Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 2.7, ed. Kühn, 1824, vol. 8, p. 602-615. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.7

11. Ἀρχιγένης δὲ, τούτου γὰρ πρώτου δίκαιον
12. μνημονεύειν, μετά γε τὸν Ἡρόφιλον ἐπιφωνήσαντας
13. τὸν Ὅμηρον·

14. Οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν,

15. οὐ μόνον ἐν τοῖς ὀνόμασιν ἔοικεν, ἀλλὰ καὶ πολὺ πρότερον
16. ἐν τοῖς πράγμασιν αὐτοῖς τεταράχθαι. καὶ διὰ τοῦτο παρὰ
17. πόδας ἑαυτῷ τἀναντία λέγων οὐκ αἰσθάνεται· μάθοις δ’ ἂν
18. ἐξ αὐτῆς τῆς λέξεως, ἐχούσης ᾧδε· εἰσὶ δέ τινες ἄλλοι
1. σφυγμοὶ οὔτε μέσοι οὔτε μεγάλοι οὔτε μικροὶ κατὰ μέγεθος
2. θεωρούμενοι, ἢ τάς γε τοῦ μεγέθους διαστάσεις. εἶθ’
3. ἑξῆς φησιν· ἔστι γὰρ σφυγμὸς κατὰ μῆκος τῆς ἀρτηρίας
4. διϊσταμένης ἐφ’ ἱκανὸν, στενουμένης δὲ κατὰ τὸ πλάτος καὶ
5. ταπεινότερον ἐγειρομένης. καλείσθω μακρός. ἕτερος δὲ
6. πλατείας μὲν τῆς διαστολῆς, ταπεινῆς δὲ κατὰ τὸ μῆκος βραχείας
7. ὑποπιπτούσης, καλείσθω πλατύς. τρίτος ἱκανῶς εἰς
8. ὕψος ἐπαιρομένης, στενῆς δὲ καὶ βραχείας κατὰ μῆκος σπάνιος
9. ὢν, ὑψηλὸς λεγέσθω. ἐν τούτοις προὔθετο μὲν εἰπεῖν
10. τοὺς κατὰ μίαν διάστασιν λεγομένους, μὴ συνεπινοουμένων
11. τῶν λοιπῶν δυοῖν. ἀπεπλανήθη δὲ καὶ περὶ τῶν κατὰ τὰς
12. τρεῖς διαστάσεις νενοημένων γράφων. τὸν μὲν γὰρ πρῶτον
13. αὐτῶν οὐ μακρὸν μόνον, ἀλλὰ καὶ στενὸν καὶ ταπεινὸν πεποίηκεν,
14. οὐ τῇ νοήσει μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ὀνόμασι.
15. τί γάρ φησι; κατὰ μῆκος μὲν τῆς ἀρτηρίας διϊσταμένης ἐφ’
16. ἱκανὸν, στενουμένης δὲ κατὰ πλάτος, καὶ ταπεινότερον ἐγειρομένης,
17. τὸ μὲν γὰρ στενουμένης κατὰ πλάτος τὸν στενὸν
18. σφυγμὸν δηλοῖ, τὸ δὲ, καὶ ταπεινότερον ἐγειρομένης τὸν ταπεινόν.
1. πάλιν δ’ αὖ τὸν δεύτερον οὐ πλατὺν μόνον, ἀλλὰ
2. καὶ ταπεινὸν καὶ βραχὺν ἐποίησεν, οὐ τῇ νοήσει μόνον,
3. ἀλλὰ καὶ τοῦτον τῇ λέξει. καὶ τὸν τρίτον δὲ κατὰ τὰ αὐτὰ
4. οὐχ ὑψηλὸν μόνον, ἀλλὰ καὶ στενὸν καὶ βραχύν. εἰσὶ δὲ οἱ
5. τρεῖς οὗτοι τῶν κατὰ τὰς τρεῖς διαστάσεις ἅμα λεγομένων
6. τῶν ἑπτὰ καὶ εἴκοσιν, οὓς ἐπὶ τοῦ διαγράμματος ἐξεθέμεθα.
7. γέγραπται δὲ ὁ μὲν πρῶτος ἐν τούτοις εἰρημένος ἔννατος ἐν
8. τῷ διαγράμματι τόνδε τὸν τρόπον· μακρὸς, στενὸς, ταπεινός.
9. ὁ δὲ δεύτερος ἐν τούτοις πρῶτος καὶ εἰκοστὸς ἐν τῷ διαγράμματι
10. γέγραπται τόνδε τὸν τρόπον· βραχὺς, πλατὺς,
11. ταπεινός. ὁ δὲ τρίτος ἐν αὐτοῖς πέμπτος καὶ εἰκοστός ἐστιν
12. ἐν τῷ διαγράμματι, γέγραπται δὲ οὕτως· βραχὺς, στενὸς,
13. ὑψηλός. ἢ τοίνυν τὴν ἀρχὴν τοῦ περὶ αὐτῶν ὑπαλλαξάτω
14. λόγου, ἐν ᾧ φησι κατὰ μέγεθος αὐτοὺς θεωρεῖσθαι, ἢ τάς
15. γε τοῦ μεγέθους διαστάσεις ἁπλῶς γραψάτω κατὰ μέγεθος,
16. ἢ προσκειμένου τοῦ κατὰ τὰς τοῦ μεγέθους διαστάσεις, μηκέτι
17. ἐκ τῶν κατὰ μέγεθος διαφορῶν αὐτοὺς ἡγείσθω. τί γὰρ καὶ
18. βούλεται, πότερα τῶν κατὰ τὰς τρεῖς ἅμα διαστάσεις νοουμένων
19. ὑπάρχειν αὐτοὺς, ἢ τῶν κατὰ μίαν μόνην; ἑκατέρως
1. γὰρ ἄπορον, εἰ μὲν τῶν κατὰ τὰς τρεῖς ἀκούοιμεν, ἁπάντων
2. μὲν τῶν κατὰ μίαν διάστασιν παραλελειμμένων ἐννέα τὸν
3. ἀριθμὸν ὄντων, ἄλλων δ’ ὀκτωκαίδεκα τῶν κατὰ τὰς τρεῖς
4. ἅμα. ἐννέα γὰρ οὕτω φανεῖται μόνων μνημονεύων, τριῶν
5. μὲν τῶν πρώτων ῥηθέντων, μεγάλου τε καὶ μικροῦ καὶ τοῦ
6. μέσου αὐτῶν· τριῶν δὲ τῶν νῦν ῥηθέντων, καὶ τριῶν ἄλλων
7. τῶν τούτοις ἐναντίων, ὧν ἑξῆς μνημονεύει, καὶ πρὸς
8. τούτοις ἔτι μάτην προσκείσεται τῷ λόγῳ τῷ κατὰ τὰς τοῦ
9. μεγέθους διαστάσεις. ἤρκει γὰρ ἁπλῶς εἰπεῖν κατὰ μέγεθος.
10. ἂν δ’ αὖ πάλιν περὶ τῶν κατὰ μίαν διάστασιν νοουμένων,
11. οἰηθῶμεν αὐτὸν ταῦτα γράφειν· πρῶτον μὲν ἄτοπον τὸ
12. μεμνῆσθαι καὶ τῶν λοιπῶν δυοῖν καθ’ ἕκαστον, ἔπειτα δὲ
13. οὐκ ὀκτωκαίδεκα μόνους, ἀλλὰ τέτταρας καὶ εἴκοσι φανεῖται
14. παραλελοιπὼς τῶν ἐκ τοῦ διαγράμματος. καὶ τρίτον ὅτι
15. μοχθηρῶς δόξει λέγειν κατὰ μέγεθος αὐτοὺς θεωρεῖσθαι, δέον
16. οὐ κατὰ μέγεθος, ἀλλὰ κατὰ τὰς διαστάσεις τοῦ μεγέθους
17. εἰπεῖν, εἴ γε, ὡς αὐτὸς εἴρηκεν, ὄγκος τίς ἐστι τὸ μέγεθος. οὐ
18. μὴν τό γε μῆκος αὐτὸ καθ’ ἑαυτὸ μόνον, ἀλλ’ οὐδὲ τὸ βάθος 
1. ἢ τὸ πλάτος ὄγκος ἐστὶν, ἀλλ’ ὥσπερ καὶ ὀνομάζεται διάστασις.
2. οὐ ταὐτὸν δὲ δήπουθεν ὄγκος τε καὶ ὄγκου διάστασις
3. μία. ἑκατέρως μὲν δὴ σφάλλεται πάντως ὁ τοῦ Ἀρχιγένους
4. λόγος, διὰ τὸ συγκεχυμένως τε καὶ ἀδιαρθρώτως εἰρῆσθαι,
5. καὶ οἷον ἐπαμφοτερίζειν τῇ νοήσει. κατὰ τί δὲ μᾶλλον ἠθέλησεν
6. εἰπεῖν, εἰ χρὴ μαντευσάμενον ἀποφήνασθαι, καὶ τοῦτο
7. τολμήσω. δοκεῖ μοι τοὺς κατὰ μίαν διάστασιν νοουμένους
8. ἐπιχειρῆσαι γράφειν, καὶ διὰ τῆς ἀρχῆς γε αὐτὸ τοῦτο ἐνδείξασθαι,
9. ἢ τάς γε τοῦ μεγέθους διαστάσεις εἰπεῖν, σφαλῆναι
10. δὲ περὶ τὴν ἑρμηνείαν, ὡς ἂν ἐν ὅλῳ τῷ γράμματι συγκεχυμένος
11. τε καὶ τεταραγμένος τὴν διάνοιαν. τὸ γὰρ ἀγνοεῖν
12. ἑπτὰ καὶ εἴκοσιν εἶναι τοὺς κατὰ τρεῖς ἅμα διαστάσεις νενοημένους,
13. μέγιστον τεκμήριον τοῦ παχεῖ λόγῳ καὶ ἀδιαρθρώτῳ
14. περὶ αὐτῶν ἀποφήνασθαι. ὅτι δὲ ταύτης μὲν ἔχεται
15. τῆς προαιρέσεως, ἁμαρτάνει δ’ αὐτῆς ἄκων, ἐκ τῶν ἐπιφερομένων
16. ἐστὶ δῆλον. τί γάρ φησιν εὐθὺς ἐφεξῆς; συντρεχουσῶν
17. γὰρ πολλάκις καὶ δυοῖν τινῶν διαστάσεων, ὥσθ’ ἅμα
18. βραχὺν καὶ ταπεινὸν εἶναι, ἢ βραχὺν καὶ στενὸν, ἐπί τε
1. τῆς ἑτέρας συζυγίας μακρὸν καὶ πλατὺν, ἢ μακρὸν καὶ ὑψηλόν.
2. δῆλος γὰρ ἐκ τούτων ἐστὶ τοὺς προειρημένους κατὰ
3. μίαν μόνην διάστασιν νοεῖσθαι βουλόμενος. τούτου γ’ οὖν
4. κατὰ τὰς δύο μόνας γράφει, τὴν τρίτην ὅπως ἂν ἔχει παραλιπών.
5. τί γάρ φησι; συντρεχουσῶν πολλάκις καὶ δυοῖν τινῶν
6. διαστάσεων, ὥσθ’ ἅμα βραχὺν καὶ ταπεινὸν εἶναι. δεῖ
7. γὰρ ἐν τούτῳ τῷ λόγῳ προεγνῶσθαι, τίς ὁ βραχὺς ἁπλῶς,
8. καὶ τίς ὁ ταπεινὸς ἁπλῶς. ἢ οὐκ ἔσται σαφὴς ὁ βραχὺς
9. ἅμα καὶ ταπεινός. ἀλλ’ οὐδὲ μακρὸς ἅμα καὶ πλατὺς γένοιτ’
10. ἄν ποτε σαφὴς, μὴ προνοηθέντος ἰδίᾳ καὶ κατὰ μόνας
11. ἑκατέρου. χρὴ γὰρ πρότερον μὲν νοῆσαι τὸν μακρὸν ἰδίᾳ,
12. μετὰ ταῦτα δ’ αὖ τὸν πλατὺν, ἰδίᾳ καὶ τοῦτον, ἔπειτα συντιθέναι
13. τὰς νοήσεις αὐτῶν εἰς ταὐτὸν, καὶ οὕτως λέγειν μακρὸν
14. ἅμα καὶ πλατὺν, ᾧ καὶ δηλονότι τεταραγμένος ἐναντία
15. παρὰ πόδας αὐτῷ λέγει. τὸν μὲν γὰρ μακρὸν οὐκ ἠρκέσθη
16. κατὰ μῆκος φάναι τῆς ἀρτηρίας ἐπὶ πολὺ διϊσταμένης γίνεσθαι.
17. καίτοι γ’ ἤρκει τοῦτο μόνον, ἀλλὰ προσέθηκεν ἐκ
18. περιττοῦ, στενουμένης δὲ κατὰ πλάτος καὶ ταπεινότερον
1. ἐγειρομένης. τὸν δὲ πλατὺν πάλιν οὐδ’ αὐτὸν ἠρκέσθη φάναι
2. πλατείας τῆς διαστάσεως γινομένης, ἀλλὰ προσέθηκε,
3. ταπεινῆς δὲ καὶ κατὰ μῆκος βραχείας. ἀλλ’ εἰ ταύτας με χρὴ
4. τὰς ἐννοίας φυλάττειν, ὦ Ἀρχίγενες, πῶς νοήσω τὸν αὐτὸν
5. ἅμα γινόμενον μακρὸν καὶ πλατὺν, ὡς ἑξῆς γράφεις; ἀφεῖλες
6. γὰρ αὐτὸς σὺ τῆς μὲν τοῦ μακροῦ νοήσεως τὴν πλατύτητα,
7. τῆς δὲ τοῦ πλατέος τὴν ὡς ἄν τις εἴποι μακρότητα.
8. ταῦτα οὖν ἐναργῶς ἀλλήλοις διαφέρεται, κατὰ μὲν τὸν πρότερον
9. λόγον ἐξαιροῦντος αὐτοῦ τῆς κατὰ τὸν μακρὸν ἐννοίας
10. τὴν πλατύτητα, κατὰ δὲ τὸν δεύτερον φυλάττοντος. καὶ
11. κατὰ τὸν πλατὺν καὶ ὑψηλὸν ὡσαύτως, ἐν μὲν τῷ προτέρῳ
12. λόγῳ τῶν ὑπολοίπων καθ’ ἑκάτερον δυοῖν διαστάσεων
13. ὦσε τὴν ποσότητα, κατὰ δὲ τὸ δεύτερον φυλάττει. ταῦτα
14. δὲ πάντα σφάλματα πέπονθεν ἐν τῇ τῶν ὀνομάτων ἐξηγήσει,
15. διὰ τὸ πολὺ πρότερον ἐν αὐτοῖς τοῖς πράγμασιν ἐσφάλθαι.
16. φαίνεται γὰρ οὔτε τῇ διαιρετικῇ μεθόδῳ κεχρημένος οὔτε τῇ
17. συνθετικῇ κατ’ οὐδεμίαν τῶν διδασκαλιῶν. κινδυνεύω δ’ εἰπεῖν,
18. ὅτι τὸ τῶν πολλῶν καὶ περὶ λόγους ἀγυμνάστων
19. πέπονθεν, ὥστε πολλάκις μὲν ἐπιχειρεῖν τὸ φύσεως
20. σύνθετον ἀναλύειν εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ, πολλάκις
1. δὲ, ἐπεὶ μηδὲν τούτων ἰδίᾳ τε καὶ καθ’ ἑαυτὰ δυνατὸν ὑπάρχειν,
2. ἵστασθαί τε καὶ παλινδρομεῖν ἐπὶ τὸ σύνθετον· αὖθις
3. δ’ αὖ πάλιν, ἐπειδὴ σύνθετον ἀδιάρθρωτόν τε καὶ ἀδιώριστον
4. ἔχει τὴν διδασκαλίαν, καὶ παντάπασιν ἰδιωτικήν τε καὶ
5. ἄτεχνον, μὴ διαιρεθὲν εἰς τὰ πρῶτα, τοῦ διαιρεῖν ἀποστῆναι
6. μὴ δύνασθαι, εἶτ’ ἐντεῦθεν πάλιν ἐπὶ τὸ σύνθετον ἀνακάμπτειν,
7. ὡς ἂν ἀκριβῶς τῇ νοήσει τῶν ἁπλῶν ἕκαστον ἀδυνατοῦντα
8. διορίζεσθαι· καὶ τοῦτον τὸν δίαυλον κάμπτοντά τε
9. καὶ κυλινδούμενον ἐν τῷ μέσῳ τῶν ἄκρων, διαπαντὸς ἐπαμφοτερίζειν
10. τε ταῖς νοήσεσι καὶ ταῖς εἰρημέναις ἐναντιολογίαις
11. ἐξ ἀνάγκης συνέχεσθαι. χρὴ δ’, οἶμαι, τόν γε διαλεκτικὸν εἶναι
12. προσποιούμενον ἕξιν ἱκανὴν ἔχειν, ὥστε τὸ προχειρισθὲν
13. ἅπαν, ὅταν ᾖ σύνθετον, ἀναλύειν εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ
14. κατ’ ἐπίνοιαν, οὐχ ὡς ἴδια καὶ μόνα πόθ’ ὑπάρξαντα, τοῦτο
15. γὰρ ἀμήχανον, ἀλλ’ ὡς νοηθῆναι μόνα δυνάμενα, μὴ συνεπιβαλλόντων
16. ἡμῶν ἐν τῷ νοεῖν αὐτὰ μηδεμιᾷ διαφορᾷ τῶν
17. ἐξ ἀνάγκης ἐζευγμένων. ὡς γὰρ σιμὸν ἄνθρωπον νοοῦμεν
18. καὶ γρυπὸν, οὔτ’ εἰ μέγας ἐστὶν ὁ τοιοῦτος, οὔτε εἰ μικρὸς,
19. οὔτε εἰ λευκὸς, οὔτ’ εἰ μέλας, οὔτ’ εἰ παχὺς, οὔτ’ εἰ
1. λεπτὸς, δεόμενοι, οὕτως ὑψηλόν· τινα νοοῦμεν σφυγμὸν, οὐ
2. δεόμενοι πῶς ἔχει μήκους ἢ πλάτους εἰδέναι. ταῦτ’ ἄρα καὶ
3. οἱ φάσκοντες μηδένα μακρὸν ἁπλῶς ἐπινοεῖν σφυγμὸν, δεῖν
4. γὰρ αὐτὸν ἐξ ἀνάγκης ἔχειν πὼς πλάτους τε καὶ βάθους,
5. ἄγροικοι καὶ ἀμαθεῖς εἰσι τῶν πρώτων μαθημάτων, ἃ ἐχρῆν
6. αὐτοὺς μεμαθηκότας καὶ γεγυμνασμένους γε κατ’ αὐτὰ πρὸς
7. ἡμᾶς ἥκειν οὕτως. ἐκ γὰρ τοῦ μὴ δύνασθαι συστῆναι τὸν
8. μακρὸν ἰδίᾳ, μηδ’ ἐννοηθῆναι δύνασθαι φασὶν αὐτὸν ἰδίᾳ.
9. μὴ τοίνυν μηδὲ σιμὸν ἄνθρωπον, μηδὲ γρυπὸν ἰδίᾳ νοείτωσαν,
10. ἂν μὴ μάθωσιν ἅπαντ’ αὐτοῦ τἄλλα, πότερον μέγας,
11. ἢ μικρός ἐστιν, ἢ παχὺς, ἢ λεπτὸς, ἢ μέλας, ἢ λευκὸς, ἢ
12. Ἕλλην, ἢ βάρβαρος, ἢ πονηρὸς, ἢ ἀγαθὸς, ἢ ὑγιαίνων, ἢ
13. νοσῶν, ἢ νέος, ἢ πρεσβύτης. πῶς δ’ οὐκ ἄτοπον, μακρὸν
14. μέν τινα καὶ ὑψηλὸν καὶ πλατὺν ἅμα νοεῖν ὁμολογεῖν καὶ
15. καλεῖν δι’ ἑνὸς ὀνόματος μέγαν, μακρὸν δὲ μὴ δύνασθαι φάσκειν
16. νοεῖν ἰδίᾳ καὶ μόνον, ὥσπερ οὐ τὴν αὐτὴν ἀναλογίαν
17. ἔχοντος καὶ τοῦ μεγάλου πρὸς τὸν ὅλον σφυγμὸν, ἥν περ ὁ
18. μακρὸς πρὸς τὸν μέγαν; ὡς γὰρ μακρὸς ἰδίᾳ καὶ κατὰ μόνας 
1. οὐδείς ἐστιν ἄνευ τοῦ πὼς ἔχειν βάθους τε καὶ πλάτους,
2. οὕτως οὐδὲ μέγας σφυγμός ἐστί τις χωρὶς τοῦ ταχὺς, ἢ βραδὺς,
3. ἢ σφοδρὸς, ἢ ἀμυδρὸς ὑπάρχειν, ἤ τινα τῶν ἄλλων ἔχειν
4. διαφορῶν. ἀλλ’ οὐδ’ εἰ μετὰ πασῶν τῶν διαφορῶν νοήσαις
5. κινουμένην τὴν ἀρτηρίαν, ἰδία δύναταί ποτε γενέσθαι κινουμένη.
6. τίς γὰρ εἶδεν ἀρτηρίαν ἔξω τοῦ σώματος ἔτι σφύζουσαν;
7. ἀνάγκη τοίνυν αὐτὴν ἐν τῷ ὅλῳ σώματι οὖσαν, ἐπικεῖσθαι
8. μέν τινι νεύρῳ, καὶ τοῦτο εἶναι ποιὸν καὶ ποσὸν,
9. ὑποκεῖσθαι δὲ φλεβὶ, καὶ ταύτην εἶναι καὶ ποιὰν καὶ ποσὴν,
10. περικεῖσθαι δ’ αὐτῇ σώματα πολλά. καὶ πάντα τις ἐντεῦθεν
11. ἀρξάμενος δύναται λέγειν, ὧν χωρὶς οὐχ οἷόν τε εἶναι τὸν
12. σφυγμόν. ἀλλ’ οἶμαι, νοῦν ἔχων ἄνθρωπος, ἐὰν ὑπακούσῃ
13. τοῦ ταῦτα λέγοντος, ἐρήσεταί τινα τῶν παρόντων, ἆρά γε
14. παίζων ἢ μαινόμενος τὰ τοιαῦτα ληρεῖ. πῶς γὰρ οὐ διωλύγιος
15. ὄντως καὶ μακρὰ φλυαρία, τὰ χωρὶς ἑτέρων ὑπάρχειν
16. μὴ δυνάμενα, μηδ’ ἐπινοεῖσθαι χωρὶς ἐκείνων ὁμολογεῖν; ὅτι
17. μὲν οὖν ἄνευ τοῦ πὼς ἔχειν βάθους καὶ πλάτους οὐ δύναται
18. μακρὸς εἶναι σφυγμὸς, οὐδεὶς ἀντιλέγει. ἀλλ’ οὐ τοῦτο ἦν
1. τὸ ζητούμενον, ἀλλ’ εἰ μηδὲ νοεῖσθαι χωρὶς ἐκείνων δύναται.
2. τοῦτο γὰρ εἴ τις λέγοι, λέληθεν ἑαυτὸν ἁπάσας μὲν ἀνατρέπων
3. τὰς τέχνας, ἅπασαν δὲ τὴν ἐν τῷ βίῳ χρείαν τῶν ὀνομάτων.
4. τίς γὰρ ἡμῶν ποτε τὴν θεραπευτικὴν τέχνην
5. ἔμαθε πλευριτικοῦ Δίωνος; οὐδείς. οὐ μὴν οὐδ’ ἁπλῶς ἀνθρώπου
6. πλευριτικοῦ, ἀλλ’ ἐν ταῖς ἰδικαῖς τε καὶ γενικαῖς ἐπινοίαις
7. αἱ τέχναι συνίστανται, πρῶτον μὲν κατ’ αὐτὸ τὸ πάθος
8. ἰδίων διορισμῶν παραληφθέντων· ἤτοι γὰρ πρὸς κλεῖν
9. τὴν ὀδύνην, ἢ εἰς ὑποχόνδριον ἐνοήσαμεν τελευτῶσαν, καὶ
10. οὐδαμοῦ Δίων ἐνταῦθα ἢ Θέων συνεπινοεῖται· ἔπειτα δὲ
11. τὰ προηγούμενα καὶ τὰ συμπαρόντα πληθωρικός ἐστιν ὁ
12. πλευριτικὸς, ἢ τοὐναντίον ἐνδεῶς ἔχων χυμῶν, εὔχυμος, ἢ
13. κακόχυμος. καὶ τούτων ἑκάτερον, ἆρά γε νῦν, ἢ πάλαι;
14. καὶ εἰ πάλαι, πότερον ἐκ διαίτης, ἢ φύσει; καὶ οὐδαμοῦ
15. πάλιν ἐνταῦθα Δίων ἢ Θέων, ἀλλ’ οὐδ’ ὅταν περὶ κράσεως
16. τοῦ νοσοῦντος ὁ λόγος ἡμῖν ᾖ, Δίωνος ἢ Θέωνος ἀνάγκη
17. μνημονεύειν, ἢ ὅλως ἐπινοεῖν, ἢ δεῖσθαί τι. γεωμετρία δ’
18. ὅπως ἀπόλλυται, τί δεῖ καὶ λέγειν, ἐάν τις μήτε γραμμὴν
1. φῇ νοεῖν μήτ’ ἐπιφάνειαν, ὅτι χωρὶς στερεοῦ σώματος ἀδύνατον
2. ὑπάρχειν αὐταῖς; τί δὲ τὰ κατὰ τὸν βίον σύμπαντα,
3. τὰ χωρὶς ἀλλήλων εἶναι μὴ δυνάμενα, πῶς οὐκ ἄν τις ἄτοπος
4. εἴη μηδὲ νοεῖσθαι κατὰ μόνας συγχωρῶν; ἀλλὰ τὴν μὲν
5. τοιαύτην ἀγροικίαν οὐκ ἄν ποθ’ ὑπέμεινεν ὁ Ἀρχιγένης.
6. φαίνεται γοῦν αὐτὸς τοὐναντίον ἀεὶ δρῶν, ἀναλύων ἕκαστον
7. εἰς τὰ πρῶτά τε καὶ ἁπλᾶ. σφάλλεται δὲ τοῦ σκοποῦ, καὶ
8. διαμαρτάνει πολλάκις ἄκων, ὑπ’ ἀγυμνασίας, ἐμοὶ δοκεῖ.
9. ἔνεστι γοῦν ἐπ’ αὐτοῦ τοῦ νῦν προκειμένου σαφῶς ὃ λέγω
10. τεκμήρασθαι. συντρεχουσῶν γὰρ, φησὶ, πολλάκις καὶ δυοῖν
11. διαστάσεων, ὥσθ’ ἅμα βραχὺν καὶ ταπεινὸν εἶναι· ἡμεῖς
12. δὲ τούτους κατὰ σύνδυο νοουμένους, τοῖς μὲν κατὰ μίαν,
13. ὅτι τε τοὺς κατὰ τὰς τρεῖς διαστάσεις νοουμένας ἑπτὰ καὶ
14. εἴκοσιν ὄντας οὐκ ἦν διδάξαι πρὸ τοῦ μίαν ἑκάστην τῶν διαστάσεων
15. ἰδίᾳ νοεῖν ἐθίσαι, ποτὲ μὲν αὐξανομένην, ποτὲ δὲ
16. μειουμένην, ποτὲ δὲ σύμμετρόν τε κᾀν τῷ κατὰ φύσιν διαμένουσαν,
17. καὶ προσέτι διὰ τὸ πολλὰ δύνασθαι διαγινώσκειν
18. ἡμᾶς ἀπὸ μιᾶς διαστάσεως. ὡς γὰρ ὁ μέγας σφυγμὸς
1. ἴδιόν τι πέφυκε δηλοῦν, οὕτω καὶ ὁ ὑψηλὸς αὐτὸς καθ’ ἑαυτὸν,
2. οὐ συνεπινοουμένων αὐτῷ τῶν ἄλλων διαστάσεων. οἱ
3. δὲ κατὰ δύο διαστάσεις οὔτε πρὸς τὴν τῶν κατὰ τὰς τρεῖς
4. ἅμα νοουμένων ἔχουσί τι χρήσιμον, ἐκπεπτώκασί τε τῆς διαιρετικῆς
5. μεθόδου, καὶ διὰ τοῦτο καὶ διδασκαλίας ἀτέχνου,
6. μάτην κατατρίβοντες τὸν εἰσαγόμενον, ὥσπερ εἰ καὶ οὕτως
7. τις ἐδίδασκε σφυγμὸν εἶναι, λέγων τὸν μέν τινα μέγαν ἅμα
8. καὶ ταχὺν, ἄλλον δὲ μέγαν ἅμα καὶ σφοδρὸν, καὶ ἄλλον
9. ταχὺν καὶ σφοδρὸν, καὶ οὕτω κατὰ σύνδυο προϊὼν ἐζεύγνυεν,
10. ὅπερ οὐδ’ αὐτὸς ὁ Ἀρχιγένης ἐποίησεν, ὡς ἂν
11. ἄτεχνόν τε καὶ ἀμέθοδον ἱκανῶς καὶ ἄχρηστον. τό τε γὰρ
12. ἐξ ἁπασῶν τῶν διαφορῶν σύνδετον καὶ νοεῖν ἠβουλόμεθα
13. καὶ ἡ τέχνη ζητεῖ γνῶναι, πρὸς τὸ τὴν ὅλην εἰδέναι
14. τοῦ προκειμένου πράγματος φύσιν, τό τ’ εἰς τὰς ἁπλᾶς
15. ἀναγόμενον διαφοράς. ἄνευ γὰρ τούτου τὸ σύνθετον οὐχ
16. οἷόν τε διηκριβωμένως ἐκμαθεῖν. τὸ δὲ μήτε τὴν ὅλην
17. τοῦ πράγματος φύσιν εἰς ἓν συλλαμβάνειν μήτ’ ἐπὶ μιᾶς
1. καὶ ἁπλῆς καταμένειν διαφορᾶς, ἄτεχνόν τε καὶ ἀμέθοδον
2. καὶ ἄχρηστον.

Cliquer un n° de page pour en afficher l’image