Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 2.4, ed. Kühn, 1824, vol. 8, p. 576-583. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.4

7. Ὅσον δ’ εἰς τὰ προκείμενα χρηστὸν, εἰρήσεται,
8. τὸ μήθ’ ὁρίζεσθαι πάντα ἀξιοῦν μήτε πολλὰ σημαινόμενα
9. προειπόντα τὸν ὁρισμὸν ἕνα ποιεῖν, ὅπερ ἐπὶ τοῦ
10. πλήρους σφυγμοῦ διημάρτηται τῷ Ἀρχιγένει. διὰ τοῦτο οὐδ’
11. αὐτὸς ὁ ὅρος αὐτοῦ σαφής ἐστι, οὐδ’ ἔχει συμβαλεῖν, εἴτε
12. περὶ τοῦ σώματος τῆς ἀρτηρίας, εἴτε περὶ τῆς ἐν τῇ κοιλότητι
13. περιεχομένης οὐσίας διαλέγεται. κινδυνεύει γὰρ ὀνόματος
14. ὁρισμὸν, οὐ πράγματος ποιεῖσθαι. πάντως γὰρ ἂν εἴπερ
15. ἐτεθέατο τὰ πράγματα, πλείονας ἐποίησεν ὅρους, ἀλλ’ ὅτι γε
16. τοὔνομα μόνον σκοπεῖ, μαθεῖν ἔνεστι κᾀξ ὧν εὐθὺς κατ’ ἀρχὰς
17. τοῦ περὶ τῶν σφυγμῶν συγγράμματος ὀκτὼ λέγει ποιότητας
18. παρέπεσθαι τοῖς σφυγμοῖς, μέγεθος, σφοδρότητα, τάχος,
1. πυκνότητα, πληρότητα, τάξιν, ἢ ἀταξίαν, ὁμαλότητα, ἢ
2. ἀνωμαλίαν, ῥυθμόν. ἂν γὰρ τὸ τῆς πληρότητος ὄνομα κατὰ
3. πλειόνων λέγηται ποιοτήτων, οὐκ οἶδα πῶς ἔτι μένουσιν
4. ὀκτώ. φέρε γ’ οὖν, εἴ τις ἐπὶ ταῖς ἑπτὰ ταῖς ἄλλαις προστιθεὶς
5. τήν τε κατὰ τὸ σῶμα τῆς ἀρτηρίας καὶ τὴν κατὰ
6. τὸ καλούμενον ἔγχυμα, καὶ τὴν κατ’ αὐτὸ τὸ πνεῦμα, δέκα
7. λέγει τὰς πάσας εἶναι ποιότητας τῶν σφυγμῶν, τί πρὸς τοῦτον
8. ἐροῦμεν; ἵνα νὴ Δία, εἴ τις εἰς δύο τέμνων τὴν ἐγκεχυμένην
9. οὐσίαν, ἑτέραν μὲν ἐπὶ τῷ ποσῷ ταύτης, ἑτέραν δ’
10. ἐπὶ τῷ ποιῷ τιθῆται τὴν ποιότητα. οὕτως ἐπὶ τοῖς ὀνόμασιν
11. ὁ Ἀρχιγένης ἔοικε καταμένειν, μὴ διαρθρῶν τὰ σημαινόμενα.
12. καὶ δίκαιον ἤδη τὸ τῆς παροιμίας εἰπεῖν, ἰδιωτικὸν
13. μὲν, ἱκανῶς δ’ ἐοικὸς τοῖς παροῦσιν, ὅταν γὰρ, φησὶ, τὸ
14. ὕδωρ πνίγῃ, τί ἐπιῤῥοφήσομεν; εἰ γὰρ Ἀρχιγένης ἁμαρτάνει
15. τοιαῦτα, πρὸς τίνα πορευθῶμεν; τίς ἡμῖν ἐπανορθώσεται
16. τὰ τούτων σφάλματα; καὶ γὰρ οὐδὲ ταῦτα μόνον, ἀλλ’ εἰ
17. χρὴ τἀληθὲς εἰπεῖν, ἄλλα πλείω φαίνεται σφαλλόμενος.
18. αὐτίκα γέ τοι κατὰ τὰς ὀκτὼ τὰς πρώτας ποιότητας, οὐδαμοῦ
19. μνημονεύσας σκληρότητος καὶ μαλακότητος, ἑξῆς ὑπὲρ
1. αὐτῶν διαλέγεται. πρῶτον μὲν γὰρ περὶ μεγέθους,
2. δεύτερον δὲ περὶ σφοδρότητος, καὶ τρίτον περὶ πληρότητος,
3. τέταρτον δὲ περὶ σκληρότητος διείλεκται. εἰ μὲν οὖν σύνθετόν
4. τινα ἐξ ἁπλῶν εἰργάζετο ποιοτήτων αὐτὴν, τάχ’ ἄν τις
5. ἀπελογήσατο ὑπὲρ αὐτοῦ, δεόντως μὲν ἐν ἀρχῇ παραλελεῖφθαι
6. φάσκων, ἡνίκα τῶν ἁπλῶν ἐμνημόνευσε μόνων, εὐλόγως δ’
7. ἑξῆς ἐν τοῖς συνθέτοις γεγράφθαι. νυνὶ δὲ περὶ τετάρτης
8. αὐτῆς τὸν λόγον ἐποιήσατο, μέσην ὡς ἔνι μάλιστα τάξας
9. ἁπασῶν τῶν ἁπλῶν ποιοτήτων. ἐξηγούμενος δὲ τί ποτ’ ἐστὶ,
10. τὴν κατὰ σύστασιν, ἢ διάλυσιν τῆς ἀρτηρίας ἀντίληψιν εἶπεν,
11. ἐξ ὧν δηλονότι τῶν ἁπλῶν αὐτὴν εἶναι βούλεται. ταῦτα μὲν
12. οὖν εὐθὺς κατ’ ἀρχὰς ἡμάρτηται τῷ Ἀρχιγένει περὶ τὴν ἐξαρίθμησιν
13. τῶν πρώτων ποιοτήτων, ἃς οὐδ’ ἀποδεῖξαι, πῶς
14. τοσαῦται τὸν ἀριθμόν εἰσιν, ἠξίωσεν, ἀλλ’ ἁπλῶς ὡδί πως
15. ἔῤῥιψε τὸν λόγον. ὀκτὼ λέγονται ποιότητες παρέπεσθαι τοῖς
16. σφυγμοῖς, αἱ διηχημέναι παρά γ’ οὖν τοῖς καθαρείοις. ἐγὼ
17. δὲ τί μέν ἐστι τὸ διηχημέναι, ἀκριβῶς συμβαλεῖν οὐ δύναμαι.
18. οὐδὲ γὰρ εὗρον τοὔνομα παρά τινι τῶν Ἑλλήνων. ὥστε οὐδὲ
19. καθ’ οὗ τέτακται πράγματος ὑπ’ Ἀρχιγένους ἐπίσταμαι, καὶ
1. ταῦτα μηδὲ γράψαντος αὐτοῦ βιβλίον περὶ τῆς ἰδίας διαλέκτου,
2. καθάπερ Χρύσιππος ὑπὲρ ὧν ἔθετο κατὰ τὴν διαλεκτικὴν
3. ὀνομάτων· μόνως γὰρ ἂν οὕτως συνίεμεν αὐτοῦ. ἐκ μέντοι
4. τῆς ὅλης λέξεως ὑπονοήσειεν ἄν τις, κατὰ τοῦ παρὰ πᾶσι λεγομένου
5. τε καὶ πεπιστευμένου τὸ διηχημέναι φέρειν αὐτόν.
6. καίτοι γε οὐδὲ τοῦτ’ ἐστὶν ἁπλῶς ὑπονοῆσαι δυνατόν. οὐ
7. γὰρ ἅπασιν, ἀλλὰ τοῖς καθαρείοις φησὶν, οὓς οὐδ’ αὐτοὺς
8. πάλιν ἐπίσταμαι, τίνες ποτέ εἰσι. καίτοι μαθεῖν γε ἐδεόμην,
9. ἵνα σκέψωμαι πότερον πιστευτέον αὐτοῖς χωρὶς ἀποδείξεως,
10. ἢ μή. παρὰ μὲν γὰρ Ἀριστοτέλους ἔνδοξα λήμματα ἤκουσα,
11. τὰ πᾶσιν ἀνθρώποις, ἢ τοῖς πλείστοις, ἢ τοῖς σοφοῖς δοκοῦντα.
12. νυνὶ δὲ, εἰ τοὺς καθαρείους ἀντὶ τῶν σοφῶν χρὴ
13. νοεῖν, οὐκ οἶδα. κάλλιον δ’ ἂν ἦν πολλῷ προσθεῖναί τινα,
14. εἰ καὶ μὴ βεβαίαν ἀπόδειξιν, παραμυθίαν γ’ οὖν ἱκανὴν τῷ
15. λόγῳ περὶ τῶν ὀκτὼ ποιοτήτων, ἵνα μή τις εὐθὺς κατ’ ἀρχὰς,
16. ὡς εἰς Μωϋσοῦ καὶ Χριστοῦ διατριβὴν ἀφιγμένος, νόμων
17. ἀναποδείκτων ἀκούῃ, καὶ ταῦτα ἐν οἷς ἥκιστα χρή. μέλλων
18. γὰρ ἐρεῖν ὑπὲρ ἁπάντων τῶν σφυγμῶν, ὡς ἄν τις ἐξ ὧν
1. προὔγραψεν εἰκάσειεν, ὁπόσοι γ’ εἰσὶν, οὐδεμιᾷ μεθόδῳ λογικῇ
2. προβιβάζειν ἡμᾶς ἠξίωσεν, ἀλλ’ ἐμπειρικὴν ἐποιήσατο
3. διδασκαλίαν ὀκτὼ τοῖς καθαρείων λέγων διηχεῖσθαι ποιότητας.
4. τί δὲ, εἰ ῥᾳθυμότερον οἱ καθάρειοι παρέλιπόν τινας ἐξ αὐτῶν,
5. τούτου χάριν, οὐδὲ πρὸς τὴν φύσιν αὐτὴν, πλείους
6. εἰσὶν, ἢ τὰ δοκοῦντα τοῖς καθαρείοις ἀπόχρη λέγειν, ὡς
7. ἀληθῆ; καὶ ταῦτ’ οὐκ εἰδότα τίνες ποτ’ εἰσὶν οἱ καθάρειοι,
8. πότερον οἱ γράμματα μεμαθηκότες, ἢ οἱ τὰ πρῶτα μαθήματα,
9. ἢ οἱ συνετοὶ, ἢ οἱ φρόνιμοι, ἢ οἱ σοφοί; ἀλλὰ
10. καὶ τὸ ποιότητας ὀνομάζειν τὰς πρώτας καὶ γενικὰς τῶν
11. σφυγμῶν διαφορὰς, ὀλίγωρον. ἡ γοῦν κατὰ μέγεθος καὶ
12. μικρότητα διαφορὰ ποιότης οὐκ ἔστιν, εἰ μὴ καὶ τὸ τρίπηχυ
13. ποιὸν ἐρεῖς. ἐγὼ μὲν γὰρ ᾤμην, ποσόν. ἀλλὰ καὶ
14. περὶ τοῦ μεγάλου καὶ μικροῦ οὐκ ὀλίγον οἶδα γεγονότα
15. λόγον, πότερον ποσόν τι δηλοῦσιν, ἢ πρὸς τὶ, ἢ ὅπερ καὶ
16. ἀληθὲς, πρὸς τὶ μὲν ἔν τε τῇ τοῦ ποσοῦ κατηγορίᾳ, οὐ μὴν
17. τῇ τοῦ ποιοῦ γένους οὐδαμῶς, ὥσπερ οὐδὲ ῥυθμὸν, οὐδ’
18. ἀταξίαν καὶ τάξιν, οὐδ’ ὁμαλότητα καὶ ἀνωμαλίαν. 
1. φανερῶς γὰρ καὶ ταῦτα τῶν πρὸς τί. τὸ δὲ καὶ κοινὸν
2. γένος νομίζειν τὸ μὲν μέγεθος τοῦ μεγάλου τε καὶ μικροῦ
3. σφυγμοῦ, τὴν δὲ σφοδρότητα τοῦ σφοδροῦ τε καὶ ἀμυδροῦ,
4. τὸ δὲ τάχος τοῦ ταχέος τε καὶ βραδέος, τὴν δὲ πυκνότητα
5. τοῦ πυκνοῦ τε καὶ ἀραιοῦ, καὶ αὖθις ἐφεξῆς ἐν τοῖς κατωτέρω,
6. πληρότητα μὲν πλήρους τε καὶ κενοῦ, σκληρότητα δὲ
7. σκληροῦ τε καὶ μαλακοῦ, πῶς οὐχὶ ταῦτα δεινῶς ἄτοπα; εἰ
8. γὰρ ἐπιθυμεῖ πάντως ἑνὶ τὸ γένος ὅλον ὀνόματι κατηγορῆσαι,
9. τί δή ποτ’ ἐπὶ τάξεώς τε καὶ ἀταξίας, ὁμαλότητός τε καὶ
10. ἀνωμαλίας, οὐχ ὑπέμεινεν αὐτό; ἢ εἴπερ οὐκ ἐδεῖτο ἐπὶ τούτων
11. κοινῆς κατηγορίας, τίς ἦν χρεία δεηθῆναι κατὰ τὰς ἄλλας
12. διαφοράς; ἢ εἰ κατὰ τὰς ἄλλας ἅπαξ ἐτόλμησεν ὑπερβῆναι τὸ
13. τῶν Ἑλλήνων ἔθος, τί δή ποτε πυκνότητα μὲν πυκνοῦ κατηγόρησε
14. καὶ ἀραιοῦ σφυγμοῦ, ὁμαλότητα δ’ οὐκ ἐτόλμησεν
15. ὁμαλοῦ τε καὶ ἀνωμάλου κατηγορῆσαι; ταῦτ’ οὖν ὅπως ἀλλήλοις
16. ὁμολογεῖ, βουλοίμην ἂν μαθεῖν. τὰ μὲν γὰρ ὡς αἰδούμενος
17. τὴν τῶν Ἑλλήνων συνήθειαν, τὰ δ’ ὡς καταφρονῶν
18. καὶ ταράττων γράφει. ἐφ’ ἑνὸς οὖν τοῦ πρώτου γένους
19. παρείσδυσιν πορισάμενος, ἐνεδείξατο μὲν ὡς ἐπὶ πάντα τὰ
1. ἄλλα τὸν αὐτὸν ἕξει λόγον, οὐ μὴν ἐνέμεινέ γε τῇ τόλμῃ, δέον
2. ἐξ ἀρχῆς ἢ μὴ παρακόπτειν τῆς συνηθείας μηδὲν, ἢ τολμηρῶς
3. καθ’ ὅλης ἰέναι. τὸ γάρ τοι μέγεθος τοῦ σφυγμοῦ γενικῶς
4. φήσας λέγεσθαι, καὶ γὰρ τὸν μικρὸν ἔχειν ἴδιον μέγεθος,
5. εἶτα καὶ τὴν σφοδρότητα γενικῶς εἰπών πως οὐ κατὰ τοῦ
6. σφοδροῦ μόνου, ἀλλὰ καὶ κατὰ τοῦ ἀμυδροῦ κατηγορεῖσθαι,
7. περὶ τῆς πληρότητος εὐθὺς ὀκλάζει γράφων ὡδί· τῷ πλήρει
8. σφυγμῷ καὶ τῷ κενῷ ἐστι τι κοινὸν γένος. τοῦτ’ ἔσθ’ ὅτε
9. πληρότης καλεῖται. τὸ γὰρ ἔσθ’ ὅτε, προσέθηκεν ἐν τούτῳ
10. τῷ γένει, μὴ προσθεὶς τοῖς ἔμπροσθεν, οἷον ἐπιτιμώμενος
11. ἤδη τὴν τοῦ παλαιοῦ τῆς λέξεως ἔθους σύγχυσιν. ἐροῦντος
12. γὰρ, οἶμαι, τινὸς πρὸς αὐτὸν τῶν παρ’ Ἕλλησι τεθραμμένων,
13. ὦ ἄνθρωπε, τῷ κενῷ τίς ὑπάρχει πληρότης; τί ταῦτα παρανομεῖς
14. εἰς τὰς κοινὰς τῶν Ἑλλήνων φωνάς; ἵνα μὴ τοῦτο γένηται
15. προσέθηκεν, ἔσθ’ ὅτε καλεῖται. καὶ δῆλον, ὡς ἡμεῖς
16. μὲν ἐρησόμεθα, πότε, καὶ ποῦ, καὶ πρὸς τίνων. τοῦτο γὰρ
17. βούλεται τὸ, ἔσθ’ ὅτε. ὁ δ’ οὐδὲν μὲν ἕξει τῶν Ἑλλήνων
18. δεῖξαι βιβλίον, ἐξ οὗ τὴν χρῆσιν πιστώσαιτο, μόνον δὲ
1. ἴσως ἀρκέσει αὐτῷ λέγειν παρὰ τοῖς ναύταις, καὶ τοῖς ἐμπόροις,
2. καὶ τοῖς καπήλοις, καὶ τοῖς βαλανεῦσιν. ἀεὶ γὰρ ἐπὶ
3. τούτους καταφεύγουσι μάρτυρας, ὅταν ὑπὲρ ὀνόματος ἡ
4. ζήτησις ᾖ.

Cliquer un n° de page pour en afficher l’image