5. Τάχα τις ἐρεῖ πρὸς ἡμᾶς· σὺ δ’ ὦ τᾶν
6. οὕτως ἄρα τὴν τῶν Ἑλλήνων συνήθειαν ὑπερτετίμηκας, ὥστε
7. μηδ’ ἐπιτρέπειν μηδενὶ μηδὲ τοὐλάχιστον αὐτῆς παρακόπτειν;
8. οὐ μὲν οὖν, φήσω, μὰ τὸν Ἡρακλέα καὶ πάντας θεούς·
9. ἀλλ’ εἰ καὶ βέκος ἐθέλοις τὸν ἄρτον καλεῖν, ὥσπερ οἱ Φρύγες,
10. οὐδὲν ἡμῖν διαφέρει· μόνον δίδαξόν με πρῶτόν σου τὴν
11. διάλεκτον, ἵν’ ἕπωμαι, καὶ μὴ λέγε, καλεῖται. πάντως γὰρ
12. ἐρήσομαί σε, παρὰ τίσιν; οὐ γὰρ δή γε παρὰ τοῖς Ἕλλησιν.
13. ἀλλά πώς φασι, καλείσθω. καὶ εἰ τοῦτό που λέξαντος ἔτι
14. γρύζων εὑρεθείην, ἐμαυτῷ θανάτου τιμῶμαι. νυνὶ δ’ ἐπὶ
15. μὲν τινῶν, καλεῖται, λέγεις, καταψευδόμενος τῆς συνηθείας
16. τῶν Ἑλλήνων, ἐπὶ δὲ τινῶν οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τοῦ,
17. ἔσθ’ ὅτε, καθάπερ ἐπὶ τῆς πληρότητος. τί γὰρ φὴς τοῦτ’,
18. ἔσθ’ ὅτε πληρότης καλεῖται; ἀλλὰ περὶ μὲν δὴ τῆς πληρότητος
1. ὀκλάζων ἤδη ταῦτ’ ἔγραψεν, περὶ δὲ τῆς σκληρότητος
2. οὐδ’ ὀκλάζων ἔτι. καταπεπτωκότος γὰρ ἤδη, καὶ νενικημένου
3. τελέως ὁ τοιοῦτος λόγος. ἔστι δὲ μαλακότητος καὶ
4. σκληρότητος σφυγμοῦ κοινόν τι γένος, ὃ τάχ’, ἂν τριβείη,
5. σκληρότης καλεῖται. καὶ οὐκ ἔτ’ ἐνταῦθα ἐτόλμησε προσθεῖναι
6. τοῦτ’, ἔσθ’ ὅτε, σκληρότης καλεῖται. καίτοι οὐδὲν ἦν
7. ἡ πληρότης τιμιωτέρα τῆς σκληρότητος, ἵν’ ἐπ’ ἐκείνης τολμήσας,
8. ἐνταῦθ’ αἰδεσθείη, ἀλλ’ ὅπερ ἔφην, τοῖς κατὰ
9. βραχὺ πίπτουσιν ἔοικεν. γενναιότερον δ’ ἦν, οἶμαι, μὴ κατὰ
10. μικρὸν, ἀλλ’ ἀθρόως πεσεῖν, καὶ μήθ’ ἡμῖν μήτ’ αὐτῷ
11. πράγματα παρέχειν. ὃ τάχ’, ἂν τριβείη, φησὶ, σκληρότης καλεῖται.
12. ὑπὸ τίνων τάχ’, ἂν τριβείη; τῶν σῶν ἴσως κληρονόμων.
13. ἡμεῖς μὲν γὰρ, ὥσπερ νόμισμα καθ’ ἑκάστην τῶν
14. πόλεων ἴσμεν σύμβολον ὠνῆς καὶ πράσεως, ὃ τοὺς παραχαράττοντας
15. οἱ νομοθέται κολάζουσιν, οὕτω καὶ διαλέκτων χαρακτῆρας
16. ἴσμεν πολλοὺς, οὓς φυλάττειν ἀξιοῦμεν ἕκαστον
17. τῶν ἑλομένων ὁντιναοῦν ἐξ αὐτῶν. ἡμεῖς μὲν οὖν συνῃρήμεθα
18. τὴν κοινὴν καλουμένην διάλεκτον, εἴτε μία τῶν Ἀτθίδων
1. ἐστὶ, πολλὰς γὰρ εἴληφε μεταπτώσεις ἡ τῶν Ἀθηναίων διάλεκτος,
2. εἴτε καὶ ἄλλη τις ὅλως. δείκνυμι γὰρ ἑτέρωθι τὴν
3. ἡμετέραν περὶ τούτου γνώμην. καὶ ταύτην τὴν διάλεκτον
4. πειρώμεθα διαφυλάττειν, καὶ μηδὲν εἰς αὐτὴν παρανομεῖν,
5. μηδὲ κίβδηλον ἐπεισάγειν φωνῆς νόμισμα, μηδὲ παραχαράττειν.
6. σὺ δὲ, εἰ μὲν ἐπιθυμεῖς κατ’ αὐτὴν ἡμῖν διαλέγεσθαι, πρότερον
7. ἐκμαθεῖν αὐτὴν πειράθητι, εἰ δ’ ἄλλῃ τινὶ χρᾷς, καὶ
8. τοῦτο μήνυσον. εἰ μὲν γὰρ τῶν Ἑλληνίδων ἐστὶ μία, πάντως
9. που καὶ ταύτην γνωρίζομεν· καὶ γὰρ καὶ τὰ τῶν Ἰώνων
10. καὶ τὰ τῶν Αἰολέων καὶ τὰ τῶν Δωριέων ἀνελεξάμεθα γράμματα·
11. εἰ δ’ οὐδεμία τούτων, ἀλλά τις τῶν βαρβάρων, καὶ
12. τοῦτ’ εἰπὲ, μόνον πειρῶ φυλάττειν αὐτὴν ἄχραντον, ἥ τις
13. ἂν ᾖ, καὶ μή μοι τρία μὲν ἐκ Κιλικίας φέρειν ὀνόματα, τέσσαρα
14. δ’ ἐκ Συρίας, πέντε δ’ ἐκ Γαλατίας, ἕξ δ’ Ἀθήνηθεν.
15. ἐγὼ γὰρ οὕτω πολλὰς ἐκμανθάνειν οὐ δύναμαι διαλέκτους,
16. ἵν’ ἀνδράσιν εἰς τοσοῦτον πολυγλώττοις ἕπωμαι. δίγλωττος
17. γάρ τις ἐλέγετο πάλαι, καὶ θαῦμα τοῦτο ἦν, ἄνθρωπος εἷς
18. ἀκριβῶν διαλέκτους δύο· σὺ δὲ ἡμᾶς ἀξιοῖς πολλὰς ἐκμαθεῖν,
19. δέον αὐτὸν ἐκμανθάνειν μίαν, οὕτω μὲν ἰδίαν, οὕτω δὲ
1. κοινὴν ἅπασιν, οὕτω δ’ εὔγλωττον, οὕτω δ’ ἀνθρωπικήν.
2. ὅπερ ἐὰν προσχῇς τὸν νοῦν ταῖς φωναῖς τῶν βαρβάρων διαλέκτων,
3. εἴσῃ σαφῶς, τὰς μὲν ταῖς τῶν συῶν, τὰς δὲ ταῖς
4. τῶν βατράχων, ἢ κολοιῶν, ἢ κοράκων ἐοικυίας, ἀσχημονούσας
5. τε καὶ κατ’ αὐτὸ τὸ τῆς γλώττης τε καὶ τῶν χειλέων καὶ
6. παντὸς τοῦ στόματος εἶδος. ἢ γὰρ ἔσωθεν ἐκ τῆς φάρυγγος
7. τὰ πολλὰ φθέγγονται τοῖς ῥέγχουσι παραπλησίως, ἢ τὰ χείλη
8. διαστρέφουσι καὶ συρίττουσιν, ἢ κατὰ πᾶσαν αὔξουσι τὴν
9. φωνὴν, ἢ κατ’ οὐδεμίαν ὅλως, ἢ κεχήνασι μέγιστον, καὶ τὴν
10. γλῶτταν προσσείουσι, καὶ διανοίγειν οὐδαμῶς δύνανται τὸ
11. στόμα, καὶ τὴν γλῶτταν ἀργὴν καὶ δυσκίνητον καὶ ὥσπερ
12. δεδεμένην ἔχουσιν. εἶτα σὺ παρεὶς τὴν ἡδίστην τε καὶ
13. ἀνθρωπικωτάτην διάλεκτον, ᾗ τοσοῦτον κάλλος ὁρᾶται καὶ
14. χάρις ἐπανθεῖ, ἐκ πολλῶν ἀτόπων καὶ δεινῶν ἀθροίζεις ὀνόματα;
15. πολὺ ῥᾷον ἦν μίαν ἐκμαθεῖν τὴν καλλίστην ἢ μυρίας
16. μοχθηράς. ἀλλ’ οὐ μόνον αὐτοὶ μανθάνειν ὀλιγωροῦσιν,
17. ἀλλὰ καὶ ἡμᾶς ἀναγκάζουσιν, ἐν ᾗ τεθράμμεθα καὶ πεπαιδεύμεθα
18. φωνῇ, ταύτην καταλιπόντας, ἐκμανθάνειν τὰς
19. ἐκείνων. οὐ βούλει μαθεῖν ἄνθρωπε τὴν τῶν Ἑλλήνων διάλεκτον;
1. ὡς ἐπιθυμεῖς, βαρβάριζε. μόνον, ὥσπερ ἐγὼ συγχωρῶ
2. καθ’ ὃν αὐτὸς προῄρησαι τρόπον λαλεῖν, οὕτω κᾀμοὶ
3. συγχώρησον ὡς ἔμαθον διαλέγεσθαι. πατὴρ ἦν ἐμοὶ ἀκριβῶν
4. τὴν τῶν Ἑλλήνων διάλεκτον, καὶ διδάσκαλος καὶ παιδαγωγὸς
5. Ἕλλην. ἐν τούτοις ἐτράφην τοῖς ὀνόμασιν. οὐ
6. γνωρίζω τὰ σά. μήτ’ ἐμπόρων μοι, μήτε καπήλων, μήτε
7. τελωνῶν χρῆσιν ὀνομάτων ἔπαγε, οὐχ ὡμίλησα τοιούτοις ἀνθρώποις.
8. ἐν ταῖς τῶν παλαιῶν ἀνδρῶν βίβλοις διετράφην.
9. καὶ ταῦτα λέγω, μηδενὶ πώποτ’ εἰπὼν, μήθ’ ὅτι βαρβαρίζεις
10. ὦ οὗτος, μήθ’ ὅτι σολοικίζεις, μήθ’ ὅτι κακῶς καὶ οὐ κυρίως
11. ὠνόμασας, ἀλλ’ ἐπιτρέπω πᾶσιν ὡς βούλονται φθέγγεσθαι.
12. κᾂν ὁ κυβερνήτης εἴπῃ φέρε τὸν ποὺς, οὐδὲν ἐμοὶ διαφέρει.
13. ταῦτα Φαβωρῖνος καὶ Δίων, οὐκ ἐγὼ μέμφομαι· συνιέναι
14. μόνον βούλομαι τοῦ λεγομένου. ὅταν δέ ποτε καὶ κατ’ αὐτὸ
15. τοῦτο ταράττωμαι, τότε ἀναγκαίως πυνθάνομαι, τίς δηλοῦν
16. βούλεται τοὔνομα, καὶ μηνύσαντος ὃ βούλεται, σιωπῶ, μήτ’
17. ἐξελέγχων, μήτε μεμφόμενος, εἰ παρὰ τὴν τῶν Ἑλλήνων εἴρηται
18. συνήθειαν. ἑνὸς γάρ μοι μόνου φροντὶς, τοῦ γνῶναι
1. τὸν νοῦν τοῦ λεγομένου. τοῖς δὲ, ὡς ἔοικεν, οὐκ ἀρκεῖ τὸ
2. τοιοῦτον, ἀλλ’ ὅταν ἡμεῖς τοῖς τῶν Ἑλλήνων ὀνόμασι χρησώμεθα,
3. τότ’ ἐκεῖνοι πρῶτον μέμφονται, τὰ μὲν ὡς διαλεκτικοὶ,
4. τὰ δὲ ὡς φυσικοί τινες ἄνδρες, τὰ δ’ ὡς ῥήτορες,
5. τὰ δὲ ὡς γραμματικοί. πολυειδῶς γὰρ ἐπηρεάζουσιν. εἶθ’
6. ὅταν τις αὐτοὺς, εἰς μακρότερον ἀναγκασθεὶς ἀφικέσθαι διάλογον,
7. ἐξελέγχῃ μηδὲν γινώσκοντας, ὧν ὡς γινώσκοντες ἐθρασύνοντο,
8. παραχρῆμα σφῶν αὐτῶν ἐπιλανθανόμενοι, κατηγοροῦσι
9. τῶν αὐτῶν τούτων, ὑπὲρ ὧν ἐξ ἀρχῆς ὡς χρησίμων
10. διελέγοντο. τίς γὰρ ἡμῖν οὐκ ἐπιπηδᾷ τῶν θρασέων τούτων,
11. ἐπειδὰν εἴπωμεν τὰς διαφορὰς τῶν κατὰ τοὺς σφυγμοὺς γενῶν
12. εἶναι τοσαύτας, κακῶς φάσκων διαφορὰς ἡμᾶς εἰρηκέναι, καὶ
13. πολὺ χεῖρον ἔτι γενῶν. φεύγοντες δὲ αὐτῶν ἡμεῖς τὴν ματαίαν
14. ἐπήρειαν, ἀλλ’ εἰ βούλει φαμὲν, ποιότητας αὐτὰς κάλεσον,
15. ἢ ὅ τι ἂν ᾖ σοι φίλον. οὐ γὰρ ὑπὲρ ὀνομάτων ὁ λόγος
16. ἡμῖν, ἀλλὰ περὶ πραγμάτων. πόσα γὰρ τὰ πρῶτα γένη
17. τῶν σφυγμῶν χρηστὸν εἰδέναι, μή πως εὐθὺς ἐν τῇ πρώτῃ
18. διαιρέσει γένος ὅλον παραλίπωμεν. οἱ δὲ οὐκ ἐπιτρέπουσιν
1. ἡμῖν οὐδ’ αὐτὰ ταῦτα εἰπεῖν, ἀλλ’ εὐθὺς ἐπιστομίζουσι
2. πράγματος ὅλου λέγοντας, οὐκ ὀνόματος εἶναι τὴν ἄγνοιαν.
3. εἶτα ἀναγκάζουσιν ἡμᾶς λέγειν πρὸς αὐτοὺς, ἃ μηδέ ποτ’ ἂν
4. ἑκόντες εἴποιμεν. κᾄπειτ’ ἐξελεγχόμενοι, πρῶτον μὲν ὅτι περὶ
5. ὀνόματος, οὐ περὶ πράγματός ἐστιν ἡ ζήτησις, ἔπειθ’ ὅτι
6. κακῶς αὐτοὶ κέχρηνται τοῖς ὀνόμασιν, οὐχ ἡμεῖς, ἀγανακτοῦσι
7. δεινῶς, καὶ ὥσπερ ἐξ ὕπνου διεγερθέντες, ἄχρηστον εἶναι λέγουσι
8. τὴν ἐν τοῖς ὀνόμασιν μικρολογίαν, ὥσπερ ἡμῶν ἐξ ἀρχῆς
9. ἄλλο τι λεγόντων, ἢ βουλομένων, ἢ οὐκ αὐτοὶ κατάρξαντες
10. τῆς τοιαύτης ψυχρολογίας. ὀκτὼ λέγεις ποιότητας, ἄνθρωπε,
11. τῷ σφυγμῷ παρέπεσθαι. συγχωρήσω σοι τῷ τῆς ποιότητος
12. ὀνόματι καλῶς κεχρῆσθαι, μηδὲν περὶ τούτου φθεγξάμενος,
13. ἐπιδείξω πῶς οὐκ εἰσὶν ὀκτώ. περὶ πράγματος αὕτη ἡ ζήτησις,
14. εἰς ἣν ἐγὼ προσκαλοῦμαι τοὺς γενναίους τούτους σοφιστάς.
15. οἱ δ’, ἵν’ ἐκ ταύτης διαλύσεις πορίσωνται, λέγοντος
16. ἄν μου μεταξὺ κατὰ τὸν λόγον, ὀνόματός τινος ἐπελάβοντο.
17. εἶθ’ ὅταν ἐξελεγχθῶσιν ὑπὲρ ἀμφοτέρων, τῶν τε πραγμάτων
18. ἅμα καὶ τῶν ὀνομάτων, ἀγανακτοῦσι, δέον, οἶμαι,
19. περὶ μὲν τῶν πραγμάτων τὴν μοχθηρὰν ἀποθέσθαι δόξαν,
1. τοῖς δ’ ὀνόμασιν, ὥσπερ ἡμεῖς ἐκείνοις χρῆσθαι συγχωροῦμεν,
2. οὕτω καὶ αὐτοὺς ἡμῖν ἐπιτρέπειν. ἀλλ’ οὐκ ἐπιτρέπουσι.
3. διὰ τοῦτο κᾀγὼ βραχέα περὶ τῆς φωνῆς αὐτῶν
4. ἀναγκασθεὶς εἶπον.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 2.5, ed. Kühn, 1824, vol. 8, p. 583-590. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩