶ λήρους μακροὺς ἀφῖχθαι, τὰ τὴν ἰατρικὴν ἐπιτρίψαντα
3. καὶ ἡμᾶς ἀπολέσαντα. οὐ μὲν οὖν ἡμᾶς, εἶπον,
4. ἀλλ’ ὑμᾶς ἀπώλεσε τοὺς ὁρίζεσθαι πάντα βουλομένους.
5. ἰδοὺ, φησὶ, καὶ λοιδορεῖν ἡμᾶς ἐπιχειρεῖ. τί μᾶλλον, ἔφην, ἢ
6. ἐμὲ σύ; κᾀν τούτῳ διανίστατο τυπτήσων, ἀλλὰ τοῦτον μὲν
7. ἐπέσχον οἱ παρόντες καὶ σοβαρῶς ἐπεγγελάσας ἐκεχώριστο,
8. τῶν δ’ ὑπολοίπων ἤδη τις πρεσβύτης, πώγωνά τε μέγιστον
9. ἄχρι τῶν στέρνων καθεικὼς, καὶ τἄλλα πάνυ σκυθρωπὸς,
10. τοῦτο γὰρ νῦν τὸ σεμνὸν νενόμισται, παύσασθε, ἔφη, καὶ
11. μὴ θορυβεῖτε, ὦ παῖδες, ἀλλ’ ἐάσατε τὸν ἑταῖρον ἡμῖν ἀποσαφῆσαι,
12. τί ποτε καὶ λέγει. κᾀγὼ προσβλέψας αὐτῷ, τί
13. γὰρ, ἔφην, πυνθάνου; τοῦτ’ αὐτὸ, εἶπεν, ὑπὲρ οὗ διελέγεσθε,
14. τὸ περὶ τοῦ πλήρους σφυγμοῦ. βούλει τοίνυν, εἶπον,
15. μὴ πάνυ σπεύδειν, ἵν’ ἕπωμαί σοι; βραδὺς γάρ εἰμι φύσει,
16. καὶ τοῖς ἐπειγομένοις οὐ ῥᾳδίως ἀκολουθῶ. ὡς οὐ σπεύσοντος
17. ἔφη, διαλέγου. ἆρ’ οὖν, ἔφην, βραχύ μοι συγχωρήσεις
18. ἕνεκα παραδείγματος, ἐρέσθαι κοινῇ πάντας ὑμᾶς;
1. ἐξέσται γὰρ ἀποκρίνασθαι τῷ βουλομένῳ. συνεχώρει. κᾀγὼ
2. συγχωρήσαντος ἐπυνθανόμην τί ἐστι γλῶττα, καὶ μετ’ ὀλίγον
3. τις ἀποκρίνεται, ὄργανον ζώου γευστικόν. ἕτερος δὲ
4. διαλεκτικὸν εἶπε. καί τις τρίτος γευστικόν θ’ ἅμα καὶ διαλεκτικόν.
5. κᾀγὼ πρὸς αὐτοὺς ἀποβλέψας, καὶ ἡ τοῦ ὑποδήματος,
6. ἔφην, καὶ ἡ τοῦ αὐλοῦ γλῶττα ὄργανόν ἐστι ζώου
7. γευστικὸν ἢ διαλεκτικόν; ὡς δὲ διεσιώπησαν ἐπὶ τούτῳ,
8. καὶ ὁ σκυθρωπὸς γέρων πολὺ δή τι σκυθρωπότερος ἐγεγόνει,
9. πάλιν αὐτὸν παρεκάλουν ἓν ἔτι παραπλήσιον ἐρέσθαι. ὁ δὲ
10. πάνυ μὲν σεμνῶς καὶ μόγις, ὑπέσχετο δ’ ὅμως. κᾀγὼ φοβηθεὶς
11. μὴ μεταγνῷ βραδύναντος, σπουδῇ προὔβαλον, τί ποτ’
12. ἐστὶ κύων; ἀποκρινομένου δέ τινος ἐκ τῶν παρόντων, ζῶον
13. τετράπουν ὑλακτικὸν, καὶ ὁ θαλάττιος, ἔφην, κύων, ζῶόν
14. ἐστι τετράπουν ὑλακτικὸν, καὶ τὸ κατ’ οὐρανὸν ἄστρον, καὶ
15. τὸ κατὰ πρόσωπον πάθος; ἐπὶ τούτοις ὁ μὲν γέρων ὥσπερ
16. ὄνος ἔσειεν ἤδη τὰ ὦτα. καὶ τοῖς ἄλλοις δὲ τοῖς παροῦσιν
17. ἐδοκοῦμέν τι λέγειν καὶ πάντες ἠξίουν, ὧν περ ἕνεκα ταῦτα
18. ἐπηρώτητο, περαίνειν, ἐπειδὴ καὶ καταρχὰς εὐθὺς ὑπεσχόμην
1. παραδείγματος ἕνεκα τῶν ἑξῆς ποιήσασθαι τὴν ἐρώτησιν.
2. ὡς δὲ σιωπῶντας αὐτοὺς καὶ ποθοῦντας ἀκούειν ἔσχον, οἶμαι
3. νοεῖν ὑμᾶς, ἔφην, ἤδη, πηλίκον ἐστὶν ἁμάρτημα, πρὶν
4. διαστείλασθαι τὴν ὁμωνυμίαν, ἐπιχειρεῖν ὁρίζεσθαι· οὐ
5. γὰρ δὴ τῶν ὀνομάτων, ἀλλὰ τῶν πραγμάτων οἱ ὅροι εἰσίν.
6. ὅταν οὖν ὑφ’ ἑνὸς ὀνόματος πολλὰ δηλοῦται πράγματα, τοσούτους
7. ἀνάγκη τοὺς ὅρους ὑπάρχειν, ὅσα περ καὶ τὰ πράγματα.
8. φέρε γὰρ ἐπὶ τῆς γλώττης ὄνομα μὲν ἓν, τρία δ’ ἐξ
9. αὐτοῦ δηλοῦται, καὶ καθ’ ἕκαστον αὐτῶν ἴδιός ἐστιν ὁρισμός.
10. αὖθις δ’ εἰ τύχοι, δύο μὲν ὀνόματα, καὶ πολλάκις γε τρία
11. καθ’ ἑνὸς πράγματος, ὡς ἐπὶ τοῦ ξίφος τε καὶ ἄορ καὶ
12. φάσγανον· ὁ δ’ ὅρος εἷς, οὐ τρεῖς, ὥσπερ τὰ ὀνόματα.
13. ἴσον γὰρ ἀεὶ τὸ πλῆθος τῶν ὅρων τῷ πλήθει τῶν πραγμάτων
14. ἐστίν. ὥστ’ οὐδ’ ὅταν ἓν πρᾶγμα πολλοῖς ὀνόμασιν ᾖ
15. κεκλημένον, ὅρους ἀξιώσεις λέγεσθαι πολλοὺς, οὔθ’ ὅταν ἓν
16. μὲν ὄνομα, πολλὰ δὲ τὰ δηλούμενα, τὸν ὅρον ἀξιώσεις ἕνα
17. σοι ῥηθῆναι. μετρήσεις γὰρ ἀεὶ τὸν ἀριθμὸν τῶν ὅρων τῷ
18. πλήθει τῶν πραγμάτων. εἰ μὲν δὴ τὸ, πλῆρες, ὄνομα, καθ’
1. ἑνὸς ὑποκειμένου λέγεται πράγματος, ἐνδέχεται προτεθέντος
2. αὐτοῦ λέγειν ἤδη τὸν ὅρον. εἰ δ’ οἱ περὶ τὸν Ἀρχιγένη μάλιστα
3. δὴ πάντων οὐκ εἴασαν ἓν ἐκ τοῦ πλήρους ὄνομα δηλοῦσθαι,
4. τάξαντές τε πολυειδῶς τὸν τόπον καὶ πλῆθος
5. ἐπεισκυκλήσαντες σημαινομένων, οὐχ ἡμῖν ἐγκαλεῖν χρὴ μὴ
6. τολμῶσιν ὁρίζεσθαι, τοῖς δ’ ἀπαρξαμένοις, εἴπερ ἄρα, τῆς
7. τοιαύτης ταραχῆς. εὑρίσκω γὰρ τοὺς νεωτέρους ἰατροὺς,
8. τοὺς μὲν, ὅταν ὁ τῆς ἀρτηρίας χιτὼν ὅπως ἔχει συστάσεως μηνῦσαι
9. θελήσωσι, τῷ τε τοῦ πλήρους ὀνόματι καὶ τῷ τοῦ
10. κενοῦ κατὰ τοῦτο χρωμένους, τοὺς δ’ ὅταν τὴν ἐν τῇ κοιλότητι
11. περιεχομένην οὐσίαν. καὶ ταύτης οἱ μὲν τὸ ποσὸν διὰ
12. τῶν ὀνομάτων δηλοῦσθαι νομίζουσιν, οἱ δὲ τὸ ποιὸν, οἱ δ’
13. ἀμφότερα. Ἀρχιγένει δ’, ὡς ἔοικεν, οὐκ ἀρκεῖ μόνον ταῦτα,
14. προσεπεισάγει δ’ ἡμῖν καὶ τὸ τῆς τοῦ πνεύματος δυνάμεως
15. σημαινόμενον. οὔκουν οὐδ’ ὅρον ἕνα δυνατὸν ποιήσασθαι
16. πλήρους σφυγμοῦ, ἀλλὰ τοῦ μὲν τὸ ποσὸν, ἢ τὸ ποιὸν, ἢ
17. τὰ ἀμφότερα τῆς ἐγκεχυμένης οὐσίας δηλοῦντος, ἑτέρους ὁρισμοὺς
18. ποιητέον, τοῦ δὲ τὴν δύναμιν τοῦ πνεύματος ἑτέρους,
19. τοῦ δὲ τὸ ποιὸν τοῦ χιτῶνος ἄλλους. ταῦτ’ εἰπὼν ἐγὼ
1. μὲν ἐσιώπων· ἤνυστο γάρ μοι τὸ προτεθέν· οἱ δ’ ἠξίουν
2. διελθεῖν αὖθις τὸν λόγον, ἐπειδὴ ἅπαξ ὑπηρξάμην. ἐκείνοις
3. μὲν οὖν δεομένοις ἐχαρισάμην. ἐν δὲ τῷ παρόντι πάντα
4. μὲν οὐ προσήκει λέγειν ἐκεῖνα, μέλλοντά γε τὸ πλεῖστον αὐτῶν
5. καὶ τὸ χρησιμώτατον ἐν τοῖς περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως
6. ἐρεῖν.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 2.3, ed. Kühn, 1824, vol. 8, p. 569-576. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩