1. Ὅτι δὲ καὶ τῶν πρώτων ἐστὶ γενῶν, οἶδα
2. γὰρ καὶ τοῦτ’ ἐπαγγειλάμενος δείξειν, ᾧδ’ ἂν μάλιστα μάθοις,
3. εἰ πειραθείης καθ’ ἕκαστον τῶν ἄλλων γενῶν τὴν αὐτὴν
4. ποιήσασθαι γυμνασίαν, ἣν ἐπὶ τούτου νῦν
5. ἐποιησάμεθα. ποιήσεις δὲ μάλιστα οὕτως, εἰ καθ’ ἕκαστον
6. αὐτῶν προχειριζόμενος, ἐπισκοποῖο τί κοινὸν γένος ἀνωτάτω
7. ἐνδέχεται συστῆναι, τούτου τε κατὰ τὸ ποσὸν τῆς διαστολῆς
8. καὶ τοῦ σὺν αὐτῷ προτεινομένου. φέρε γὰρ ἐπειδὴ ταχύς
9. τίς ἐστι· καὶ βραδὺς καὶ σύμμετρος ἐν τῇ κινήσει τῆς ἀρτηρίας
10. σφυγμὸς, καὶ τοῦτο κοινὸν γένος ἐστὶ τὸ ποιὸν τῆς κινήσεως,
11. ὡς κᾀν τοῖς περὶ διαγνώσεως σφυγμῶν ἐπιδείκνυται, σκεπτέον
12. ἡμῖν ἐστι, τί ποτε κοινὸν γένος εὑρεῖν δυνησόμεθα ποιοῦ τε
13. καὶ ποσοῦ. μὴ δυνηθέντες γὰρ ἐν τοῖς πρώτοις γένεσι τάξομεν
14. τό τε ποσὸν τῆς διαστολῆς καὶ τὸ ποιὸν τῆς κινήσεως.
15. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιὸν τοῦ σώματος τῆς ἀρτηρίας ἄλλο γένος
16. ἦν σφυγμῶν, ἐν αὐτῷ γὰρ ὅ τε μαλακὸς καὶ ὁ σκληρὸς καὶ
17. ὁ σύμμετρος κατὰ τὴν σύστασιν τοῦ χιτῶνος τῆς ἀρτηρίας
18. ἦσαν, ἐπισκεπτέον αὖ πάλιν, τί καὶ τούτων ἐστὶ κοινὸν γένος,
1. λέγω δὲ τούτου τε τοῦ νῦν εἰρημένου καὶ τοῦ κατὰ τὸ ποσὸν
2. τῆς διαστολῆς. ἂν δὲ μηδὲν φαίνηται, τῶν πρώτων
3. ἡμῖν καὶ αὐτὸ θετέον εἴη. ὅτι δ’ ἐν τῷ περὶ τῶν τοιούτων
4. σκοπεῖσθαι γεγυμνάσθαι χρὴ διαγινώσκειν τὰς κατηγορίας,
5. ἡγοῦμαι πρόδηλον ὑπάρχειν· ἵν’ ὅταν ὑπὸ μίαν μὲν ἄμφω
6. ἄγηται κατηγορίαν τὰ ζητούμενα, μὴ μέντοι κοινὸν γένος τι
7. ἐπ’ αὐτοῖς ᾖ, μὴ ταραττώμεθα τῷ κοινῷ τῆς κατηγορίας,
8. ὡς τούς γε πλείστους τῶν ὀψιμαθῶν τε καὶ ἀγυμνάστων ψευδοδιαλεκτικῶν,
9. ἔνθα κατηγορία κοινὴ, καὶ γένος ἐνταῦθα
10. κοινὸν εὑρήσεις νομίζοντας, ὡς ἂν μὴ δυναμένους διαιρεῖσθαι
11. τὴν ὁμωνυμίαν. οὕτω γοῦν ἔχει κᾀπὶ τοῦ κατὰ τὴν κίνησιν
12. καὶ τὸ σῶμα τῆς ἀρτηρίας ποιοῦ. κατηγορία μὲν ἡ τοῦ
13. ποιοῦ κοινὴ κατ’ ἀμφοῖν τοῖν γενοῖν, οὐ μὴν καὶ γένος γέ
14. τι κοινὸν ἐπ’ ἀμφοῖν. ὁμωνύμως γὰρ, οὐ συνωνύμως ἄμφω
15. ποιὰ λέγεται. οὐ γὰρ ἓν ταὐτόν ἐστιν ἐν ἀμφοτέροις τὸ
16. ποιὸν, καθάπερ ἐν λευκῷ καὶ μέλανι, ἢ ἐν ψυχρῷ καὶ
17. θερμῷ, ἀλλὰ κινήσει μὲν τὸ ποιὸν ἴδιον καὶ γένους
18. ἄλλου, τῷ δὲ σώματι τῆς ἀρτηρίας ἴδιον καὶ γένους ἄλλου.
1. οὐ γάρ ἐστιν ἐν ταὐτῷ γένει κίνησίς τε καὶ σύστασις ἀρτηρίας
2. σώματος. ἀλλὰ περὶ μὲν τούτων τάχ’ ἂν ἐν τοῖς ἑξῆς
3. πλέον ῥηθείη. περὶ δὲ τοῦ κατὰ τὸ ποσὸν γένους τῶν σφυγμῶν
4. ἤδη δῆλον ὅπως χρὴ σκοπεῖσθαι, πότερα τῶν πρώτων
5. ἐστὶ γενῶν, ἢ τῶν δευτέρων. τοῦ μὲν γὰρ κατά τε τὴν κίνησιν
6. καὶ τὸ σῶμα τῆς ἀρτηρίας φανερῶς ἕτερον ὑπάρχει,
7. εἴ γε καὶ τὸ ποσὸν ἕτερον τοῦ ποιοῦ· διὰ ταῦτά γε καὶ τοῦ
8. κατὰ τὸν τόνον, ἐν ᾧ σφοδροί τέ τινες καὶ ἀμυδροὶ γίνονται
9. σφυγμοί. καὶ γὰρ οὗτοι κατὰ τὸ ποιὸν ἤτοι τῆς πληγῆς,
10. ἢ τοῦ ζωτικοῦ τόνου συνίστανται. καὶ μὴν καὶ ῥυθμοῦ καὶ
11. τοῦ κατὰ τάξιν τε καὶ ἀταξίαν, ὁμαλότητά τε καὶ ἀνωμαλίαν.
12. ὑπὸ γὰρ τὴν τοῦ πρὸς τὶ κατηγορίαν ἔρχεται ταῦτα σύμπαντα.
13. λοιπὸν δ’ ἂν εἴη παραβάλλειν αὐτὸ τῷ κατὰ τὴν
14. πυκνότητα καὶ ἀραιότηται γένει. φαίνεται γὰρ τοῦτο κατὰ τὸ
15. ποσὸν τοῦ χρόνου τῆς ἡσυχίας συνιστάμενον. ἀλλὰ κᾀνταῦθα
16. πάλιν ὑπὸ μὲν τὴν αὐτὴν κατηγορίαν ἀναχθήσεται,
17. γένος δ’ οὐ ταὐτὸν ἀμφοῖν γενήσεται. γένει γὰρ ὅλῳ διαφέρει
1. τὸ ἐν διαστάσει σώματος ποσὸν τοῦ κατὰ χρόνον ποσοῦ,
2. καὶ δῆλον ὡς οὐδὲν ἀνωτέρω γένος ἐν σφυγμοῖς ἐστι
3. τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς, ὥσπερ οὐδὲ τῶν ἄλλων
4. τῶν εἰρημένων οὐδενός. ὅστις δὲ ἀκριβῶς τούτοις ἕπεσθαι
5. βούλεται, γεγυμνάσθαι πρότερον αὐτὸν χρὴ περὶ τὰς κατηγορίας.
6. τὸ γὰρ τοῦ Ἀρκεσιλάου καλὸν, ὡς οὐδεὶς
7. πόκον εἰς γναφεῖον φέρει. τάξις γάρ ἐστιν ὥσπερ ἐρίων
8. ἐργασίας, οὕτω καὶ μαθημάτων διδασκαλίας. καὶ οὐδεὶς
9. οὔτ’ ἀναγινώσκειν διδάσκεται, πρὶν πάσας ἐκμαθεῖν τὰς
10. συλλαβὰς, οὔτε τὰς συλλαβὰς αὐτὰς, πρὶν ἅπαντα
11. τὰ στοιχεῖα τῆς φωνῆς, οὔτε τὰ σύντονα παλαίσματα
12. πρὸ τῶν ἁπλῶν καὶ ῥᾳδίων, οὐδὲ ταῦτα, πρὶν τρίψασθαι
13. καλῶς, οὐδὲ τοῦτο, πρὶν ἀλείψασθαι γυμναστικῶς,
14. ἀλλ’ ἕκαστον αὐτῶν τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον,
15. τὸ δὲ τρίτον ἐστὶν ἐν ἁπάσαις ταῖς τέχναις. οὕτω δὴ
16. κᾀν τοῖς κατὰ τὴν διαλεκτικὴν οὐκ ἐνδέχεταί τινα, πρὶν
17. ἐν τοῖς πρώτοις καὶ οἷον στοιχείοις γυμνάσασθαι, ταῖς
18. τῶν ἑξῆς ἀποδείξεσιν ἕπεσθαι. περὶ μὲν τούτων εἴς γε
19. τὸ παρὸν ἱκανὰ καὶ ταῦτα.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 2.9, ed. Kühn, 1824, vol. 8, p. 621-624. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩