ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΦΥΓΜΩΝ
ΛΟΓΟΣ Γ.
1. Τὸ μὲν δὴ περὶ τῶν πραγμάτων ἡμᾶς διαφέρεσθαι,
2. τῷ μὲν ἴσως ἀναγκαῖον εἶναι δόξει, τῷ δ’ εὔλογον,
3. τῷ δέ τινι καὶ συγνώμης ἄξιον. κατὰ μὲν γὰρ τὸν τραγικὸν
4. ποιητὴν,
7. νυνὶ δ’ ἐπεὶ οὐδὲ δοκεῖ πᾶσι ταὐτὸν οὔτε καλὸν οὔτε
8. σοφὸν οὔτε ἀληθὲς εἶναι, ἀναγκαῖον, οἶμαι, διαφέρεσθαι.
9. κατὰ δὲ τὸν φιλόσοφον τὸν εἰπόντα· ἢν γὰρ καὶ τὰ μέγιστα
1. τύχῃ τετελεσμένα, εἰπὼν αὐτὸς, ὅμως οὐκ οἶδε, δοκὸς δ’ ἐπὶ
2. πᾶσι τέτυκται. διὰ τὸν δοκὸν τοῦτον εὔλογον διαφέρεσθαι.
3. κατὰ δὲ τοὺς ἡγουμένους εἶναι βεβαίως τε καὶ ἀραρότως γνωστὸν,
4. ἀλλὰ χαλεπὸν εὑρεθῆναι τοῖς πολλοῖς, συγγνωστὸς ὁ
5. μὴ τυγχάνων αὐτοῦ. τὸ δὲ καὶ περὶ τῶν ὀνομάτων διαφέρεσθαι,
6. καὶ μηδὲ μετρίως τοῦτο, μηδ’ ὡς ἔτυχε, ποιεῖν, ἀλλὰ
7. βίβλους ὅλας μεγίστας ἀναπιμπλάναι τῆς περὶ ταῦτα τερθρείας,
8. οὔτ’ ἀναγκαῖον οὔτ’ εὔλογον οὔτε συγγνώμης ἄξιον ἐμοὶ
9. γοῦν εἶναι δοκεῖ. τοσαύτης γὰρ οὔσης τῆς ἐν τοῖς πράγμασιν
10. ἀσαφείας, ὥστε εἰ καὶ τριπλασίονα βίον ζήσαιμεν οὗ νῦν
11. ζῶμεν, οὐδὲ τότ’ ἂν ἴσως ἁπάντων ἡμῖν ἀκριβῶς γνωσθέντων,
12. καὶ διὰ τοῦτ’ εἰπόντος Ἱπποκράτους, ὁ βίος βραχὺς,
13. ἡ δὲ τέχνη μακρὴ, πῶς οὐκ ἄτοπος ὁ περὶ τὰ μηδὲν προσήκοντα
14. τρίβων τὸν χρόνον; ὥσπερ οὕτω πολὺν ἔχων, ὥστε
15. καὶ τοῦτ’ ἐκ περιττοῦ μανθάνειν, καὶ τἀναγκαῖα κατὰ σχολὴν
16. ζητεῖν. ἆρ’ οὖν οὐ τοῦτο δρῶσιν οἱ τὰ τοιαῦτα γράφοντες,
17. οἷά περ καὶ ὁ Ἀρχιγένης ἐν τῷ περὶ σφοδροῦ σφυγμοῦ λόγῳ;
18. ἔστι δὲ ἡ ῥῆσις μακρὰ καὶ πᾶσαν παραγράφειν ἐνταῦθα
1. αὐτὴν ἄτοπον, ἀλλ’ ὅμως ὁ βουλόμενος ἐκ τοῦ περὶ τῶν
2. σφυγμῶν συγγράμματος ἀναγινωσκέτω. τέταρτον γάρ ἐστιν
3. ἀπὸ τῆς ἀρχῆς κεφάλαιον. ἄρχεται δ’ αὐτοῦ τοῦτον τὸν τρόπον·
4. τὴν σφοδρότητα τοῦ σφυγμοῦ οὐκ εἶναι ἁπλῶν ποιοτήτων
5. φησὶ Μάγνος. ὡς οὖν ἀνεγνωκότι σοι τοῦτον ἅπαντα
6. τὸν λόγον τὸν περὶ τῆς σφοδρότητος, ἤδη πειράσομαι λέγειν
7. ἃ γινώσκω. θαυμάζω γὰρ οὐ τοῦτο μόνον ὅτι περὶ ὀνόματος
8. ἐρίζει· τοῦτο μὲν γὰρ τὸ ἁμάρτημα σχεδὸν ἤδη τοῖς πλείστοις
9. οὐκ ἰατροῖς μόνον, ἀλλὰ καὶ φιλοσόφοις σύνηθες·
10. ἀλλ’ ὅτι μηδ’ αὐτὸ τοῦτ’ αἰσθάνεται, ὅτι περὶ ὀνομάτων ἐρίζει,
11. καὶ διὰ τοῦτο, οἶμαι, νομίζων περὶ πράγματος διαλέγεσθαι,
12. μακροὺς ἀποτείνει λόγους. οἳ πρὸς τοῖς ἄλλοις
13. ἀτόποις, ἔτι καὶ ἀσαφῶς κειμένοις, βίβλου τινὸς ἑτέρας ἐξηγουμένης
14. αὐτοὺς οὐ μικρᾶς δέονται, ἵν’ ἀεὶ κατατριβώμεθα
15. δηλαδὴ περὶ ὄνου σκιᾶς ἀμφισβητοῦντες, μηδὲ τοσοῦτον ἄρα
16. πρὸς τῆς διαλεκτικῆς ὠφεληθέντες, ὡς γνωρίζειν δύνασθαι,
17. τίς μὲν ὑπὲρ ὀνόματός ἐστι, τίς δὲ ὑπὲρ αὐτοῦ ζήτησις τοῦ
18. πράγματος. ὄντος γάρ τινος σφυγμοῦ βιαίου κατὰ τὴν προσβολὴν,
19. ὡς ὠθεῖν τε καὶ ἀνατρέπειν τὴν ἁφὴν, τὸ μὲν ὅπως
1. ἄν τις αὐτὸν ἀκριβῶς διαγινώσκοι ζητεῖν, καὶ προσέτι τὰς
2. αἰτίας ὑφ’ ὧν γίνεται, καὶ τί δηλοῦν πέφυκεν ὁ τοιοῦτος
3. σφυγμὸς, περὶ πράγματός ἐστι σκοπεῖσθαι· τὸ δὲ τί κλητέον
4. αὐτὸν, ὑπὲρ ὀνόματος. ἵν’ οὖν σαφῶς ἐπιγνῶμεν, ὅτι
5. τὸ μὲν ὑπὲρ ὀνομάτων ἐστὶ, τὸ μηδὲν ζητεῖν, τὸ δ’ ὑπὲρ
6. αὐτῶν τῶν πραγμάτων σκοπεῖσθαι τὰς τέχνας αὔξει, καλέσωμεν
7. τὸν προειρημένον σφυγμὸν Δίωνα. κᾄπειτα λέγωμεν,
8. ὅπως μὲν ἀκριβῶς διαγινώσκεται, τουτέστι ὅτι θλιβόντων
9. τὴν ἀρτηρίαν, οὐκ ἐπιπολῆς ψαυόντων, ἔπειθ’, ὅτι γίνεται
10. τῇ ῥώμῃ τῆς ζωτικῆς δυνάμεως, ὡς ἐν τοῖς περὶ σφυγμῶν αἰτίας
11. ἐνδείκνυμεν. εἶθ’ ὅτι σημεῖόν ἐστιν ἐν νόσοις ἀγαθὸν,
12. καὶ ἄλλα τέ τινα καὶ κρίσεις οἵας πέφυκε δηλοῦν. εἰς τέτταρα
13. γάρ τοι μέρη νενεμημένης ἁπάσης τῆς περὶ τοὺς σφυγμοὺς
14. θεωρίας, εἴς τε τὸ περὶ τῆς διαφορᾶς αὐτῶν καὶ τὸ
15. περὶ διαγνώσεως καὶ τὸ περὶ τῶν αἰτίων καὶ τέταρτον τὸ
16. περὶ τῆς δι’ αὐτῶν προγνώσεως, οὐδὲν αὐτῶν παραβλάπτεται,
17. καλεσάντων ἡμῶν τὸν ἰσχυρῶς πλήττοντα σφυγμὸν Δίωνα.
18. καὶ γὰρ ὅπη τῶν ἄλλων διαφέρει μεμαθήκαμεν, ἄν τε
19. Θέων, ἄν τε Δίων, ἄν τ’ ἄλλό τι καλῆται, καὶ ὅπως
1. διαγνωσθήσεται, καὶ ὑπὸ τίνος αἰτίας γίγνεται, καὶ τί
2. δηλοῖ. φιλονεικείτω δὴ λοιπὸν ὑπὲρ αὐτοῦ πρὸς Μάγνον
3. Ἀρχιγένης, τάχα μὲν παρανομοῦντα καὶ αὐτὸν εἰς τὸ τῶν
4. Ἑλλήνων ἔθος τὸ περὶ τὰς προσηγορίας, ὅμως δὲ συνιέντα
5. τό γε τοσοῦτον, ὡς τὸ πλεῖστον αὐτῷ τῆς πρὸς τοὺς πρεσβυτέρους
6. ἀμφισβητήσεως ὑπὲρ ὀνόματος ἐστί. τί γὰρ δὴ καί
7. φησιν ὁ Μάγνος αὐτῇ λέξει; χρὴ τοίνυν καὶ μέγεθος ἀξιόλογον
8. εἶναι τοῖς σφυγμοῖς καὶ πληρότητα καὶ μετὰ τάχους
9. προσπίπτειν τοῖς δακτύλοις, εἰ μέλλει τις κυριολογεῖν σφοδρὸν
10. σφυγμὸν ὀνομάζων. οἶδεν οὖν σαφῶς ὁ Μάγνος ὅτι
11. μὴ περὶ πράγματος, ἀλλὰ τοῦ κυρίως ὀνομάζειν, ἢ μὴ κυρίως,
12. πρὸς τοὺς ἄλλους ἰατροὺς ἀμφισβητεῖ. σαφέστατον δ’ ἔτι
13. ποιεῖ τοῦτο διὰ τῶν ἐφεξῆς· ἀξιοῖ γὰρ τὸν Δημήτριον, ᾧ
14. ταῦτα τὰ βιβλία τὰ περὶ τῶν ἐφευρημένων μετὰ τοὺς Θεμίσωνος
15. χρόνους ἀνέθηκε, συνεπισκέψασθαι καὶ αὐτὸν, ὡς ἂν
16. φιλόσοφόν τε ὄντα καὶ τί τὸ κύριον ὄνομα καὶ τί τὸ μὴ
17. τοιοῦτον ἀκριβέστερον εἰδότα. λέγει δ’ οὕτως, οὐδὲν γὰρ
18. χεῖρον κᾀνταῦθα παραγράψαι τὴν ῥῆσιν αὐτὴν τοῦ Μάγνου·
19. πῶς οὖν τοῦτον καλῶς ἐν ταῖς ἁπλαῖς διαφοραῖς κατέταξαν,
1. σύ μοι διαίτησον. σοὶ γὰρ ἐπιβάλλει μᾶλλον τὰς κυριολογίας
2. κρίνειν καὶ ἀπὸ τῶν ὀνομάτων τεκμήρασθαι τὴν ὑπόστασιν
3. τῶν σημαινομένων. εἶθ’ ἑξῆς μᾶλλον σαφέστερον
4. ποιεῖ λέγων ὡδί· ἐγὼ δ’ οὐκ ἀλλάσσω τὴν ἐμαυτοῦ γνώμην
5. μέχρι τοῦδε. φημὶ δὲ τὸ τῆς σφοδρότητος ὄνομα σημαίνειν
6. οὐχ ἁπλῆν διαφορὰν σφυγμῶν, σύμμετρον δὲ ἐκ μεγέθους
7. καὶ τάχους καὶ πληρότητος. οὐκοῦν κᾀνταῦθα περὶ
8. τοῦ τί σημαίνει τὸ ὄνομα τὸ τῆς σφοδρότητος ἀμφισβητεῖν
9. ὁμολογεῖ. καὶ ὅλως εἴ τις βούλεται τὸν πάντα λόγον ἀναλέξασθαι,
10. γέγραπται δὲ ἐν τῷ τρίτῳ τῶν ἐφευρημένων μετὰ τοὺς
11. Θεμίσωνος χρόνους, εὕροι αὐτὸν αἰσθανόμενον ὅτι περὶ
12. ὀνόματος ἡ ζήτησίς ἐστι. τάχ’ οὖν τινι θαυμάζειν ἔπεισι
13. τῆς καινοτομίας τοῦ Μάγνου. τί γὰρ ἔδει μετατιθέναι τὰ
14. σημαινόμενα τῶν ὀνομάτων, εἴτε ὀρθῶς εἴτε οὐκ ὀρθῶς οἱ
15. πρόσθεν ἰατροὶ κατεχρήσαντο αὐτοῖς; θεωρίαν μὲν γάρ τινα
16. ἐφευρίσκειν εἰς τὰ τῆς τέχνης ἔργα διαφέρουσαν ἀνεμέσητον
17. οὐ Μάγνῳ μόνον, ἀλλὰ καὶ παντὶ τῷ δυναμένῳ, κᾂν τήμερόν
18. τις ᾖ τοιοῦτος, κᾂν μετὰ μυριάδας ἐτῶν παμπόλλας γίνηται·
1. τὸ δ’ ὑπὲρ ὀνομάτων ἐρίζειν οἷς τοσούτων πέρι ἡ σκέψις, οὐκ
2. ὀρθόν. ἀλλ’ εἴ τις ταῦτα θαυμάζει τε καὶ μέμφεται, καλῶς
3. μὲν ἴσως ποιεῖ, δοκεῖ δὲ ἀγνοεῖν τὴν προαίρεσιν τῶν ἀνδρῶν.
4. ἀρέσκονται γὰρ οὗτοι πάντες οἱ Πνευματικοὶ καλούμενοι τοῖς
5. ἀπὸ τῆς στοᾶς δόγμασιν. ὥστ’ ἐπεὶ Χρύσιππος αὐτοὺς εἴθισεν
6. ἀμφισβητεῖν περὶ τῶν κατὰ τὴν φιλοσοφίαν ὀνομάτων,
7. οὐδ’ αὐτοὶ περὶ τῶν κατὰ τὴν ἰατρικὴν ταῦτα ποιεῖν ὀκνοῦσι.
8. καὶ Ζήνων δὲ ὁ Κιττιεὺς ἔτι πρότερον ἐτόλμησε καινοτομεῖν
9. τε καὶ ὑπερβαίνειν τὸ τῶν Ἑλλήνων ἔθος ἐν τοῖς ὀνόμασιν.
10. οὐκοῦν ἔτι θαυμαστὸν οὐδὲν, εἰς τοσοῦτον ἐκπεπτωκέναι τῆς
11. ἐν αὐτοῖς φιλονεικείας τοὺς νεωτέρους ἰατρούς τε καὶ φιλοσόφους.
12. ἀλλὰ τί θαυμάζειν αὐτῶν ἄξιον, εἰ μηδ’ ὅτι περὶ
13. ὀνόματος ἐρίζουσι συνιᾶσιν; ὥσπερ οὖν οὐδ’ ὁ Ἀρχιγένης,
14. καί τοι τἄλλα συνετὸς ὢν, οὐκ ἠξίωσεν, αὐτὸ τοῦτ’ ἐπισημηνάμενος,
15. ὅτι καινοτομεῖ περὶ τοὔνομα τῆς σφοδρότητος ὁ
16. Μάγνος, οὕτω παρελθεῖν ἐπί τι τῶν χρησιμωτέρων, ἀλλ’
17. ἄνω καὶ κάτω στρέφεται κατὰ τὸν τόπον, τά τ’ ἄλλα διαμαρτάνων
1. καὶ ὅτι μηδ’ αὐτὴν τὴν ῥῆσιν ἑκάστοτε τοῦ Μάγνου
2. παρατίθεται, πολὺ σαφεστέραν οὖσαν ὧν αὐτὸς γράφει, μεταλαμβάνων.
3. ἄλλο δέ τι μεῖζον ἁμάρτημα τῆς ἐν τοῖς ὀνόμασι
4. μικρολογίας ἁμαρτάνουσι σχεδὸν ἅπαντες οἱ μεθ’
5. Ἡρόφιλον περὶ τῶν σφυγμῶν γεγραφότες. δέον γὰρ, ὡς
6. ὀλίγῳ πρόσθεν ἡμεῖς διειλόμεθα, καὶ αὐτοὺς οὕτω διελομένους,
7. ἰδίᾳ μὲν περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν, ἰδίᾳ δὲ περὶ
8. τῆς διαγνώσεως αὐτῶν, ἰδίᾳ δ’ ἔτι περὶ τῶν ἐν αὐτοῖς αἰτίων,
9. κᾄπειθ’ ἑξῆς ἰδίᾳ περὶ τῆς δι’ αὐτῶν προγνώσεως διδάσκειν,
10. οὐκ οἶδ’ ὅπως ἅπανθ’ ὁμοῦ συγχέουσί τε καὶ ταράττουσι, τὰ
11. μὲν παραλιπόντες ὅλως, τῶν δ’ ἐπὶ σμικρὸν κομιδῆ μνημονεύοντες,
12. τὰ δ’ ἀχρήστως τε καὶ περιττῶς ἀπομηκύνοντες,
13. τὰ δ’ ἀλόγως εἰς ταὐτὸ συναγαγόντες, ὥσπερ ἓν ὄντα, καί
14. τοι πάμπολυ διαφέροντα. κατά γ’ οὖν τοῦτον αὐτὸν λόγον
15. τὸν περὶ τῆς σφοδρότητος ὁ Ἀρχιγένης ὅταν μὲν γράφῃ ὡς
16. ἐκ τοῦ καθ’ ἕνα χωρισμοῦ φανερὰ γίγνεται καθ’ αὑτὴν ἡ σφοδρότης
17. οὖσα ὁ τόνος, ὡς εἶπον, τῆς τῶν ἀρτηριῶν κινήσεως,
18. τὸ τῆς σφοδρότητος αἴτιον εἰπὼν αὐτὴν οἴεται δεδηλωκέναι
1. τὴν σφοδρότητα. εἰ γὰρ δὴ τοῦτό ἐστιν, ὦ Ἀρχίγενες, ἡ
2. σφοδρότης, ἀπόκριναι τὴν αἰτίαν ἡμῖν αὐτῆς. ἀλλ’ οὐχ
3. ἕξεις. ἢ πάλιν ταὐτὸν ἀναγκασθήσῃ λέγειν τὸν τόνον. καὶ
4. ἔσται σοι ὁ τόνος τῆς τῶν ἀρτηριῶν κινήσεως ἅμα μὲν αἰτία
5. τῆς σφοδρότηρος, ἅμα δὲ ἡ σφοδρότης αὐτή. πολλῷ τοίνυν
6. ἄμεινον οἱ πρὸ Ἀρχιγένους περὶ σφυγμῶν γράψαντες, οἱ μὲν
7. τὸ ἀντιβατικὸν, οἱ δὲ τὸ βίαιον, οἱ δὲ τὸ ἰσχυρὸν, οἱ δὲ τὸ
8. ἀνατρεπτικὸν τῆς προσβολῆς τῶν ἀρτηριῶν ἐκάλεσαν σφοδρότητα.
9. καὶ τοῦτο καὶ αὐτὸς ὁ Ἀρχιγένης ἐπίσταται. τί
10. γοῦν φησι; δοκεῖ δέ τισι ἐν τῇ τῆς ἁφῆς πληγῇ κεῖσθαι, καθ’
11. ὃ καὶ πληγὴν ἀπ’ ἀρτηρίας φασὶν αὐτήν τινες. εἶτ’ οὐκ
12. οἶδ’ ὅπως οἴεται διαβάλλειν αὐτῶν τὴν δόξαν, ὡδί πως
13. γράφων· φαίνεται δὲ καθ’ ὅλην τὴν διαστολὴν τὸ στεγανὸν
14. τῆς ὁρμῆς, καθ’ ὃ καὶ εἰ προσπιέσαιμεν τοὺς δακτύλους, στερεωτέρα
15. ὑποπίπτει ἡ πληγὴ, οὐ κατὰ τὸ πέρας τῆς διαστολῆς,
16. ἀλλὰ κατωτέρω τότε γινομένη. ἡ μὲν λέξις αὕτη. πάρεστι
17. δὲ ἐπισκοπεῖσθαι, ὡς οὐδὲν ἡ ἀντιλογία περαίνει. τί γὰρ
18. πρὸς ἔπος, εἰ καὶ πρὸ τοῦ πέρατος τῆς διαστολῆς ἡ τῆς
1. πληγῆς ποιότης δήλη γίγνεται, τὸ μὴ οὐκ εἶναι πληγὴν ἀπ’
2. ἀρτηρίας, τὴν σφοδρότητα; εἰ μὲν γὰρ τοῦτ’ ἔλεγον οἱ πρὸ
3. Ἀρχιγένους, ὡς ἔστιν σφοδρότης ἀντιβατικὴ πληγὴ κατὰ τὸ
4. πέρας τῆς διαστολῆς γινομένη, καλῶς ἀντέλεγεν αὐτὸς ὑπομιμνήσκων
5. ὅτι καὶ πρὸ τοῦ πέρατος ἤδη φαίνεται τὸ βίαιον
6. τῆς προσβολῆς, ἐπεὶ δ’ ἁπλῶς ἔφασαν ἀντιβατικὴν εἶναι πληγὴν
7. τὴν σφοδρότητα, τὸ δεικνύειν ὅτι καὶ πρὸ τοῦ πέρατος
8. τῆς διαστολῆς ἤδη φαίνεται τοιαύτη, μάταιον.