Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 2.6, ed. Kühn, 1824, vol. 8, p. 590-602. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.6

5. Καὶ νῦν ἔτι δεήσομαι παρέντας τὸ περὶ
6. τῶν ὀνομάτων ἐρίζειν, καὶ συγχωρήσαντας ἡμῖν κατὰ τὸ τῶν
7. Ἑλλήνων ἔθος διαλέγεσθαι, μαθεῖν ὅτι κακῶς ὀκτὼ ποιότητας
8. λέγουσιν. οὐ γάρ ἐστιν ἅπαντα τὰ πρῶτα γένη τῶν
9. σφυγμῶν ποιότητες, ὡς ἐδείξαμεν. ἀλλὰ πῶς λέγειν χρὴ, φασίν.
10. ἐρωτῶσι δὲ ταῦτα, οὐχ ἵνα μάθωσιν, ἀλλ’ ἵν’ ἀρχὴν
11. ἔχωσιν ἀμφισβητήσεως. σὺ τοίνυν ἀποκριθήσῃ, διαφορὰς
12. χρῆναι λέγειν τῶν πρώτων ἐν τοῖς σφυγμοῖς γενῶν, ἢ καὶ νὴ
13. Δία οὕτως, τῶν ἐν τοῖς σφυγμοῖς διαφορῶν τὰ πρῶτα γένη.
14. οἱ δ’ ἐξ ἀνάγκης ποῖα πρῶτα γένη φήσουσι, καὶ τίνα, καὶ
15. ποίας διαφοράς. σὺ δὲ καὶ πρὸς ταῦθ’ ὡδί πως αὐτοῖς ἀπόκριναι,
16. πρῶτον ἄκουσον εἰπὼν ὦ τᾶν, ὅτι γενῶν, καὶ τότε
17. ἀκούσεις, ὅτι πρώτων, καὶ μετὰ τοῦθ’, ὅτι διαφορῶν. ὅτι
18. μὲν οὖν γενῶν, ἐντεῦθεν εἴσῃ. λέγεταί τις μέγας σφυγμὸς, 
1. καὶ ἐναντίως αὐτῷ μικρός. καί τις ἀμφοῖν μέσος, ὁ σύμμετρος
2. αὐτῶν. καὶ νὴ Δία γε μακρός τις καλεῖται σφυγμὸς
3. καὶ βραχὺς καὶ πλατὺς καὶ στενὸς καὶ ὑψηλὸς καὶ ταπεινὸς
4. καὶ οἱ μέσοι τούτων ἁπάντων οἱ σύμμετροι. δοκεῖ σοι τούτων
5. τῶν εἰρημένων σφυγμῶν εἶναί τι κοινὸν γένος, ὁποῖον
6. φήσουσι δηλαδὴ θρασυνόμενοι τῇ φωνῇ. σὺ δὲ, μὴ ταραχθεὶς
7. ἐν τούτῳ, λαβὼν ἀνάγνωθι τὸ τοῦ Ἀρχιγένους βιβλίον αὐτοῖς,
8. πρῶτον μὲν τὸ ἐπίγραμμα τοῦ κεφαλαίου τοιοῦτον ἔχον.
9. περὶ μεγέθους σφυγμοῦ. εἶτα καὶ αὐτὴν τὴν ἀρχὴν τοῦ λόγου
10. κατὰ λέξιν ὡδί πως γεγραμμένην· τὸ μέγεθος τοῦ σφυγμοῦ
11. γενικῶς λέγεται. ἔχει γὰρ μέγεθος καὶ ὁ μικρὸς σφυγμὸς
12. καὶ ὁ μέγας. εἶτα μικρὸν ἐπειλίξας τὸ βιβλίον, αὖθις ἐκ
13. τοῦ περὶ σφοδρότητος ἀνάγνωθι ταύτην τὴν λέξιν· οὐκοῦν
14. γένος μὲν ἡ σφοδρότης, εἴδη δ’ αὐτῆς ὅ τε σφοδρὸς σφυγμὸς
15. καὶ ἀμυδρὸς καὶ ὁ μέσος. εἶτα πάλιν ἐπειλίξας τὸ βιβλίον
16. ὀλίγον τὴν ἀρχὴν ἀνάγνωθι τοῦ περὶ τῆς πληρότητος
17. λόγου, τοιαύτην οὖσαν· τῷ πλήρει σφυγμῷ καὶ τῷ κενῷ
18. ἔστι κοινὸν γένος. τοῦτ’ ἔσθ’ ὅτε πληρότης καλεῖται. καὶ
1. μικρὸν ἐπισχὼν τὸν λόγον, τὴν ἀνάγνωσιν τοῦ βιβλίου, φάθι
2. πρὸς αὐτοὺς, ὡς οὐδὲν ἡμεῖς καινὸν λέγομεν, ἀλλ’ ὅπερ εἴρηται
3. καὶ Ἀρχιγένει. καθ’ ἕκαστον γὰρ τῶν σφυγμῶν ἔστι
4. τι κοινὸν πλειόνων διαφορῶν γένος, ὥσπερ ἐν τῷ παρόντι
5. τρία ταυτὶ πρὸς Ἀρχιγένους εἴρηται, μέγεθος, σφοδρότης,
6. πληρότης. εἶθ’ ἑξῆς φάθι τέταρτον αὐτὸν γράφειν γένος τὴν
7. σκληρότητα, καὶ τὴν λέξιν ἀνάγνωθι τόνδε τὸν τρόπον ἔχουσαν·
8. ἔστι δὲ μαλακότητος καὶ σκληρότητος σφυγμοῦ κοινὸν
9. γένος, ὃ τάχ’, ἂν τριβείη, καλεῖται σκληρότης. ἔτι δὲ σαφέστερον
10. ἐν τῷ περὶ τάξεως καὶ ἀταξίας ὁμαλότητός τε καὶ
11. ἀνωμαλίας λόγῳ, τὰ γένη τούτων τῶν διαφορῶν ἀκατονόμαστα
12. λέγων εἶναι, τόνδε τὸν τρόπον ἄρχεται. ὁ δὲ Ἡρόφιλος
13. κατὰ γένος τὰς ἄλλας διαφορὰς τῶν σφυγμῶν ἐκθέμενος
14. οὕτως· μέγεθος, τάχος, σφοδρότης, ῥυθμός.
15. ἀσυζύγως κατ’ εἶδος τάξεως ἐμνήσθη καὶ ἀταξίας
16. ὁμαλότητός τε καὶ ἀνωμαλίας. ἐγκαλεῖται τοίνυν ὑπὸ
17. τῶν μικραιτίων ὡς γένεσιν εἴδη ἀντιδιαστειλάμενος. ταῦτα
18. μὲν κατὰ τὴν ἀρχὴν τοῦ λόγου· κατωτέρω δὲ οὐκέτι τὸ
1. Ἡροφίλῳ δοκοῦν ἐξηγούμενος, ἀλλὰ τὴν ἑαυτοῦ γνώμην γράφων
2. ἐν τῷ περὶ τάξεως καὶ ἀταξίας λόγῳ, τί φησι; μᾶλλον
3. οὖν ῥητέον, ὅτι τὸ γένος ἐστὶν ἀκατονόμασον. τοῦτο δὲ δὴ
4. τί βούλεται αὐτῷ, ὅτι μεγέθους μὲν καὶ μικρότητος τὸ κοινὸν
5. γένος ὠνόμασε μέγεθος, καὶ σφοδρότητος καὶ ἀμυδρότητος
6. σφοδρότητα, καὶ πληρότητος καὶ κενότητος πληρότητα,
7. καὶ σκληρότητος καὶ μαλακότητος σκληρότητα,
8. καὶ τάχους καὶ βραδύτητος τάχος, καὶ πυκνότητος καὶ
9. ἀραιότητος πυκνότητα, τάξεως δὲ καὶ ἀταξίας τὸ γένος
10. ἐπινοεῖ μὲν, ὄνομα δὲ οὐδὲν ἔχει κατ’ ἀμφοῖν τοιοῦτον εἰπεῖν,
11. οἷον κατὰ μεγέθους καὶ μικρότητος τὸ μέγεθος; οὐ γὰρ
12. ὥσπερ ἐκεῖ τῷ μικρῷ σφυγμῷ μέγεθος ὑπάρχειν ἔφησεν, οὕτω
13. κᾀνταῦθα τῷ ἀτάκτῳ τάξιν τολμᾷ φάναι συμβεβηκέναι·
14. κατὰ ταὐτὰ δὲ οὐδὲ τῷ ἀνωμάλῳ ὁμαλότητα. ὅθεν οὐδὲ
15. τούτων τὸ γένος τὸ κοινὸν ὁμαλότης ὠνόμασται. καὶ διὰ
16. τοῦτο ἀκατονόμαστά φησι τούτων τῶν διαφορῶν εἶναι τὰ
17. γένη. γένη μὲν δὴ κατὰ τὰς τῶν σφυγμῶν διαφορὰς οὐχ
18. ἡμεῖς μόνον, ἀλλὰ Ἀρχιγένης εἶναί φησι καὶ Ἀγαθῖνος
1. καὶ πάντες σχεδὸν οἱ περὶ σφυγμῶν γράψαντες ὑπομνήματα.
2. πῇ τοίνυν αὐτῶν διαφέρομεν; ὅτι κυριωτέροις ἡμεῖς χρώμεθα
3. τοῖς ὀνόμασιν. εἰπόντος γὰρ Ἀρχιγένους κατὰ μέγεθος εἶναί
4. τινα ποιότητα, καὶ αὖθις ἑτέραν κατὰ σφοδρότητα, καὶ τρίτην
5. κατὰ πληρότητα, καὶ τετάρτην κατὰ σκληρότητα, καί
6. τινας ἐπὶ ταύταις κατὰ τάχος καὶ πυκνότητα, τὴν μὲν κατὰ
7. μέγεθος ἡμεῖς κατὰ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσομεν.
8. οὐ γάρ ἐστι κοινὸν γένος μεγέθους καὶ μικρότητος μέγεθος,
9. οὐ μᾶλλον ἢ λευκότητος καὶ μελανότητος λευκότης. ἀλλ’
10. εἴπερ τούτων γένος τι τὸ χρῶμα, ζητητέον τί ποτ’ ἐστὶ τοῦ
11. μεγάλου καὶ μικροῦ γένος. ἢ γὰρ τὸ ποσόν ἐστιν, ἢ τὸ πρὸς
12. τὶ, ἢ σύνθετον ἅμα τῷ πρὸς τὶ καὶ τὸ ποσόν. ἴσμεν γὰρ
13. ὅτι κατὰ πολλὰ γένη συνίστατο τὸ πρὸς τί. καὶ γὰρ λευκότερον
14. καὶ μελάντερον ἐν τῷ γένει τοῦ χρώματος. ποιὸν δὲ τὸ
15. χρῶμα. καὶ ἀνωτέρω καὶ κατωτέρω πάλιν ἐν τῷ τοῦ ποῦ
16. γένει. καὶ πρωϊαίτερον καὶ ὀψιαίτερον ἐν τῷ τοῦ πότε, καὶ
17. κατ’ ἄλλας πλείους γενικὰς κατηγορίας τὸ πρὸς τὶ συνίσταται.
18. τί δὴ θαυμαστὸν, εἰ καὶ κατὰ τὴν τοῦ ποσοῦ συνέστη;
1. μάλιστα γὰρ ἂν ἐβουλήθημεν, εἴπερ ἦν δυνατὸν, ὡρισμένῳ
2. μέτρῳ τὸ ποσὸν τῆς διαστολῆς ὀνομάσαι, καθάπερ ἐπὶ πολλῶν
3. ποδιαῖόν τε καὶ πηχυαῖον, ἢ διπηχυαῖον, καὶ τὰ τοιαῦτα
4. καλοῦμεν. ἐπεὶ δὲ οὐδὲν εὕρομεν τοιοῦτον ἐκ τῶν ἐνόντων,
5. ἐγγυτάτω προσίεμεν ὡρισμένων. γιγνώσκοντες γὰρ, οἶμαι, τόν
6. θ’ ἁπλῶς καὶ τὸν καθ’ ἕκαστον ἡμῶν σύμμετρον σφυγμὸν,
7. τοὺς ὑπερβάλλοντας ἢ ἐλλείποντας ὀνομάζειν σαφῶς πειρώμεθα,
8. ποτὲ μὲν οὑτωσὶ λέγοντες, ἢ κᾂν μὴ λέγωμεν πρὸς
9. ἀλλήλους, ἐν ἡμῖν γοῦν αὐτοῖς νοοῦντες, οὗτος ὁ σφυγμὸς
10. βραχὺ τοῦ συμμέτρου μείζων ἐστὶν, αὖθις δὲ πάλιν, οὗτος ὁ
11. σφυγμὸς οὐκ ὀλίγῳ τοῦ συμμέτρου μείζων ἐστί. τὸ δ’ αὐτὸ
12. καὶ οὕτως λέγομεν, ἀξιολόγως τοῦ συμμέτρου μείζων, ἢ
13. ἱκανῶς μείζων· ἢ πάλιν ἁπλῶς, οὑτοσὶ μέγας ἐστὶν ὁ σφυγμός·
14. ἢ καὶ οὕτως, ὁ σφυγμὸς οὗτος ἱκανῶς μέγας ἐστί·
15. ἢ καὶ νὴ Δία οὕτως, πάνυ μέγας ὁ σφυγμὸς οὗτός ἐστι·
16. ἢ μᾶλλον ἔτι προσαύξοντες τὴν νόησιν πάνυ σφόδρα μέγαν
17. εἶναί φαμεν, ἢ καὶ νὴ Δία μέγιστον. ἅπασαι γὰρ αἵδε αἱ
18. λέξεις τὸν τοῦ συμμέτρου μείζονα δηλοῦσαι, τὸ μᾶλλόν τε καὶ 
1. ἧττον ἐμφαίνουσιν, ὥστε τινὰ τὸ πρὸς τὴν χρείαν σύμμετρον
2. αὐταρκέστατον δηλοῦν, εἰ μόνον ἐπιστάμενος εἴη τὸ σύμμετρον.
3. ἀρκεῖ γὰρ ἐν αὐτῷ τῷ μείζονι τοῦ συμμέτρου,
4. πέντε ποιησάμενον, ἢ καὶ νὴ Δία ἕξ διαφορὰς, τὸν μὲν ὑπὲρ
5. ἅπαντας, ὃν ἡμῖν καὶ αὐτὸν ἐγνῶσθαι χρὴ, καθάπερ
6. τὸν σύμμετρον, ὀνομάζειν μέγιστον, τὸν δ’ ὥσπερ μέσον τοῦ
7. μεγίστου καὶ τοῦ μέσου μέγαν ἁπλῶς. μεταξὺ δὲ τούτου
8. τε κἀκείνου καθ’ ἑκάτερον ἄλλους δύο τάξαι, τὸν μὲν ὀλίγῳ
9. τοῦ συμμέτρου μείζονα, τὸν δ’ ἀπολειπόμενον ὀλίγῳ τοῦ μεγάλου,
10. καὶ τὸν μὲν ὑπὲρ τὸν μέγαν τὸν ἐγγυτάτω τοῦ μεγίστου.
11. ταῦτα εἴρηταί μοι πρὸς ἔνδειξιν τοῦ δηλωτικὸν ποσότητος
12. εἶναι τόν τε μέγαν καὶ τὸν μικρὸν, κᾂν ὅτι μάλιστα
13. δοκῶσι τῆς τοῦ πρὸς τὶ κατηγορίας ἔχεσθαι. διὰ τοῦτο οὖν
14. ἡμεῖς τοῦ σαφοῦς τῶν μανθανόντων πεφροντικότες, κατὰ τὸ
15. ποσὸν τῆς διαστολῆς ἅπαντα τὰ τοιαῦτα ὠνομάσθαι λέγομεν,
16. ἅμα μὲν τὴν χρείαν αὐτοὺς διδάσκοντες τῶν ὀνομάτων, ἅμα
17. δὲ οὐ ταράττοντες, ὅταν τῷ μικρῷ τὸ μέγεθος ὑπάρχειν λέγωμεν.
18. ἄν τε γὰρ καὶ ἰδιώτης τις ᾖ καὶ ἀγύμναστος τῶν
1. πρώτων μαθημάτων, πᾶν μᾶλλον ἢ τοῦτο προσήσεται, ἂν
2. δ’ ᾖ τι καὶ προμεμαθηκὼς, εὕρηκεν, οἶμαι, μυριάκις παρὰ τοῖς
3. Ἕλλησι γεγραμμένα μέγεθος καὶ μικρότητα. καὶ συνείθισται
4. τῷ μὲν μεγάλῳ μέγεθος ὑπάρχειν νοεῖν, τῷ δὲ μικρῷ μικρότητα.
5. καί τινα οἶδά ποτε ἐξηγούμενόν μοι τὸ τοῦ Ἀρχιγένους
6. περὶ τῶν σφυγμῶν βιβλίον, ὑπολαβόντα μηδαμῶς
7. ὑπάρχειν μέγεθος τῷ μικρῷ. εἰ γὰρ δὴ τούτῳ τινι, φησὶν,
8. ἡ μικρότης ὑπάρξει, καὶ ἀμφότερα τῷ αὐτῷ. διασιωπήσαντος
9. δέ μου, ποσότητα μὲν ἔφησεν, ἢ πηλικότητα, ἤ τι τοιοῦτον
10. ἄλλο δύνασθαι νοεῖν ὑπάρχειν τῷ μικρῷ, μέγεθος δὲ
11. οὐδαμῶς. ταῦτ’ ἐγὼ μήτε διαβάλλειν ἔχων, ὡς οὐκ ὀρθῶς
12. εἰρημένα, μήτε παρὰ καιρὸν ταράττειν βουλόμενος τοὺς πρῶτον
13. μανθάνοντας, ἐν τῷ διδάσκειν αὐτοὺς, ὅτι τῶν ὁμωνύμων
14. τε καὶ διχῶς λεγομένων τὸ μέγεθός ἐστιν, ὀρθότερον
15. ἐνόμισα λέγειν δεῖν, κατὰ τὸ ποσὸν τῆς διαστολῆς συνίστασθαι
16. πολλὰς διαφορὰς σφυγμῶν. οὕτως γὰρ οἶδα τὴν μικρότητα
17. δι’ ἔθους τοῖς Ἕλλησιν οὖσαν, ὥς τι συμβεβηκὸς
18. καὶ ἀχώριστον τῶν μικρῶν. ὥστε που Πλάτων καὶ ἰδέας
1. ἐποίει μεγέθους τε καὶ μικρότητος, καὶ τῇ τούτων μεταλήψει
2. τὸ μέγα καὶ τὸ μικρὸν ἐγέννα τῷ λόγῳ. καὶ ταῦτα εἴ τις
3. πάντα παρελθὼν, συγχωρήσειε μεγέθους τι καὶ τοῖς μικροῖς
4. ὑπάρχειν σφυγμοῖς, κατὰ θάτερον τῶν κατὰ τὴν ὁμωνυμίαν
5. σημαινομένων τὸ σπανιώτερον, ἀλλὰ τοῖς γε μακροῖς καὶ
6. βραχέσι καὶ πλατέσι καὶ στενοῖς καὶ ταπεινοῖς καὶ ὑψηλοῖς ἐκ
7. ταὐτοῦ γένους οὖσι τῷ τε μεγάλῳ καὶ μικρῷ πῶς ἂν
8. ὑπάρχειν λέγοιτο μέγεθος; ὁ μὲν γὰρ μακρὸς ὁ κατὰ μῆκός
9. ἐστιν ἐπιπλέον ηὐξημένος τῷ κατὰ φύσιν, ὁ δὲ πλατὺς ὁ
10. κατὰ πλάτος, καὶ ὑψηλὸς ὁ κατὰ βάθος, οὐδεὶς αὐτῶν
11. κατὰ τὰς τρεῖς διαστάσεις νοούμενος τῆς ἀρτηρίας, ὧν οὐκ
12. ἄνευ μέγεθος συνίσταται. τὸ γὰρ κατὰ μίαν διάστασιν ποσὸν
13. οὐ μέγεθος, ἀλλὰ μῆκός ἐστι, καὶ μακροὺς καὶ βραχεῖς
14. κατὰ τοῦτό τινας λέγομεν, οὐ μεγάλους, οὐδὲ μικρούς.
15. οὐδὲ γὰρ γραμμὴν οὕτω ποτὲ καλοῦμεν, ἀλλ’ ἤτοι μακρὰν,
16. ἤτοι βραχεῖαν. ὅσα δὲ τριχῇ διέστηκε σώματα, ταῦτα μόνα
17. μεγάλα τε καὶ μικρὰ λέγεται. αὐτὸς γοῦν ὁ Ἀρχιγένης μέγεθος
18. εἶναί φησι σφυγμοῦ τὸν ὄγκον τῆς ἐπαναστάσεως τῶν ἀρτηριῶν.
1. ὄγκος δὲ οὐχ ὑπάρχει γραμμῇ, ἀλλὰ μόνοις τοῖς τριχῶς διεστῶσι.
2. φανερῶς γοῦν καὶ κατ’ ἐκεῖνον τοῦ κατὰ μέγεθος γένους
3. ἐκπεπτώκασιν ἅπαντες οἱ κατὰ μίαν διάστασιν λεγόμενοι
4. σφυγμοί. ἢ τοίνυν ἴδιον ἑξῆς ποιησάτω γένος, ὥσπερ τῷ
5. μεγάλῳ τε καὶ μικρῷ τὸ μέγεθος, ἢ μὴ ποιῶν, ζητησάτω μὴ
6. μεγάλου μόνον καὶ μικροῦ κοινὸν γένος, ἀλλὰ καὶ μακροῦ
7. καὶ βραχέος καὶ πλατέος καὶ στενοῦ καὶ ὑψηλοῦ καὶ ταπεινοῦ,
8. καὶ τῶν ἄλλων ἐν ἅπασιν αὐτοῖς συμμέτρων. ἀλλ’
9. οὐδὲν ἕξει κατὰ πάντων κοινῇ κατηγορῆσαι πλὴν τοῦ ποσοῦ.
10. γίγνοιτο δ’ ἂν οὕτω καὶ ἡ διδασκαλία πᾶσα σαφὴς καὶ διηρθρωμένη.
11. τίς γὰρ εἰς τοσοῦτον σκαιός ἐστιν, ὡς μὴ συνιέναι
12. τῶν οὑτωσὶ λεγομένων, τὸ ποσὸν τῆς διαστολῆς τῶν ἀρτηριῶν,
13. ὅταν μὲν τὸ κατὰ μίαν διάστασιν ἡντιναοῦν δηλῶσαι
14. βουληθῶμεν, ὀνόμασι τοῖσδε χρώμεθα, τὸν μὲν ὑπερβάλλοντα
15. τὸ κατὰ φύσιν μῆκος μακρὸν, τὸν δ’ ἐλλείποντα βραχὺν
16. καλοῦμεν, ὡσαύτως δὲ καὶ τὸν μὲν ὑπὲρ τὸ κατὰ φύσιν πλάτος
17. πλατὺν, τὸν δὲ ἐναντίον αὐτῷ στενὸν, καὶ ὑψηλὸν
18. αὖ καὶ ταπεινὸν ἀνάλογον τούτοις ἐν τῇ κατὰ βάθος
1. διαστάσει. τὸ δὲ κατὰ τὰς τρεῖς ἅμα διαστάσεις ποσὸν ὧδέ
2. πως ὀνομάζομεν, τὸν μὲν ἐπὶ πλεῖον τοῦ κατὰ φύσιν ηὐξημένον
3. πάντῃ μέγαν, τὸν δὲ πάντῃ μεμειωμένον μικρόν.
4. ὅστις δ’ ἂν φυλάττῃ πάντῃ τὸ κατὰ φύσιν μέτρον, σύμμετρον
5. τὸν τοιοῦτον καλοῦμεν. ὅταν δὲ μὴ φυλάττωσι τὴν ἀναλογίαν
6. αἱ τρεῖς διαστάσεις, ἀλλά τις ἐξ αὐτῶν ἤ τινες ἐλλίπωσιν,
7. ἢ πλεονεκτήσωσι, τέτταρες καὶ εἴκοσι διαφοραὶ σφυγμῶν
8. γίγνονται, ἃς ἡμεῖς ἐπὶ διαγράμματος ἐξεθέμεθα μετὰ τῶν
9. προειρημένων τριῶν, ἵνα δείξωμεν ἑπτὰ καὶ εἴκοσιν εἶναι
10. τὰς πάσας τῶν κατὰ τὰς τρεῖς ἅμα διαστάσεις συνισταμένων
11. σφυγμῶν διαφοράς. τοῦτο γὰρ ἦν, οἶμαι, χρήσιμον τοῖς
12. ἀρχομένοις μανθάνειν τὴν κατὰ τοὺς σφυγμοὺς θεωρίαν,
13. ἁπάντων γνῶναι τὸν ἀριθμὸν αὐτῶν καθ’ ἕκαστον γένος,
14. ὅπερ οἱ πρὸ ἡμῶν παραλελοίπασιν. ἀλλὰ τοῖς μὲν ἄλλοις
15. συγγνώμη. τί γὰρ ἄν τις τοῖς τελέως καταπεπτωκόσι προσπαλαίοι;
16. τοῖς δὲ περὶ τὸν Ἀρχιγένην πῶς οὐκ ἂν ἐγκαλέσαιμεν
17. εἰκότως; οἷς δέον εἰς τὴν τῶν τοιούτων εὕρεσιν χρῆσθαι
18. τῇ διαλεκτικῇ, οἱ δ’ ἐν οἷς οὐ χρὴ παρεπιδείκνυνται κακῶς 
1. αὐτὴν, ταράττοντες μόνον τοὺς μανθάνοντας, διδάσκοντες
2. δ’ οὐδέν. ἄμεινον γὰρ ἦν ἔχοντάς γε διαιρετικὴν καὶ συνθετικὴν
3. μέθοδον, ἐξευρίσκειν μὲν αὐτῇ τὸ πλῆθος ἁπάντων τῶν
4. ἐν τοῖς σφυγμοῖς διαφορῶν, μὴ μέντοι παρεπιδείκνυσθαί γ’
5. ὀψιμαθῶς, ἀλλὰ μηδὲ δηλοῦν αὐτὸ τοῦτο τοῖς εἰσαγομένοις,
6. ὥς ἐστί τις μέθοδος καθ’ ἣν συνέστη τὸ διάγραμμα. τοῖς
7. μὲν γὰρ μὴ μεμαθηκόσι τὰ παιδικὰ μαθήματα μάτην ἐρεῖς,
8. οἱ μεμαθηκότες δὲ καὶ πρὸ τοῦ σε μηνῦσαι γνωρίζωσιν ἐκ
9. τῶν ἔργων τὴν μέθοδον. τί δή ποτ’ οὖν οὐδεὶς αὐτῶν
10. οὔτε τῇ διαιρετικῇ φαίνεται κεχρημένος μεθόδῳ πρὸς τὴν ἐξαρίθμησιν
11. τοῦ καθ’ ἕκαστον γένος πλήθους οὔτε τῇ συνθετικῇ
12. πρὸς τὴν τῶν πρώτων εὕρεσιν; καίτοι διαλεκτικοῖς μόνοις
13. ταύταις ἐστὶ χρῆσθαι μεθόδοις, ποτὲ μὲν ἀπὸ τῶν
14. ἀτόμων τε καὶ ἀπεράντων τὸ πλῆθος ἐπὶ τὸ ἓν ἐκεῖνο τὸ
15. πρῶτον ἁπάντων γένος ἀνιόντα διὰ τῶν ἐν μέσῳ γενικῶν
16. τε καὶ εἰδικῶν διαφορῶν, ποτὲ δ’ ἀπ’ ἐκείνου πάλιν ἐπὶ τὸ
17. ἄπειρον ἰόντα διὰ τῶν αὐτῶν τῶν ἐν μέσῳ. ἀλλὰ τούτων
1. οὐδεὶς ἐτόλμησεν οὐδεμιᾷ μεθόδῳ πιστώσασθαι τὸν ἀριθμὸν,
2. ἢ τῶν πρώτων γενῶν, ἢ τῶν ἐκ τῆς τούτων τομῆς γινομένων
3. διαφορῶν. ἀλλ’ ἡμεῖς γε πεποιήκαμεν αὐτὸ, καὶ ὡς ἂν ὁδῷ
4. βαδίζοντες εὕρομεν τῶν ἑπτὰ καὶ εἴκοσι σφυγμῶν τῶν
5. κατὰ τὰς τρεῖς διαστάσεις λεγομένων καὶ τῶν ἐννέα τῶν
6. κατὰ μίαν ἓν κοινὸν γένος τὸ ποσὸν ἐν τῇ διαστολῇ τῆς
7. ἀρτηρίας. εἰ δὲ καὶ τὴν συστολὴν ἔνεστιν ἁφῇ γνωρίζειν,
8. γένοιτο ἂν, οἶμαι, κᾀν ταύτῃ τὸ ἴσον πλῆθος τῶν διαφορῶν.
9. ἀλλὰ περὶ μὲν τούτου ζητήσομεν ἐν τοῖς περὶ
10. διαγνώσεως.

Cliquer un n° de page pour en afficher l’image