Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 3.2, ed. Kühn, 1824, vol. 8, p. 645-649. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:3.2

9. Ἀλλ’ ἔστω τοῦθ’ ὅπερ ὁ Ἀρχιγένης βούλεται,
10. τόνος μέν τις ἡ σφοδρότης, τὸ δ’ ἰσχυρὸν τῆς πληγῆς,
11. οὐκ εἶναι σφοδρότης. ἐρωτήσωμεν αὐτὸν, τίς αἰτία σφοδρότητος
12. σφυγμῶν; οὐ γὰρ δή που ταυτόν ἐστι σφοδρότης
13. τε καὶ σφοδρότητος αἰτία. τὸ μὲν γὰρ φαίνεται καὶ πᾶς
14. ἰατρὸς ζητεῖ ἐπὶ νοσοῦντος· ὅ γε μὴν παντάπασιν ἀγύμναστος
15. εὐθὺς γνωρίζει τὸν σφυγμὸν ἢ σφοδρὸν ἢ ἀμυδρὸν εἶναι,
16. οὐ μὴν ἥ γε αἰτία φαίνεται. καὶ διὰ τοῦτο οὐδὲν ὑπὲρ
17. αὐτῆς ὡμολόγηται. Ἡρόφιλος μὲν γάρ φησι ῥώμην τῆς κατὰ
18. τῆς ἀρτηρίας ζωτικῆς δυνάμεως αἰτίαν εἶναι σφοδροῦ σφυγμοῦ· 
1. Ἀθήναιος δὲ τοῦ ζωτικοῦ τόνου τὴν ἰσχύν· Ἀσκληπιάδης
2. δὲ ἀμφοῖν καταγελάσεται, καὶ τόνους καὶ δυνάμεις καὶ πάντα
3. τὰ τοιαῦτα καινὰ φάσκων ὑπάρχειν ὀνόματα, τὴν δ’
4. αἰτίαν τῆς σφοδρότητος εἰς πλῆθος καὶ λεπτότητα πνεύματος
5. ἀνοίσει, καθάπερ, οἶμαι, καὶ Ἐρασίστρατος. οὐδὲ γὰρ
6. οὗτος τοῖς χιτῶσιν αὐτοῖς τῶν ἀρτηριῶν μεταδίδωσι τῆς τονικῆς
7. δυνάμεως, ἀλλὰ τῆς καρδίας ἰσχυρῶς ἐκθλιβούσης
8. τὸ πνεῦμα, τῇ τούτου διὰ τῶν ἀρτηριῶν φορᾷ τὸ ἀντιβατικὸν
9. ἐν τῇ πληγῇ φησι γεννᾶσθαι. καὶ τί δεῖ τούτων μνημονεύειν;
10. ὁ γάρ τοι Μάγνος, καὶ αὐτὸς ἀπὸ τῆς πνευματικῆς
11. αἱρέσεως εἶναι προσποιούμενος, ἑτέρως τὸ ἰσχυρὸν τῆς πληγῆς
12. γίνεσθαί φησιν ἢ ὡς Ἀρχιγένης. ἀλλὰ περὶ μὲν τῆς
13. τοιαύτης διαφωνίας οὐ νῦν ὁ καιρός. ὑπομεμνήσθω δ’ οὖν
14. εἰς τὰ παρόντα τό γε τοσοῦτον, ὡς τὸ μὲν ἰσχυρὸν τῆς
15. πληγῆς ἐν τῷ τὴν ἁφὴν ὠθεῖν καὶ ἀντιβαίνειν καὶ ἀνατρέπειν
16. κείμενον ἅπασιν ὡμολόγηται, τὸ δ’ ὑπὸ τίνος αἰτίας
17. γίγνεται διαφωνεῖται. γελοῖον δ’ ἐστὶν ἐν τῇ διαφωνίᾳ τοῦ
18. τί ποτ’ ἐστὶν ὅδε τις ὁ σφυγμὸς μὴ τοῦτο διδάσκειν, ἀλλ’ ὑπὸ
19. τίνος γίγνεται γράφειν. τὸ μὲν γὰρ τί ποτ’ ἐστὶ φαίνεσθαι
1. δεῖ, τὸ δ’ ὑπὸ τίνος γίγνεται λόγῳ φωρᾶσθαι. δῆλον οὖν
2. ὡς οὐδ’ ὅπῃ διήνεγκεν ὁ σφοδρὸς σφυγμὸς τῆς αἰτίας ὑφ’
3. ἧς γίγνεται, διηρθρωμένως ἐγίγνωσκεν ὁ Ἀρχιγένης. καὶ διὰ
4. τοῦτο ἐν τῷ τόνῳ τῆς κινήσεως τῶν ἀρτηριῶν τὴν σφοδρότητα
5. τίθεται, δέον τοῦτο μὲν αἴτιον εἰπεῖν σφοδρότητος,
6. αὐτὴν δὲ κατὰ τὸ ποιὸν τῆς πληγῆς φάναι συνίστασθαι
7. βίαιόν τινα οὖσαν καὶ ἀντιβατικὴν προσβολήν. ὅτι δὲ συγκέχυται
8. περὶ τὰ πράγματα καὶ διηρθρωμένως οὐδὲν λέγει, δῆλον
9. ἐξ ὧν ἐπιφέρει, προελόμενος ὁρίζεσθαι τοὺς σφυγμούς.
10. τί γάρ φησι; σφοδρὸς μὲν οὖν σφυγμὸς ὁ μείζονα τόνον
11. ἔχων τῆς κινήσεως καὶ ῥοιζώδης ὤν· ἀμυδρὸς δὲ ὁ ἐκλελυμένον
12. τὸν τόνον ἔχων καὶ ἀσύστροφον τὴν πληγήν. οὐ
13. γὰρ ἁπλῶς εἶπε, σφοδρὸς μὲν οὖν ἐστι σφυγμὸς ὁ μείζονα
14. τὸν τόνον ἔχων τῆς κινήσεως, ἀλλὰ προσέθηκε, καὶ ῥοιζώδης
15. ὤν· ὃ τί ποτ’ αὐτῷ βούλεται, μὰ τοὺς θεοὺς, οὐκ ἀκριβῶς
16. συνίημι. ποιητικὸν γὰρ τοὔνομά ἐστιν ὁ ῥοῖζος, οὐ
17. πολιτικὸν, οὔτε συνεχῶς λεγόμενον οὐδὲν, οὐδὲ τί ποτε
18. σημαίνει, προδηλοῦν. ἀλλ’ εἰ μέν τι χρὴ τοῖς γραμματικοῖς
1. πιστεύειν ἐξηγουμένοις τὸ παρὰ τῷ ποιητῇ λεγόμενον ἐπὶ
2. τοῦ Κύκλωπος,

3. Πολλῷ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα,

4. τάχος κινήσεως ὁ ῥοῖζος δηλοῖ. οὐ μὴν ἐβούλετό γε τοῦτο
5. Ἀρχιγένης αὐτὸς, ὁπότ’ ἀντέλεγε τῷ Μάγνῳ, πλὴν εἰ παραπλήσιόν
6. τι τοῖς ῥήτορσι ποιεῖ, κατηγορεῖ πολλάκις ὧν οὐκ
7. ἔγνωκεν. ἀλλ’ οὐκ ᾤμην ἔγωγε. τί ποτ’ οὖν ἐστιν ὃ βούλεται
8. δηλοῦν ὁ ῥοῖζος, εἰ μὴ τὸ τάχος; ἀλλ’ ἆρά γε τὸ ἰσχυρὸν
9. τῆς πληγῆς; ἀλλ’ οὕτως πάλιν ἅμα δυοῖν ἔσται τὸν
10. ὁρισμὸν πεποιημένος, αἰτίου τε τοῦ ποιοῦντος καὶ γιγνομένου
11. πρὸς αὐτοῦ, καὶ μείζων ἡ ἀπορία. πότερον ἑκάτερον
12. αὐτῶν βούλεται τὸν σφοδρὸν εἶναι σφυγμὸν, τό τε τοῦ τόνου
13. μέγεθος καὶ τὸ βίαιον τῆς πληγῆς, ἢ τὸ συναμφότερον, ἄν
14. τε γὰρ ἑκάτερον ἄν τε συναμφότερον, οὐ καλῶς, ὅτι μὴ
15. δυνατὸν, ὡς ἐλέχθη, τὴν αἰτίαν τῷ γιγνομένῳ πρὸς αὐτῆς
16. ταὐτὸν εἶναι. καὶ γὰρ δὴ τὸ φάναι, μείζονα τόνον ἔχειν τῆς
17. κινήσεως τὸν σφοδρὸν σφυγμὸν, ἀσαφές. οὐδὲ γὰρ οὐδ’ ἐνταῦθα
18. συνίημι τί λέγει, πότερον ὑπὸ μείζονος τόνου γίγνεσθαι
1. τὸν σφοδρὸν σφυγμὸν, ἢ τὸν μείζονα τόνον σφοδρὸν εἶναι
2. σφυγμόν. κατὰ μὲν γὰρ τὸ πρότερον τῶν σημαινομένων, οὐ
3. τί ποτ’ ἐστὶν ὁ σφοδρὸς σφυγμὸς, ἀλλ’ ὑπὸ τίνος γίνεται, δεδηλωμένον
4. ἂν εἴη· κατὰ δὲ τὸ δεύτερον, ἀδήλου τε καὶ ἀμφισβητουμένου
5. κατὰ τὰς αἱρέσεις ἡ διδασκαλία. χρὴ δ’ εἴπερ
6. τι καὶ ἄλλο, καὶ τὸν σφοδρὸν σφυγμὸν ἕν τι τῶν αἰσθητῶν
7. εἶναι πραγμάτων. ἀλλ’ ὁ τόνος οὐκ αἰσθητὸς, ἢ πάντως ἂν
8. ἅπασιν ὡμολόγητο. τινὲς μὲν γὰρ οὐδὲ συνιέναι φασὶν
9. ὅλως, τί ποτε σημαίνεται πρὸς τοῦ τόνος ὀνόματος, καί τοι
10. συνιέντες τε καὶ αἰσθανόμενοι σφοδροῦ σφυγμοῦ. τινὲς μὲν
11. ὁμολογοῦσι τὸ λεγόμενον, ὑπάρχειν δ’ οὐ συγχωροῦσιν.
12. οὕτως οὐ ταὐτόν ἐστι τόνος κινήσεως καὶ σφοδρὸς σφυγμὸς,
13. εἴγε τὸ μὲν αὐτῶν αἰσθήσει φαίνεται, τὸ δὲ οὐ μόνον ἄδηλον
14. ταῖς αἰσθήσεσιν, ἀλλὰ καὶ διαμφισβητούμενον καὶ ἀσαφὲς
15. ὅλως ἐστίν.

Cliquer un n° de page pour en afficher l’image