Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 3.4, ed. Kühn, 1824, vol. 8, p. 657-668. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:3.4

15. Περὶ δὲ ὧν προὐθέμεθα λέγειν ἐπάνιμεν
16. αὖθις, ἐπιδεικνύντες τοῖς ἕπεσθαι δυναμένοις, ὡς ὁ βαρὺς
17. σφυγμὸς ὄνομα μόνον ἐστὶ, πρᾶγμα δὲ οὐδὲ ἕν. εἰ γὰρ ὡς ὁ
18. σοφώτατος τῶν καθ’ ἡμᾶς Ἀρχιγενείων ἀναγκαζόμενος αὐτὸν
1. ἐξηγεῖσθαι, μετελάμβανεν, ἀμυδρὸς ἔσται καὶ βραδὺς καὶ
2. ἀραιός. εἰ δὲ τὸν τοιοῦτον σφυγμὸν ἐνδείκνυσθαι φαῖεν ὑπὸ
3. πλήθους βαρύνεσθαι τὴν φύσιν, καὶ διὰ τοῦτο καλεῖσθαι δεῖν
4. βαρὺν σφυγμὸν, ὥρα καλεῖν αὐτοὺς οὐ βαρὺν μόνον, ἀλλὰ
5. καὶ ὠμὸν αὐτὸν καὶ ψυχρὸν, ὃς οὐδὲν ἧττον πλήθους ὠμότητα
6. χυμῶν καὶ κατάψυξιν ἐνδείκνυσθαι δύναιτ’ ἄν. οὕτω
7. δ’, οἶμαι, καὶ χολώδη τινὰ καὶ φλεγματώδη σφυγμὸν ὀνομάζειν
8. οὐκ ὀκνήσομεν, ἂν ἅπαξ τῶν ποιούντων αὐτοὺς αἰτίων
9. τὰς προσηγορίας αὐτοῖς τοῖς σφυγμοῖς ἐπιφέρειν ἐθίσωμεν.
10. ὅπερ οὖν ἀεὶ λέγεται, τὸ μὴ διωρίσθαι παρ’ αὐτοῖς ἰδίᾳ μὲν
11. τὴν περὶ διαφορᾶς σφυγμῶν πραγματείαν, ἰδίᾳ δὲ τὴν περὶ
12. διαγνώσεως, ἰδίᾳ δὲ τὴν περὶ τῶν ἐν αὐτοῖς αἰτίων, ἰδίᾳ δὲ
13. τὴν περὶ προγνώσεως, εἰς τὰς τοιαύτας ἀδολεσχίας ἐμβάλλει.
14. ὅ γ’ οὖν Ἀρχιγένης περὶ πρώτου πάντων γράφων τοῦ κατὰ
15. τὸ μέγεθος γένους τῶν σφυγμῶν, οὔτε τῶν ποιούντων αὐτοὺς
16. αἰτίων οὔτε τῆς ἐξ αὐτῶν προγνώσεως ἐμνημόνευσεν, ἀλλὰ
17. τὰς διαφορὰς τῶν κατὰ τὸ γένος τοῦτο συνισταμένων σφυγμῶν
18. καὶ τοὔνομα ἑκάστης αὐτῶν ἐδίδαξε, βραχέα μέν που
19. παρεμβάλλων αὐτοῖς τῆς διαγνώσεως, ἀλλ’ οὐδὲ αὐτὸ τοῦτο
1. γινώσκων, ὡς ἐν τοῖς ἑξῆς ἀποδειχθήσεται. δευτέρου δὲ
2. τοῦ κατὰ τὴν σφοδρότητα γένους μνημονεύων, τὰς τρεῖς ὁμοῦ
3. διδασκαλίας συνέχεεν, οὐ περὶ διαφορᾶς μόνον καὶ διαγνώσεως,
4. ἀλλὰ καὶ περὶ τῶν ποιούντων αὐτῶν αἰτίων διαλεχθείς.
5. κᾀν τῇ περὶ πληρότητος ἔτι μᾶλλον ταραχθεὶς, ἑξῆς ἐν τῇ
6. περὶ ῥυθμῶν ὀλίγα μὲν προσήψατο τῆς διαγνωστικῆς θεωρίας,
7. τὰ πλεῖστα δὲ ἐν τῇ πρώτῃ κατέμεινεν· ἐν μόνῃ δὲ
8. τῇ περὶ τάξεώς τε καὶ ἀταξίας ὁμαλότητός τε καὶ ἀνωμαλίας
9. τὸ πρῶτον μέρος τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας ἠδυνήθη
10. φυλάξαι καθαρὸν, μήτε περὶ διαγνώσεως καὶ προγνώσεως
11. τῆς ἐξ αὐτῶν, ἀλλ’ οὐδὲ περὶ τῶν αἰτίων οὐδὲν εἰπὼν ἐνταυθοῖ.
12. ἐν δὲ τῷ περὶ τοῦ βαρέος τε καὶ ἀβαροῦς, ὡς αὐτὸς
13. ὀνομάζει, λόγῳ, πρὸς τοῖς ἄλλοις ἔτι καὶ τοῦτο θαυμαστῶς
14. οὕτως ἔγραψεν· ὃν ἀμαυρὸν σφυγμὸν ἤδη τινὲς ἐκάλεσαν.
15. τίνες, ὦ οὗτος, ἐχρῆν εἰπεῖν· ἐκ ποίας Σκυθίας
16. ἥκοντες; ἵνα γνῶσιν ὡς οὐδὲν πλέον δηλοῖ τὸ ἀμαυρὸν
17. ὄνομα τοῦ ἀμυδροῦ, ἄμφω γὰρ κατὰ τοῦ αὐτοῦ λέγουσιν
18. οἱ Ἕλληνες, ἀλλὰ συνηθέστερον αὐτοῖς τὸ ἀμυδρόν.
1. οὗτοι μὲν δὴ δύο σφυγμοὶ, βαρύς τε καὶ ἀβαρὴς, Ἀρχιγένεια
2. δῶρα, μέχρι τοῦ λαληθῆναι προελθόντες, οὐδεμίαν ἔχουσι
3. διάγνωσιν· οἱ δ’ ἐφεξῆς αὐτῶν ἔτ’ ἀλλοκοτώτερον σύγκεινται.
4. τίς γάρ ἐστιν ἡ ἔσω ῥέπον τὸ βάρος ἔχουσα διαφορὰ
5. σφυγμῶν, ἐγὼ μὲν οὐκ οἶδα. καὶ διὰ τοῦτο πάλιν ἠναγκάσθην
6. ἐρωτᾷν τοὺς ἀπ’ αὐτοῦ, τί ποτε εἴη τὸ αἴνιγμα. τῶν
7. δ’ αἰνιγματωδέστερόν τε καὶ ἀλλοκοτώτερον ἔτ’ αὐτοῦ τοῦ
8. συγγράψαντος ἀποκριναμένων, ἔγνων βεβαίως, ὡς εἰσὶν ἄρα
9. τινὲς ἄνθρωποι θαυμάζοντες ἃ μὴ νοοῦσι. καί μοι δοκεῖ
10. τοῦτ’ αὐτὸ κατανοήσας ὁ Ἀρχιγένης ἑκὼν εἶναι πολλαχόθι
11. γράφων ἀσαφῶς. ἐγὼ μὲν οὖν οὐδὲ χωρὶς τοῦ γελᾷν δύναμαι
12. μνημονεῦσαί ποτε τοῦ ῥέποντος ἔσω βάρους. δῆλον γὰρ
13. ὡς ἕτερόν τι βάρος ἔξω ῥέπον ἐστί. καὶ τοῦτο μὲν, ὡς οἶμαι,
14. τῷ δέρματι τοῦ ἀνθρώπου βαρὺ, τὸ δ’ ἕτερον τοῖς
15. ὀστοῖς ἐστι· πῶς γὰρ ἂν ἄλλως τὸ μὲν ἔξω, τὸ δ’ εἴσω
16. ῥέπειν λέγοιτο; τὸ δὲ παραπεποδισμένην καὶ πεπιεσμένην καὶ
17. δεδυκυῖαν ὀνομάζειν τινὰ διαφορὰν σφυγμοῦ, ἆρ’ οὐ καὶ αὐτὰ
18. τῶν ἐξηγησομένων δεῖται; τίς γάρ ἐστιν ἡ παραπεποδισμένη; 
1. καὶ γὰρ ἡ βραδύτερα ἢ χρῆν κινουμένη παραπεπόδισται,
2. καὶ ἡ ἀραιοτέρα ἢ προσήκει καὶ ἡ διαλείπουσα καὶ ἡ ἐκλείπουσα
3. καὶ ἡ ἀνώμαλος πᾶσα καὶ ἡ ἄτακτος καὶ ἡ ἄρυθμος,
4. ἀλλὰ καὶ ἡ μικροτέρα τοῦ δέοντος καὶ ἡ ἀμυδροτέρα, πάντως
5. δή που καὶ αὗται τῶν παραπεποδισμένων εἰσίν. ὅλως
6. γὰρ τὸ παραπεποδίσθαι μᾶλλον αἰτίας ἐστὶν ἢ διαφορᾶς
7. σφυγμοῦ δηλωτικόν. ἡ δ’ αὖ πεπιεσμένη, καὶ αὕτη πότερον
8. ἀμυδρά τίς ἐστιν ἢ σμικρά; ἢ τί μέντοι βούλεται κᾀπὶ τῆς
9. δεδυκυίας διαφέρειν; δόξειε γὰρ ἂν ἡ δεδυκυῖα μικρά τις ὑπάρχειν.
10. ἀλλ’ ἴσως μὲν ἡμεῖς σκαιοὶ παντάπασίν ἐσμεν, Ἀρχιγένης
11. δὲ μονονοὺ αὐτὸς ὁ Ἑρμῆς, ἕνεκα συνέσεως· ἐχρῆν
12. οὖν αὐτὸν ὡς θεὸν ἀνθρώπους διδάσκειν ἐπιχειροῦντα, μὴ
13. μόνον ὀνόματα γράφειν, ἀλλὰ καὶ διαγνώσεις, ὡς ἐπὶ τῶν
14. σαφεστέρων ἐποίησεν. ἀλλ’ εἴπερ ὅλως ἐπεχείρησεν αἰσθητοῖς
15. γνωρίσμασι διακρίνειν αὐτοὺς, οὐκ ἂν οὕτως μάταια
16. λέγων ἐλάνθανεν, ὥσπερ οὖν καὶ ἡμῶν ἑτέρους πλείονας ἄχρι
17. λόγου συνθεῖναι δυναμένων. καὶ δὴ λέγω πρῶτον μὲν τὸν
18. ἀναπεπτάμενον σφυγμόν. οὐ γὰρ δήπου δεδυκότα μὲν ἐκείνῳ
1. λέγειν ἔξεστιν, ἀναπεπτάμενον δ’ ἡμῖν οὔ; καὶ νὴ Δί’
2. ἄλλον νηχόμενον. ἤδη δὲ καὶ γλίσχρον καὶ κραῦρον ἐρῶ καὶ
3. μέλανα καὶ λαμπρὸν καὶ καθαρὸν καὶ θολερὸν καὶ δεινὸν
4. καὶ ἱλαρόν. καί που καὶ βλιτυριζόμενον ἐρῶ σφυγμὸν καὶ
5. σκινδαψιζόμενον, εἰ χρὴ λέγειν ὀνόματα μόνον. ἀλλὰ
6. καὶ τὸ βλίτυρι, φασὶ, καὶ τὸ σκινδαψὸς ἄσημα παντελῶς
7. ἐστι, τὰ δ’ Ἀρχιγένους δῆλα. τί ληρεῖς ἄνθρωπε ἑκὼν,
8. καὶ γὰρ τὸ βλίτυρι κροῦμά τι δηλοῖ καὶ τὸ σκινδαψὸς οὐκ
9. οἰκέτου μόνον, ἀλλὰ καὶ ὀργάνου τινός ἐστιν ὄνομα. τί δὴ
10. τοῦτο φήσει τις, οἶμαι, πρὸς τοὺς σφυγμούς; τί δὲ ἃ σὺ
11. λέγεις ὀνόματα πρὸς αὐτοὺς ἐστὶ, τά τε μικρῷ πρόσθεν εἰρημένα
12. καὶ ὁ ἀποκεκρημνισμένος καὶ ὁ τρύζων καὶ ὁ ὑγροφανὴς
13. καὶ ὁ καρώδης καὶ βομβῶν καὶ ὁ ἐκτεθαμβημένος καὶ ὁ
14. ἀναλυθεὶς καὶ ὁ ἀτενὴς καὶ ὁ ἀδρανὴς καὶ ὁ ἀποπεπηγὼς καὶ
15. ὁ διαπεφυσημένος καὶ ὁ διηγκωνισμένος καὶ ὁ ἐγκαλυπτόμενος
16. καὶ ὁ ἐξώστης καὶ ὁ ἐμβριθὴς καὶ ὁ ἐγκρέκων καὶ ὁ νότυλος
17. καὶ ὁ κατανεναγμένος καὶ ὁ διανεναγμένος καὶ ὁ λαγαρίζων
18. καὶ ὁ ὑποκλεπτόμενος καὶ ὁ ῥακώδης καὶ ὁ σεσοβημένος καὶ ὁ
19. σκυθρωπῶς ἀποχωρῶν, ὅ τε τῆς ἀρτηρίας ὁλκίμου προσπιπτούσης,
1. ἄλλων τε τοιούτων ὀνομάτων πάμπολυ πλῆθος,
2. ἅπερ ἰδίᾳ μέν τι καὶ καθ’ αὑτὰ δηλοῖ, κοινὸν δὲ αὐτοῖς
3. πρὸς τοὺς σφυγμοὺς οὐδέν ἐστιν, ὥσπερ οὐδὲ τὸ ὑγρότερον
4. ἐξωθεῖν λέγεσθαί τινα σφυγμόν; ἐνταῦθα γὰρ πάλιν ἀποπλανᾶται
5. τῆς τῶν σφυγμῶν διδασκαλίας ὁ Ἀρχιγένης, ὑγρότητος
6. μνημονεύων, εἰς μὲν τὰς προγνώσεις χρησίμου πράγματος,
7. ἀλλ’ οὐκ ἐκ τῆς περὶ σφυγμῶν θεωρίας. μίξας οὖν
8. αὐτῇ τῇ ἐξεριστικῇ πρὸς αὐτοῦ κληθείσῃ μηδὲν διαφερούσῃ
9. τοῦ σφοδροῦ σφυγμοῦ, διαφοράν τινα προσποιεῖται
10. ἑτέραν ταύτην διδάσκειν, οὖσαν οὐχ ἑτέραν, ἀλλὰ σφοδρὸν
11. σφυγμὸν μεθ’ ὑγρότητος. εἶτα ἐξαπατᾷ τὸν ἰδιώτην τῆς
12. θεωρίας, ὡς μέγα τι προσγράψας, τὸ οἷα ἀπὸ τροφῆς μάλιστα
13. νεαρᾶς ἐγγίνεται· ἡ γὰρ ἐξεριστικὴ πληγὴ, φησὶν,
14. αὐτὴ μεθ’ ὑγρότητος ἀπὸ τροφῆς μάλιστα νεαρᾶς γίγνεται.
15. τίς λόγος καί φησιν, ὦ Ἀρχίγενες, ἀληθὲς τοῦτο λέγεις,
16. ἀλλὰ ἀδιαρθρώτως τε καὶ συγκεχυμένως, καὶ διὰ τοῦτο
17. ἀσαφῶς. ἐχρῆν γὰρ οὕτως εἰπεῖν, ἐπὶ τροφαῖς προσφάτοις
18. σφοδρὸς γίνεται σφυγμὸς μεθ’ ὑγρότητος. τοῦτον δ’ οὐκ
1. ἔστιν ἄλλον τινὰ παρὰ τὸν σφοδρὸν σφυγμὸν εἰπεῖν, ἀλλὰ
2. σφοδρὸν σφυγμὸν, καὶ ἄλλο τι, ὃ οὐκ ἔστιν ὅλως σφυγμὸς,
3. πρὸς τῷ καὶ ἀκαίρως ἅπτεσθαι κοινῆς θεωρίας, τοῦ τε
4. περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων τόπου καὶ τοῦ περὶ τῆς
5. δι’ αὐτῶν προγνώσεως. ἐν ἐκείνοις γὰρ ἄμεινον ἦν εἰπεῖν,
6. ἐπὶ τροφῇ ποῖός τις σφυγμὸς γίνεται. καὶ ἡμεῖς λέγομεν, ὦ
7. Ἀρχίγενες, οὐχ οὕτως ῥᾳθύμως, ὡς σὺ νῦν, ἀλλὰ μετὰ τῶν
8. οἰκείων διορισμῶν. οὐ γὰρ ἁπλῶς ἐπὶ τροφῇ πάσῃ σφοδρὸς
9. μεθ’ ὑγρότητος γίνεται σφυγμὸς, ἀλλὰ καὶ ἐπὶ τῇ συμμέτρῳ
10. μὲν κατὰ ποσὸν, ὑγρᾷ δὲ κατὰ τὸ ποιόν. οὔτε γὰρ
11. ἡ πλείων τροφὴ σφοδρὸν τὸν σφυγμὸν, ἀλλ’ ἀνώμαλον ἐξ
12. ἀμυδρῶν καὶ σφοδρῶν καὶ μέσων, οὔτε ἡ ξηρὰ τὸν ὑγρὸν ἐργάζεται.
13. ὥστε τῇ μὲν ὑγρότητι τῆς τροφῆς, ὑγροτέρου ποτὲ
14. γενομένου τοῦ δέρματος, οὐδὲ γὰρ διὰ τοῦτο διαπαντὸς,
15. ἀλλὰ δεῖταί τινος διορισμοῦ, τῇ συμμέτρῳ δ’ αὖ κατὰ τὸ
16. ποσὸν τροφῇ πάντως ἑπομένης σφοδρότητος, ἄμεινόν ἐστιν,
17. ὑγρότητος μὲν μηδόλως μνημονεύειν, ἥ γε οὐδὲ τρέπει
18. ποτὲ κατὰ τὸν ἑαυτῆς λόγον τοὺς σφυγμοὺς, τροφῆς
19. δὲ συμμέτρου μνημονεύσοντας σφοδρὸν ὑπ’ αὐτῆς λέγειν
1. γίνεσθαι τὸν σφυγμόν. ἀλλὰ τοῦτο, κᾄν ἀληθὲς ᾖ, πρώτης
2. μὲν τῆς τῶν ἐν σφυγμοῖς αἰτίων ἐστὶ διδασκαλίας,
3. ἐφεξῆς δὲ τῆς προγνωστικῆς. οὐ μὴν προὔκειτό σοι περὶ
4. τούτων λέγειν. εἰ δ’ ἀδιορίστως ἅμα καὶ οὐκ ἐν καιρῷ
5. γράφειν συγχωρεῖται, μὴ μόνον ἐπὶ νέᾳ τροφῇ τὸν
6. τοιοῦτον ἴσθι γινόμενον σφυγμὸν, ἀλλὰ κᾀν τοῖς βαλανείοις
7. ποτὲ, κᾀν τοῖς γυμνασίοις, καὶ τοῖς θυμοῖς. γίνεται
8. γὰρ κᾀν τούτοις ἔσθ’ ὅτε. καὶ πῶς καὶ τίνι τρόπω
9. γίνεται, εἰ μὲν μόνον εἰπόντες ἀρκεσθείημεν, οὐδὲν δήπου
10. πλέον ἐδιδάξαμεν, εἰ δὲ διοριζόμεθα, τῆς προκειμένης
11. ἀποστησόμεθα πραγματείας. μὴ τοίνυν παραφλυαρῶμεν,
12. ἀλλ’ εἴ τινα ἔχεις ἡμᾶς διδάξαι διαφορὰν σφυγμῶν ἑτέραν
13. ὧν ἴσμεν, δίδασκε, μὴ μόνον ὀνόματα λέγων, ἀλλὰ καὶ τὸ
14. σημαινόμενον αὐτῶν καὶ τὴν διάγνωσιν ὅλου τοῦ πράγματος.
15. ἐπεί τοι πάλιν, ἵνα ταῦτά τις παραλίπῃ, συνάπτεις
16. αὐτοῖς ἑξῆς τὸν διηγκωνισμένον σφυγμὸν, παραλιπὼν τὸν
17. διεζωσμένον τε καὶ ἀποπεπλεγμένον καὶ προβεβηκότα καὶ ἀποβεβηκότα
18. καὶ λακτίζοντα καὶ γονατίζοντα καὶ γαστρίζοντα. 
1. τίς γὰρ ἡ νομοθεσία διηγκωνισμένον μέν τινα καλεῖν, τοὺς
2. δ’ ἄλλους παραλιπεῖν; ἀλλὰ διηγκωνισμένον μὲν, φησὶ, λέγομεν
3. τὸν οἷον τεθυμωμένον. οὐκοῦν πάλιν κακῶς παραλείπεις
4. τὸν οἷον λυπούμενον καὶ ὀργιζόμενον καὶ μηνιῶντα. μὴ
5. παῖζε, φησὶ, τὸν γὰρ ἰσχυρὸν οὕτως καλοῦμεν. οὐ παίζω,
6. βέλτιστε. σὺ δ’ ἐπιτρέπεις ἡμᾶς, ἐνὸν ἰσχυρὸν εἰπεῖν, διηγκωνισμένον
7. λέγειν. εἰ γὰρ ἰσχυρὸν εἰρήκεις, ἐπυθόμην ἄν
8. σου, τίς ποτέ ἐστιν οὗτος ὁ ἰσχυρὸς, καὶ πῶς αὐτὸν διαγνωσόμεθα.
9. τὸν μὲν γὰρ σφοδρὸν, ὅταν ἐν τῷ θλίβειν ἡμᾶς
10. τὴν ἀρτηρίαν ἀντιβαίνῃ, καὶ τὸν ἐναντίον αὐτῷ τὸν ἀμυδρὸν,
11. ὅταν ἀφανίζηται, θλιβόντων διαγιγνώσκομεν, τὸν δ’
12. ἰσχυρὸν ἐὰν εἴπῃς, καὶ τοῦτον ὅπως διαγνωσόμεθα, διδάξεις
13. τι πλέον. εἰ δὲ μὴ, κᾀνταῦθα ὄνομα μόνον, οὐ πρᾶγμα προσθήσεις.
14. ὅταν βιαίως, φησὶν, ἀνατρέπῃ, καὶ ὠθῇ τὴν ἁφήν.
15. ἀλλὰ καὶ ὁ σφοδρὸς ἀνέτρεπεν, ἀλλ’ ἧττον, φησὶ, τούτου
16. βιαίως, οὐκοῦν ἐπιτεταγμένον σφοδρότητι λέγεις τὸν ἰσχυρὸν
17. δὴ τοῦτον καὶ διηγκωνισμένον σφυγμόν; ναὶ, φησὶν,
18. οὕτω λέγομεν. ὥρα τοίνυν ἡμῖν καὶ τὸν ἐπιτεταμένον τῷ
1. τάχει μὴ τάχιστον, ἀλλ’ ἄλλο τι καλεῖν, καὶ τὸν ἐπιτεταμένον
2. μεγέθει μὴ μέγιστον, ἀλλ’ ἕτερόν τι, καὶ τοὺς ἄλλους
3. ὡσαύτως. εἰ δ’ ἐκείνοις ἀρκεῖ τάχιστον εἰπεῖν καὶ μέγιστον
4. καὶ βραδύτατον καὶ ἀραιότατον καὶ πυκνότατον, ἀρκεῖ κᾀνταῦθα
5. σφοδρότατον εἰπεῖν, καὶ μὴ νομίζειν, παρακειμένης
6. τινὸς τῇ σφοδρότητι μνημονεύειν ἑτέρας διαφορᾶς. αἱ γὰρ
7. ἐν ἑκάστῳ τῶν γενῶν ἐπιτάσεις οὐκ εἰσὶν ἔξω τοῦ γένους.
8. οὔτε γὰρ τὸ λίαν λευκὸν ἄλλό τι καὶ οὐ λευκόν ἐστι οὔτε
9. τὸ λίαν μέλαν ἄλλό τι καὶ οὐ μέλαν. οὐκοῦν οὐδὲ τὸ λίαν
10. σφοδρὸν ἄλλό τι καὶ οὐ σφοδρόν. ἅπαντ’ οὖν τὰ τοιαῦτα
11. λῆρός ἐστι μακρὸς, ἐξ ἀνάγκης ἑπόμενα τῷ μὴ διηρθρῶσθαι
12. καλῶς ἀπ’ αὐτῶν μήτε τὴν ἔννοιαν ἑκάστου τῶν σφυγμῶν
13. μήτε τὴν οὐσίαν μήτε τὴν διάγνωσιν μήτε τὰς αἰτίας ὑφ’
14. ὧν γίγνονται. χρὴ γὰρ, ὡς ἤδη πολλάκις εἴρηταί μοι, τὸν
15. ἀληθείας ἐφιέμενον ἀπὸ τῶν πραγμάτων αὐτῶν ἀρξάμενον
16. ὁπόσα τε ταῦτά ἐστι καὶ ὁποῖα διορίσασθαι, κᾄπειθ’ ἑξῆς
17. αὐτοῖς ὀνόματα θέσθαι, καὶ μετὰ ταῦτα περὶ τῆς διαγνώσεως
18. εἰπεῖν, εἶτ’ ἐπὶ τοῖσδε τῆς αἰτίας, εἶτα τῆς προγνώσεως,
1. ὅπερ ἡμεῖς πεποιήκαμεν, ἐν μὲν τῇδε τῇ νῦν ἐνεστώσῃ
2. πραγματείᾳ τὰς διαφορὰς ἁπάσας ἐπελθόντες τῶν σφυγμῶν,
3. ἐν δὲ τῇ περὶ διαγνώσεως, ὅπως χρὴ τοὺς δακτύλους ἐπιβάλλοντα,
4. καθ’ ἑκάστην αὐτῶν ἀκριβῶς αἰσθάνεσθαι, καὶ μετὰ
5. ταῦτα τὴν περὶ τῶν αἰτίων πραγματείαν συνθέντες, εἶτα
6. τὴν προγνωστικήν. ἀλλὰ νῦν γε περὶ μὲν τῆς πρώτης ὁ λόγος
7. ἡμῖν ἐστι, ἧς τὸ χρήσιμον αὐτὸ πρὸς τὰ τῆς τέχνης ἔργα
8. διὰ τοῦ πρώτου βιβλίου δεδήλωται, κεφαλὴν ἐπιθῶμεν ἤδη
9. τῷ περὶ σφοδρότητος λόγῳ.

Cliquer un n° de page pour en afficher l’image