16. Ἆρ’ οὖν ἡ μὲν τοῦ σφοδροῦ σφυγμοῦ διδασκαλία
17. καὶ ἀσαφὴς καὶ ψευδὴς κατὰ πάντα τὰ σημαινόμενα,
18. σαφεστέρα δὲ καὶ ἀληθεστέρα ἡ τοῦ ἐναντίου αὐτοῦ τοῦ ἀμυδροῦ;
19. τάχα γὰρ ἐκ τῆς ἀντιθέσεως συνιέναι τινὸς τῶν ἐν
1. τῷ προτέρῳ λόγῳ δυνησόμεθα. τί δή φησιν; ἀμυδρὸς δὲ
2. ὁ ἐκλελυμένον τόνον ἔχων καὶ ἀσύστροφον τὴν πληγήν. ἐνταῦθα
3. δὴ φανερῶς τῷ μὲν μεγάλῳ τόνῳ τὸν ἐκλελυμένον
4. ἀντέθηκε, δέον οὐ τοῦτον, ἀλλὰ τὸν μικρὸν ἀντιθεῖναι.
5. ἢ κακῶς ἐν τῷ σφοδρῷ τὸν μέγαν εἶπε, τῷ δὲ ῥοιζώδει
6. ἀσύστροφον τῆς πληγῆς. εἰ μὲν οὖν ἐνόουν τί ποτ’ ἐστὶν τὸ
7. ἀσύστροφον, ἴσως ἂν συνῆκα τοῦ ῥοιζώδους. νυνὶ δ’ αὐτὸ
8. τοῦτο πάλιν ἀσαφέστερόν ἐστι πολλῷ τοῦ ῥοιζώδους. ὥστ’
9. οὐδέτερον αὐτῶν ἐξηγητικὸν γίνεται θατέρου. πότερον γὰρ
10. τὸ βραδὺ νομίσομεν λέγειν αὐτὸν ἀσύστροφον, ἢ τὸ ἄῤῥωστον,
11. ἢ τὸ μαλακὸν, ἢ τὸ εὐανάτρεπτον, ἢ τὸ διαλελυμένον, οὐκ
12. ἔχω συμβαλεῖν. ἓν δὲ μόνον ἐν τούτῳ τῷ τρόπῳ πλέον μοι
13. νομίζω γεγονέναι, τὸ καὶ τὴν ποιότητα τῆς πληγῆς αὐτὸν
14. εἰς τὴν ἔννοιαν τῆς σφοδρότητος παραλαμβάνειν, καί τοι κατ’
15. ἀρχὰς, ὁπότ’ ἀντέλεγε τῷ Μάγνῳ, μόνον τόνον εἰπόντι τῆς
16. τῶν ἀρτηριῶν κινήσεως. ἀλλὰ νῦν καὶ ἀσύστροφον ἔφη τὴν
17. πληγήν· καὶ μὴν ἀντεῖπεν ὀλίγῳ πρόσθεν τοῖς ἐν τῇ τῆς ἁφῆς
18. πληγῇ κεῖσθαι νομίζουσιν αὐτόν. ἐμοὶ μὲν δὴ καὶ ταῦτα
1. πάντη τεταραγμένου καὶ μηδὲν ἀκριβὲς ἔχοντος εἰπεῖν εἶναι
2. δοκεῖ. σοὶ δ’ εἴπερ μὴ ταῦτα, τὰ δ’ οὖν ἐφεξῆς αὐτῶν οἶδ’
3. ὅτι λῆρος εἶναι δόξει μακρὸς, ἄν γε μὴ σοφιστής τις ᾖς καὶ
4. αὐτὸς, ἀλλὰ τῶν τῆς ἰατρικῆς ἔργων ἐραστής. ἡ μὲν οὖν
5. ῥῆσις αὕτη τοῦ Ἀρχιγένους τόνδε τὸν τρόπον ἔχει· ἔστι δὲ
6. κατὰ τὴν σφοδρότητα τοιαύταις καὶ ἄλλαις ἐντυγχάνειν διαφοραῖς,
7. ἐν αἷς ἐκλελυμένη ἐμπίπτει ἡ πληγὴ καὶ ἀβαρὴς, ὃν
8. ἀμαυρὸν σφυγμὸν ἤδη τινὲς ἐκάλεσαν. ἄλλη δὲ βαρεῖα μὲν
9. ἔκλυτος ταύτην ἀμυδροῦ σφυγμοῦ διαφορὰν θείη τις ἂν, ἡ δ’
10. οὐκ ἔκλυτος μὲν, ἀλλ’ οἷον παραπεποδισμένη καὶ εἴσω ῥέπον
11. τὸ βάρος ἔχουσα, πεπιεσμένη καὶ δεδυκυῖα. διαφορὰ κατὰ
12. σφοδρότητα εἴη ἂν σφυγμοῦ καὶ κατὰ τὸν σφοδρὸν, ἡ μέν τις
13. πληγὴ εἴη ἂν ἐξεριστικὴ, ὑγρότερον ἐξωθοῦσα τὴν ἁφὴν, οἷα
14. ἀπὸ τροφῆς μάλιστα νεαρᾶς ἐγγίνεται. ἡ δὲ δύσθραυστός
15. ἐστι μᾶλλον, οἷον διηγκωνισμένου τοῦ κινοῦντος. ἡ δ’ ἐν
16. πείσεσί τισι καὶ ἐπὶ τοῖς ἐν σαρκὶ πλεονασμοῖς φαίνεται.
17. ταῦτ’, ὦ πρὸς θεῶν, πότερον θαυμαστά τις, ἢ ληρήματα
18. φήσει; τὸν γοῦν βίον βραχὺν ὡς πρὸς τὸ τῆς τέχνης ὄντα
1. μέγεθος οὐ βραχὺν οὗτός γε, ἀλλὰ τὸ μηδὲν ποιεῖ, τοσοῦτον
2. ὄχλον ἐπεισάγων αὐτῇ ψευδοῦς θεωρίας. πόθεν γοῦν οὗτοι
3. πάλιν ἥκουσιν ἡμῖν οἱ σφυγμοὶ, βαρὺς καὶ ἀβαρής; τί
4. δ’ οὐ καὶ ταύτην ἐν ἀρχῇ τὴν διαφορὰν ἐδήλωσεν, ἡνίκ’ ὀκτὼ
5. ποιότητας ἔλεγεν ὑπάρχειν τοῖς σφυγμοῖς; ὡς γὰρ μέγεθος
6. καὶ τάχος καὶ σφοδρότητα καὶ τἄλλα, τί τὸ κωλύον ἦν καὶ
7. βαρύτητα προσγράψαι; πόθεν αὕτη πάλιν ἡ καινὴ τραγῳδία,
8. βαρὺς σφυγμός ἐστί τις; πόσων μνῶν, ὦ Ἀρχίγενες,
9. ἑρμήνευσον ἡμῖν, εἴ γε μὴ μόνον ὀνόματα γεγραφὼς ἔσῃ,
10. πρᾶγμα δ’ οὐδὲν εἰρηκώς. ἔστι τις σφοδρὸς σφυγμὸς, ὡς
11. οἱ μὴ τραγῳδοῦντες ἔγραψαν, ἀντιβατικὸς κατὰ τὴν πληγὴν,
12. διάγνωσις δ’ αὐτοῦ, θλιβόντων τὴν ἀρτηρίαν, οὐκ ἐπιπολῆς
13. ψαυόντων. αἰτία δ’ ἄλλη μὲν κατ’ ἄλλον, ἄλλη δὲ κατὰ
14. τοὺς πνευματικοὺς ὑμᾶς, ἡ ῥώμη τοῦ τόνου. λέξον μοι καὶ
15. περὶ τοῦ βαρέος ὡσαύτως, τήν τε φύσιν αὐτοῦ καὶ τὴν διάγνωσιν
16. καὶ τὴν αἰτίαν. ἢ γελοιότατος ἂν εἴης τίς μέν
17. ἐστι σφοδρὸς σφυγμὸς καὶ ταχὺς καὶ μέγας, ἐξηγούμενός τε
18. καὶ ὁριζόμενος, οὓς καὶ χωρὶς ὁρισμῶν ἐνοήσαμεν ἂν, εἴ γε
1. μὴ παντάπασιν ἀήθεις ἦμεν Ἑλληνικῆς λέξεως, τίς δ’ ἐστὶν
2. ὁ σφυγμὸς ὁ βαρὺς οὗτος, ὃν ἐπεισάγεις ἡμῖν καινὸν, οὐκ
3. ἐξηγούμενος, ἀλλ’ ὑπολαμβάνων, εἰ τοὔνομα μόνον γράψειας,
4. εἰρηκέναι τι πλέον. τοῦτο δὲ οὐ λέγειν, ἀλλὰ λαλεῖν ἐστί.
5. εἰ μὲν οὖν βούλει κατὰ τὸν Κωμικὸν,
7. ἕτερος ἂν εἴη λόγος· εἰ δ’ οὐ λαλεῖν, ἀλλὰ λέγειν, τί καὶ
8. διδάσκειν ἐθέλεις, δήλωσον ἡμῖν, τίνι τῶν αἰσθήσεων, καὶ
9. πῶς διαγνωσόμεθα τόν βαρὺν τοῦτον σφυγμόν; ἐγὼ μὲν γὰρ
10. οὐδὲ λίθου βάρος, οὐδὲ ξύλου δύναμαι διαγνῶναι, μὴ ταῖς
11. χερσὶν ἀράμενος, ἢ ἀναθέμενος τοῖς ὤμοις, ἢ ἐξαρτησάμενος
12. τοῦ πραχήλου. πότερον οὖν καὶ τὴν ἀρτηρίαν τοῦ νοσοῦντος
13. ἐν ταῖς χερσὶ βαστάζοντας ἡμᾶς, ἢ ἀναθεμένους, δεήσει
14. διαγιγνώσκειν οὕτως τὸ βάρος τῶν σφυγμῶν, ἢ τί κελεύεις
15. ὦ Ἀρχίγενες; πρὸς δὲ ταῦτα τῶν ἀπ’ αὐτοῦ τις, γέρων
16. σεμνὸς, ἐννενηκοντούτης, ὦ τὰν, ὦ τέκνον ἔφη, ἐκλελυμένος
17. καὶ νωχελὴς καὶ βραδὺς καὶ μέλλων σφυγμὸς ἂν εἴη. πάλιν
18. οὖν ἡμεῖς ἔφαμεν, ὦ πάτερ, ἐκλελυμένον τίνα λέγεις; ἆρά γε
1. τὸν βραδὺν, ἢ τὸν ἀραιόν; οὐ γὰρ συνίεμεν. ὀλίγον οὖν
2. διασιωπήσας, τὸν βραδὺν ἀπεκρίνατο. καὶ μὴν περί γε τοῦ
3. νωχελοῦς, ἔφην, οὐκ ἂν ἐροίμην σε. δῆλον γὰρ ὅτι καὶ
4. τοῦτον βραδὺν εἶναι φήσειας. ἀλλὰ καὶ ὁ μέλλων, ἔφην,
5. οἶμαι, βραδύς ἐστι. ἐκ τούτων συνεὶς ὁ γέρων, ὡς ἐξ
6. ἁπάντων τῶν τεττάρων ὀνομάτων ἓν ἐδείκνυτο δηλούμενον
7. πρᾶγμα, βραδύτης σφυγμοῦ, ταράττεσθαί τε καὶ φιλονεικεῖν
8. ὑπήρξατο. καὶ πρῶτον μὲν τὸν μέλλοντα πρὸς αὐτοῦ κληθέντα
9. σφυγμὸν οὐ κατὰ τὸ βραδὺ τῆς κινήσεως, ἀλλὰ κατὰ
10. τὸ τῆς ἡσυχίας ἔφασκε μῆκος κεῖσθαι. τοῦτο γὰρ εἶναι τὸ
11. μέλλειν, ὀκνεῖν ἄρξασθαι· μετὰ δὲ ταῦτα καὶ τὸν ἐκλελυμένον
12. καὶ τὸν νωχελῆ τὸν οἷον ἄῤῥωστον ἔλεγεν. ἐκλελύσθαι
13. γὰρ καὶ ἀδυνατεῖν καὶ ἀσθενεῖν ταὐτὸν δηλοῦν. ἐγὼ τοίνυν
14. πρὸς αὐτὸν ὑπολαβὼν, οὐδὲν, ἔφην, πρᾶγμα. καὶ γὰρ
15. εἰ δεύτερον καὶ τρίτον ἀναθέσθαι περὶ τῶν αὐτῶν ἐθέλεις,
16. συγχωρήσομέν σοι. ζητοῦμεν γὰρ ἐξευρεῖν τἀληθὲς, οὐκ ἀμφισβητοῦμεν
17. φιλονεικοῦντες. ἔστωσαν δὴ, ἔφην, ὁ μὲν μέλλων
18. κατὰ τὸ τῆς ἡσυχίας μῆκος νενοημένος ὁ δὲ ἐκλελυμένος
19. καὶ νωχελὴς κατὰ τὴν ἀῤῥωστίαν. ἀναμνήσθητι τοίνυν, ὡς
1. βαρὺν ἔφησθα σφυγμὸν εἶναι τὸν ἐκλελυμένον καὶ νωχελῆ καὶ
2. βραδὺν καὶ μέλλοντα. σαφέστερον δέ μου περὶ τῶν σημαινομένων
3. ἀξιώσαντος μαθεῖν, ἐν ἀρχῇ μὲν οὐδὲν πλέον ἅπαντος
4. τοῦ βραδέος ἐφαίνετο δηλοῦν, νυνὶ δὲ τὸν μὲν ἐκλελυμένον
5. καὶ νωχελῆ τὸν οἷον ἄῤῥωστον ἔφαμεν εἶναι, τὸν
6. μέλλοντα δὲ κατὰ τὸ μῆκος τῆς ἡσυχίας νενοῆσθαι, τὸν βραδὺν
7. δὲ βραδὺν καὶ νῦν ἔτι μένειν. αὖθις οὖν ἀπόκριναί μοι,
8. τὸν ἀραιὸν, εἰ μὴ τὸν ἀμυδρὸν λέγεις; ἀλλὰ λέγω, φησί.
9. τί δὲ τὸ τὸν ἡσυχάζοντα μέχρι πολλοῦ; ἆρ’ οὐ καὶ τοῦτον
10. ἀραιὸν ἐρεῖς; ὡμολόγει. περαίνοιτ’ ἂν οὖν, ἔφην, ἐκ τῶν
11. ὡμολογημένων ὁ βαρὺς σφυγμὸς ἀμυδρός τις ἅμα καὶ
12. βραδὺς εἶναι καὶ ἀραιός. ἐσιώπησεν ἐπὶ τούτοις ὁ πρεσβύτης
13. μάλα σεμνῶς. ἀλλ’ εἰ καὶ τοῦτ’, ἔφην, οὐκ ἂν εἴη ποιότης
14. ἑτέρα τις παρ’ ἃς ἅπαντες λέγουσιν ἡ τοῦ βαρέος, ἀλλ’
15. ὄνομα κατὰ τριῶν ποιοτήτων συνόδου κείμενον. τὸν γὰρ
16. ἀμυδρὸν ἅμα καὶ βραδὺν καὶ ἀραιὸν βαρὺν εἶναι φήσομεν.
17. οὐκ οἶδ’, ἔφη, τί λέγεις, καὶ φιλονεικεῖς μάτην, καὶ τοῦτ’
18. εἰπὼν ἀπηλλάττετο, προσβλέψας ἡμῖν ἐπιτιμητικόν τι καὶ
1. καταγνωστικόν. ἀλλ’ ἡμεῖς μετ’ ὀλίγας ἡμέρας ἐπὶ νοσοῦντός
2. τινος αὐτοῦ τε παρόντος ἐκείνου τοῦ γέροντος καὶ
3. ἄλλων πολλῶν εὐδοκίμων ἰατρῶν, καὶ πάντων ταραττομένων
4. ἐπὶ τοῖς ὑπάρχουσι τῷ κάμνοντι συμπτώμασι, κοιλίαν
5. ἐκταραχθήσεσθαι προειπόντες, εἶτ’ ἐρωτώμενοι πρὸς αὐτῶν,
6. ὁπόθεν αὐτὸ προειρήκαμεν, πόκον, εἴπομεν, εἰς γναφεῖον
7. οὐδεὶς ἀποφέρει, δηλοῦντες αὐτοῖς, ὡς πολλοῦ δέουσι τὰ τηλικαῦτα
8. μανθάνειν, μηδὲ τὰ βραχύτατα γινώσκοντες. ὀλίγων
9. δ’ ὕστερον ἡμερῶν ἐξ ἀριστεροῦ μυκτῆρος αἱμοῤῥαγίαν
10. προειπόντες, εἶτ’ αὖθις παρωτίδας ἐσομένας, εἶτα ἄλλο τι
11. καὶ ἄλλο, τὸ μὲν προγνόντες, τὸ δὲ θεραπεύσαντες, ὧν ἠδυνάτουν
12. ἐκεῖνοι, δεομένοις αὐτοῖς εἰπεῖν, ἐκ τίνος τὰς τοιαύτας
13. θεωρίας προλέγετε καὶ πράττετε, διὰ παντὸς ἐσιωπῶμεν,
14. ἐκείνοις μὲν οὐδὲν ἀποκρινόμενοι, πρὸς δὲ ὑμᾶς αὐτοὺς λέγοντες
15. τὸ τοῦ Κωμικοῦ,
1. θᾶττον γὰρ ἄν τις τοὺς ἀπὸ Μωϋσοῦ καὶ Χριστοῦ μεταδιδάξειεν
2. ἢ τοὺς ταῖς αἱρέσεσι προστετηκότας ἰατρούς τε καὶ
3. φιλοσόφους. ὥστ’ ἐγὼ τελευτῶν ἔγνων κερδαίνειν μακρὰν
4. ἀδολεσχίαν περὶ μηδενὸς αὐτοῖς ὅλως διαλεγόμενος· καί μοι
5. τοῦτο πράττεται καὶ πραχθήσεται. καὶ τάδε τὰ γράμματα
6. σαφῶς εἰδὼς ἀνωφελῆ πᾶσιν ὀλίγου δεῖν ἐσόμενα, πλὴν
7. ἑνὸς ἴσως τινὸς, ἢ δυοῖν, οἳ ἂν καὶ φύσει θαυμαστῇ καὶ
8. διδασκαλίᾳ καὶ μελέτῃ χρήσωνται, καὶ πρὸ τούτων ἁπάντων
9. ἔξω τῆς περὶ τὰς αἱρέσεις καταστῶσι μανίας, ὅμως γράφω,
10. ἅμα μὲν παιδιὰν οὐκ ἄμουσον παίζων, ἅμα δὲ εἰς τὸ τῆς
11. λήθης γῆρας, ὡς ὁ Πλάτων φησὶν, ὑπομνήματα ἑαυτῷ παρασκευαζόμενος,
12. ἅμα δὲ καί τισι τῶν ἑταίρων δεηθεῖσι χαριζόμενος.
13. ἀλλὰ περὶ μὲν τῆς ἐπιπολαζούσης ἀμαθίας ἅμα καὶ
14. φιλονεικίας ἀρκεῖ καὶ ταῦτα.