Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 3.5, ed. Kühn, 1824, vol. 8, p. 668-670. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:3.5

10. Ἔστι δέ τις σφυγμὸς ὁ ἀνατρέπων τὴν
11. ἁφὴν, τουτέστιν ἰσχυρῶς τε καὶ ἀντιβατικῶς πλήττων. τοῦτον
12. εἴτε σφοδρὸν εἴτ’ εὔτονον εἴθ’ ὅ τι βούλεται καλεῖν τις, οὕτω
13. θέμενος ἴστω διαγιγνωσκόμενον αὐτὸν, ἐρειδόντων ἐπὶ πλεῖον
14. τοὺς δακτύλους, οὐκ ἐπιπολῆς ψαυόντων. αἰτία δ’ αὐτοῦ
15. ῥώμη τῆς τοὺς σφυγμοὺς ἐπιτελούσης δυνάμεως. εἰ μὲν οὖν
16. ἡμεῖς πρῶτοι τὴν ὅλην ἐξουσίαν εἴχομεν τῆς θέσεως τῶν
17. κατὰ τὴν ἰατρικὴν ὀνομάτων, εὔτονον ἂν, οὐ σφοδρὸν ἐκαλέσαμεν
18. τὸν τοιοῦτον σφυγμόν. ἐπεὶ δ’ ἔφθασεν ὑπὸ τῶν
1. πλείστων ὀνομάζεσθαι σφοδρὸς, οὐ μετατίθεμεν τοὔνομα,
2. καί τοι γινώσκοντες παρὰ τοῖς Ἕλλησι τὸ τῆς σφοδρότητος
3. ὄνομα κατ’ ἐνεργείας ἀεὶ λεγόμενον ἰσχυρᾶς τε ἅμα καὶ
4. ταχείας· παλαίσματά τε γὰρ ὀνομάζεται σφοδρὰ τὰ μετὰ
5. συντονίας τε ἅμα καὶ τάχους γινόμενα καὶ ἄνθρωποι κατὰ
6. τὸν αὐτὸν τρόπον, ὅταν εὐτόνως τε ἅμα καὶ ταχέως ἐνεργῶσι,
7. σφοδροὶ προσαγορεύονται. καὶ δὴ καὶ τὸ τῶν λεόντων
8. γένος ἅπαντες ὀνομάζουσι σφοδρὸν, ὅτι καὶ τοῦτο μετὰ
9. συντονίας τε ἅμα καὶ τάχους ἐνεργοῦν ὁρῶσιν, ὥστ’ εἴπερ
10. ἦν ἐπ’ ἐμοὶ θέσθαι τοὔνομα, τὴν μὲν ἁπλῆν ποιότητα τῶν
11. ἀντιβατικῶν τε καὶ ἀνατρεπτικῶν τῆς ἁφῆς τῶν σφυγμῶν
12. ἰσχὺν ἂν, ἢ ῥώμην, ἢ εὐτονίαν, ἤ τι τοιοῦτον ἕτερον ὠνόμασα,
13. τὴν δ’ ἐκ ταύτης ἅμα καὶ τάχους σύνθετον οὐκ ἐκάλεσα
14. σφοδρότητα. νυνὶ δ’ ἐπειδὴ τὸ τῆς σφοδρότητος ὄνομα
15. δι’ ἔθους ἐγένετο τοῖς πλείστοις τῶν ἰατρῶν ἐπὶ μιᾶς τῶν
16. πρώτων λέγεσθαι διαφορῶν, ἔγνων χρῆναι μὴ φεύγειν αὐτό·
17. καὶ διὰ τοῦτο τὸν μὲν εὐρώστως πλήττοντα σφυγμὸν ὠνόμασα
18. σφοδρὸν, τὸν δ’ ἀῤῥώστως ἀμυδρὸν, οὐδὲν διαφέρον,
1. ἢ εὐρώστως, ἢ ἰσχυρῶς, ἢ βιαίως, ἢ εὐτόνως εἰπεῖν. αἰτίαν
2. δ’ αὐτοῦ ῥώμην τῆς κινούσης τὰς ἀρτηρίας δυνάμεως εἶναί
3. φησι, διάγνωσιν δὲ τῶν δακτύλων εἰς βάθος ἐρειδομένων.
4. ἐν γὰρ τῷ τοιούτῳ τρόπῳ τῆς ἐπαφῆς ὁ μὲν ἰσχυρὸς σφυγμὸς
5. ἰσχυρότερος φαίνεται, βιαιότερον ἀνθιστάμενος τοῖς
6. θλίβουσι δακτύλοις, ὁ δ’ ἀσθενὴς οὗτος ἐνίοτε καταπίπτει
7. τε καὶ νικᾶται πρὸς αὐτῶν, ὡς ἄσφυκτον δοκεῖν εἶναι τὸν
8. ἄνθρωπον. ἀλλὰ περὶ μὲν τούτων ἐν ταῖς ἐχομέναις πραγματείαις
9. ἐροῦμεν· ὁ δὲ νῦν ἐνεστηκὼς λόγος ἤδη μοι πέρας
10. ἐχέτω.

Cliquer un n° de page pour en afficher l’image