11. Βούλομαι γὰρ ἑξῆς ἐπὶ τὴν πολυθρύλλητον
12. ἀφικέσθαι πληρότητα, πολλὰ πράγματα παρεσχηκυῖαν
13. ἅπασι τοῖς ἰατροῖς τοῖς νεωτέροις, μέλλουσάν γε δή που καὶ
14. ἡμῖν οὐκ ὀλίγα παρέξειν, οὐκ ἐν τῇδε τῇ νῦν ἐνεστώσῃ πραγματείᾳ
15. μόνον, ἀνεκτὸν γὰρ ἂν ἦν, ἀλλὰ πολὺ δὴ μᾶλλον ἐν
16. τῇ διαγνωστικῇ. τὴν μὲν γὰρ ἔννοιαν αὐτῆς ὁμολογοῦμεν
17. ὑπάρχειν ἐναργῆ, διάγνωσιν δὲ οὐδεμίαν αἰσθητὴν εἶναί
18. φαμεν. ἀλλὰ περὶ μὲν τῆς διαγνώσεως αὖθις εἰρήσεται,
19. περὶ δὲ τῆς ἐννοίας, ἐπειδὴ καὶ ταύτην ἔνιοι συγχέουσιν,
1. ἤδη λέγωμεν. ἀπὸ μὲν οὖν τῶν πραγμάτων ἀρχομένοις, ἤτοι
2. τοῦ τῆς ἀρτηρίας σώματος ἔσται τις ποιότης ἡ πληρότης,
3. ἢ τῆς ἐγκεχυμένης οὐσίας· ἀπὸ δὲ τῶν ὀνομάτων, ἐνθένδ’
4. ἂν μάλιστά τις ὑπάρξαιτο. πλῆρές φαμεν εἶναι τὸ
5. κεράμιον οἴνου, καὶ πλήρη τὸν θύλακα ἀλφίτων. οὕτω δὲ
6. καὶ τὸ θέατρον, ἢ τὸ στάδιον, ἢ τὸ βουλευτήριον, ἀνθρώπων
7. πλήρη λέγομεν ὑπάρχειν, ὥσπερ αὖ καὶ κενά. οὕτω δὲ
8. καὶ τὴν γαστέρα καὶ τὸ στόμα ποτὲ μέν φαμεν πλήρη εἶναι,
9. ποτὲ δὲ κενά.
12. καὶ ὅλως ἅπαν ἀγγεῖον ἐντὸς αὐτοῦ περιέχων εὐρυχωρίαν
13. ἤτοι πλῆρες, ἢ κενὸν εἶναί φαμεν· ἐπειδὰν μὲν ὑφ’ ἑτέρου τινὸς
14. σώματος, εἴθ’ ἑνὸς, ἢ καὶ πλειόνων, ἡ εὐρύτης αὐτοῦ
15. καταλαμβάνηται, πλῆρες· ἐπειδὰν δὲ μόνον ἀέρα περιέχῃ,
16. κενόν. οὕτω μὲν ἅπαντες ἄνθρωποι κυρίως τε καὶ πρώτως
17. ὀνομάζουσι. μεταφέροντες δ’ ἐντεῦθεν ἤδη τινὲς ἐπὶ
18. τὰς ἑαυτῶν τέχνας, οὐκέτι δηλονότι κυρίως, οὐδὲ πρώτως,
1. ἀλλὰ δευτέρως τε καὶ τροπικῶς ὁ μὲν ἔριον ὠνόμασε πλῆρες,
2. ὁ δὲ οἶνον, ὁ δὲ ἄλλο τι τῇ χρείᾳ κρίνων ἕκαστος τὸ πρᾶγμα.
3. τὸ μὲν γὰρ διαρκῆ τε καὶ μόνιμον ἔχον αὐτὴν ὀνομάζουσι
4. πλῆρες, ὥσπερ τὸν οἶνον οἱ γευσάμενοι μέχρι πλείστου παραμενούσης
5. αἰσθάνονται τῆς ποιότητος, εἰ δ’ ἂν ἐν τάχει παύηταί
6. τε καὶ ἀπολύηται ἢ ποιότης, ἢ δύναμις, ἢ χρεία, κενὸν
7. ἐκεῖνον προσαγορεύουσι. οὕτως οὖν καὶ τοὺς λόγους ἐνίοτε
8. ψευδεῖς ὀνομάζουσι κενοὺς, οὐ μήν γε ὅταν κενὸν εἶναί τινα
9. λέγουσιν νοῦ μεταφορᾷ χρῶνται τηνικαῦτα, καθάπερ οὐδ’
10. ὅταν τοὺς μὲν ἰσχνοὺς ἀνθρώπους κενὸν ἔχειν τὸ σῶμα σαρκῶν
11. φάσκωσι, τοὺς δὲ παχεῖς πλῆρες. ἀλλ’ ἐν τούτοις φυλάττουσι
12. τὴν ἀγγείου τε καὶ περιεχομένου νόησιν. ἐφ’ ὧν,
13. ὡς ἐῤῥέθη, κυρίως τε καὶ πρώτως εἴθισται λέγεσθαι τὸ πλῆρές
14. τε καὶ τὸ κενόν. ἕτερα δ’ αὖ σώματα διάκενα λέγουσιν, οὐ
15. κενὰ, καθάπερ σπόγγον τε καὶ κίσσηριν. οὐδὲ γὰρ σῶμα
16. νομίζουσι εἶναι τὸν ἀέρα, χώραν δέ τινα καὶ τόπον κενὸν,
17. ἐπιτήδειον ὑποδέχεσθαι σώματα. οὐ μὴν οἱ τῷ λόγῳ διασκεψάμενοί
18. τι περὶ τοῦ ἀέρος, ἰατροί τε καὶ φιλόσοφοι, κενὸν
1. εἶναι παντάπασιν ὑπολαμβάνουσιν αὐτὸν, ἀλλ’ οἱ μέν τινες,
2. ὧν τῆς δόξης καὶ ἡμεῖς μετέχομεν, ἓν ὑπάρχειν σῶμα συνεχὲς
3. ἑαυτῷ πάντῃ, μηδαμόθι κενοῦ παραπλοκὴν ἔχον· οἱ δέ τινες
4. ἐν κενῷ πολλὰ σώματα, τὰ σμικρὰ, τὰ πρῶτα προσφερόμενα,
5. προσκρούοντά τε καὶ ἀποπαλλόμενα, μὴ μέντοι περιπλεκόμενά
6. τε καὶ συγκρινόμενα. καὶ τοίνυν καὶ τὸν κενὸν
7. σφυγμὸν οὕτω μὲν ἡμῖν ἀδύνατον ὀνομάζειν, ὡς οἱ πολλοὶ
8. λέγουσι τὸν ὄντως κενὸν, οὐδὲν γάρ ἐστιν ἐν κόσμῳ τοιοῦτον,
9. ἀλλ’ οὐδὲ κατ’ ἐπικράτειαν. οὐδενὸς γὰρ ὑπάρχοντος
10. ὅλως ἐν κόσμῳ κενοῦ, πῶς ἂν εἴη τι κατ’ ἐπικράτειαν κενόν;
11. ὑπόλοιπον δὴ, κενὸν ἡμᾶς λέγειν σφυγμὸν ὥσπερ θύλακον,
12. ἢ ἀσκὸν, ἢ τάλαρον, ἢ σάκκον, ἢ ὅλως ἀγγεῖον ὁτιοῦν.
13. ἀλλ’ εἴπερ οὕτω λέγοιτο, διχῶς ἐπινοηθήσεται τοιοῦτος γινόμενος,
14. ἕνα μὲν τρόπον ὥσπερ ὁ πίθος, ὅταν ἀέρα μόνον ἐν
15. αὐτῷ ἔχῃ, ἕτερον δὲ καθάπερ ἀσκὸς, ἢ θύλακος, ἤ τι τοιοῦτον
16. ἕτερον, οὗ δυνατόν ἐστι συμπίπτειν ἐπ’ ἀλλήλους τοὺς χιτῶνας,
17. ὥσπερ τὸν πεφυσημένον ἀσκὸν οἴνου μένειν ἀεὶ κενὸν,
18. ἀέρος δὲ μεστόν· εἰ δὲ καὶ τοῦτον ἐκκενώσεις, ὡς συμπεσεῖν
19. πανταχόθεν ἀκριβῶς, τηνικαῦτα ἀκριβῶς γίνεσθαι κενόν. καὶ
1. τοίνυν καὶ τὴν ἀρτηρίαν ἢ οὕτως ἐροῦμεν ὑπάρχειν κενὴν,
2. ὡς ἀέρα περιέχουσαν, ὥστε κᾂν ἐπιπλεῖστον ᾖ διαπεφυσημένη
3. τε καὶ διεστῶσα, κενὴν ὀνομάζεσθαι, ἢ οὐχ οὕτως΄, ἀλλ’
4. ὥσπερ ἐλέγομεν ἐπὶ τῶν ἀσκῶν, ἐπειδὰν καὶ τὸν ἀέρα τις
5. ἐξ αὐτῶν ἐκκενώσῃ. κατὰ μὲν δὴ τὸ πρότερον τῶν σημαινομένων
6. ὁ κενὸς σφυγμὸς ἔσται τοιοῦτος, οἷόν περ Ἐρασίστρατος
7. ἀεὶ βούλεται κατὰ φύσιν ὑπάρχειν αὐτόν· κατὰ δὲ τὸ
8. δεύτερον οὐδὲν διοίσει τοῦ μικροῦ. τὸ γὰρ δὴ τρίτον τῶν
9. σημαινομένων οὔτε Ἀρχιγένης οὔτε Ἀγαθῖνος οὔτε Μάγνος
10. οὔτ’ Ἀθήναιος οὔτε ἄλλος οὐδεὶς τῶν πνευματικῶν
11. ἰατρῶν ἀληθὲς ὁμολογήσει. λέγω δὲ ὅταν ὀλίγα μὲν σώματα
12. περιέχῃ ἐν αὐτῇ ἡ ἀρτηρία, πλείστην δὲ τὴν κενὴν χώραν.
13. οὐ γὰρ εἶναι τοιαύτην οὐδεμίαν ἐν κόσμῳ νομίζουσιν,
14. ἀλλ’ ἡνῶσθαι τὴν ὅλην οὐσίαν ἑαυτῇ. λοιπὸν οὖν, ὡς ἔφαμεν,
15. ἤτοι τὸν μικρὸν σφυγμὸν, ἢ τὸν ἀερώδη κενὸν ὀνομάσομεν.
16. οὕτω δὲ καὶ τοὺς ἐναντίους αὐτοὺς πλήρεις, τόν
17. τε μέγαν καὶ τὸν οἷον ὑγροφανῆ. ἀλλὰ τούτους μὲν κατὰ
18. τὴν ἐγκεχυμένην οὐσίαν, καθ’ ἣν δὴ καὶ μάλιστ’ ἄν τις ὀνομάσειε
19. κυρίως ἢ πλῆρες ἢ κενὸν ἀγγεῖον· ἑτέρως δὲ καθ’
1. αὑτὸ τῆς ἀρτηρίας τὸ σῶμα, τουτέστι τοὺς χιτῶνας αὐτῆς,
2. οὕς ἄμεινον ἦν, οἶμαι, σκληροὺς καὶ μαλακοὺς, οὐ πλήρεις
3. ἢ κενοὺς ὀνομάζειν. οὐδὲν γὰρ ὁμοιομερὲς σῶμα κενὸν ἢ
4. πλῆρες καλεῖται, πλὴν εἰ μὴ κατὰ μεταφορὰν, ἧς οὐ χρὴ
5. προσάπτεσθαι κατὰ τὰς ἐπιστημονικὰς διδασκαλίας. ἀλλ’ εἰ
6. μὲν ἔχοιμεν ὀνόματα κύρια, τούτοις χρῆσθαι προσῆκεν· εἰ
7. δὲ μὴ, λόγῳ μᾶλλον ἑρμηνεύειν ἕκαστον τῶν πραγμάτων, οὐκ
8. ἐκ μεταφορᾶς ὀνομάζειν, ὅταν γε διδάσκειν τις βούληται καὶ
9. μὴ περιλαλεῖν, ἐπεὶ τῷ γε μεμαθηκότι τὸ πρᾶγμα συντόμου
10. δηλώσεως ἕνεκεν ἐγχωρεῖ καὶ διὰ τῶν ἐκ μεταφορᾶς ὀνομάτων
11. καὶ διὰ τῶν ἐκ καταχρήσεως ἐνδείκνυσθαι τὸ λεγόμενον.
12. ἡ πρώτη μέντοι διδασκαλία τῶν τεχνικῶν ἁπάντων
13. πραγμάτων ὑπὲρ τοῦ σαφής τε εἶναι καὶ διηρθρωμένη
14. κυρίων ὀνομάτων δεῖται. τὸ τοίνυν σῶμα τῆς ἀρτηρίας,
15. τουτέστιν ὁ χιτὼν αὐτοῦ, ἤτοι σκληρότερός ἐστι τοῦ δέοντος,
16. ἢ μαλακώτερος, ἢ δηλονότι σύμμετρός τε καὶ κατὰ φύσιν
17. ἔχων. οὐ γὰρ δὴ κατ’ αὐτό γε τοῦτο πάλιν ἢ ἀερώδη τινὰ
18. φήσομεν περιέχεσθαι οὐσίαν, ἢ ὑγράν. ἓν γάρ ἐστι τὸ
19. συνεχὲς ἑαυτῷ πανταχόθι, πλὴν εἴ που τρήματά τινα πάνυ
1. σμικρὰ κέκτηται. ἀλλὰ καὶ ταῦτα ἢ ἀερώδη τινὰ περιέχειν
2. οὐσίαν, ἢ ὑγρὰν, ἢ ἀτμώδη πάντως ἀναγκαῖόν ἐστιν, ἢ συμπεπτωκέναι
3. παντάπασιν. ἀλλὰ συμπεπτωκότα μὲν εἰς ἴσον
4. τοῖς οὐδ’ ὅλως ἔχουσι καθίσταται· περιέχοντα δὲ ὑγρὸν ἢ
5. ἀτμὸν, ἢ ἀέρα, μαλακώτερον ἐργάσεται τὸ τῆς ἀρτηρίας σῶμα
6. ὥστε ἐκ περιόδου πάλιν εἰς τοῦθ’ ἥκειν ἡμᾶς, ὅπερ ἐξ
7. ἀρχῆς ἐλέγομεν, ὡς ἤτοι σκληρός ἐστιν ἢ μαλακὸς ὁ τῆς
8. ἀρτηρίας χιτὼν, ὁ γὰρ ἐν τῷ μεταξὺ λόγος οὐκ ἄλλην τινὰ
9. τρίτην ἐδήλωσε φύσιν, ἀλλὰ τῶν εἰρημένων δυοῖν διαφόρους
10. τῆς γενέσεως αἰτίας. ἦν δὲ οὐ τοῦτο τὸ προκείμενον, οὐδὲ
11. χρήσιμον ὅλως εἰς τὰ παρόντα, ὡς ἔγωγε καὶ πάσας εἰπεῖν
12. ἕτοιμός εἰμι τὰς τῶν σκληρῶν τε καὶ μαλακῶν γενέσεις, εἰ
13. μέλλοιμί τινος ἐντεῦθεν ἀπολαύειν εἰς τὰ παρόντα χρηστοῦ.
14. πειράσομαι δ’ ὡς ἔνι μάλιστα διὰ βραχυτάτων αὐτὸ πρᾶξαι.
15. πάντων τῶν σωμάτων ἐκ γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ
16. πυρὸς συνεστώτων, ἐν οἷς μὲν ἂν ὑπάρχῃ πλεῖστον, ἤτοι τὸ
17. γεῶδες στοιχεῖον, ἢ τὸ ὑδατῶδες ὑπὸ ψύξεως πεπηγὸς, ἀναγκαῖον
18. εἶναι τὰ τοιαῦτα σκληρά· ἐν οἷς δ’ ἂν ἢ τὸ πυρῶδες,
1. ἢ τὸ ἀερῶδες, ἢ τὸ ὑγρὸν στοιχεῖον ἀπαγὲς ἐπικρατῇ, μαλακὰ
2. ταῦτ’ εἶναι πάντα. οὕτω δὲ καὶ εἰ τρήματά τινα καὶ
3. πόρους ἔχοιεν, εἰ μὲν ἤτοι γεώδους οὐσίας ἢ ὑδατώδους πεπηγυίας
4. ἐπικρατούσης ἐν αὐτοῖς, ἀναγκαῖον εἰς σκληρότητα
5. τοῦ παντὸς σώματος συντελεῖν· εἰ δ’ ἤτοι λεπτομεροῦς τινος
6. ἢ ὑγρᾶς ἀπαγοῦς, εἰς μαλακότητα. τούτων οὕτως ἐχόντων,
7. ἤδη δίκαιον ἐρέσθαι τοὺς ἄνδρας, ἐπὶ τί μάλιστα φέρουσιν
8. ὑποκείμενον πρᾶγμα τὸ τῆς πληρότητος ὄνομα. πάντως
9. γὰρ ἢ τὴν σκληρότητα καλοῦσιν πληρότητα ἁπλῶς, ἤ τινα
10. τῶν εἰρημένων αὐτῆς διαφορῶν. αἱ διαφοραὶ δ’ ἦσαν, ὅταν
11. ἤτοι ξηρότης ἐπικρατῇ γεώδης, ἢ πῆξις ὑδατώδης. εἴτ’ οὖν
12. ἔχει πόρους τινὰς τὸ ὑποκείμενον ἐν ἑαυτῷ εἴτε μή. κατὰ
13. ταῦτα δὲ καὶ τὴν κενότητα πότερον τὴν μαλακότητα λέγουσιν,
14. ἤ τινα τῶν διαφορῶν αὐτῆς. ἦσαν δ’, οἶμαι, καὶ
15. αἱ ταύτης διαφοραὶ κατ’ ἐπικράτειαν ἤτοι λεπτομεροῦς οὐσίας
16. ἢ ὑδατώδους ἀπαγοῦς. ἀλλ’ οὐδεμίαν ἀποκρίνασθαι
17. τούτων τολμῶσιν. εἶεν γὰρ ἂν οὕτως δήπου μήτε τῆς σκληρότητος
18. ἕτερόν τι τὴν πληρότητα μήτε τῆς μαλακότητος
19. τὴν κενότητα τιθέμενοι. φεύγουσι δ’ ἀπὸ τοῦ λόγου πάντα
1. τρόπον, ἔνιοι μὲν αὐτῶν ἀναισχυντότερον, εἰσὶ δ’ οἳ καὶ μετ’
2. αἰδοῦς τινος. ἡ δ’ ἀπόδρασις ἡ γοῦν εὐσχήμων εἰς τὴν τοῦ
3. πνεύματος καταφεύγει δύναμιν. ὡς γὰρ οἴνου, φασὶ, ποιότης
4. λέγεται πληρότης, οὕτω καὶ τοῦ πνεύματός ἐστί τις πληρότης.
5. ἀλλ’ ἐνταῦθα πάλιν ἡμῶν ἀξιούντων, οἴνου
6. πληρότητα καλοῦσιν, ἀποσαφεῖν αὐτοὺς, ἄῤῥητον εἶναί φασι
7. τὸ πρᾶγμα. πῶς οὖν, ὦ πρὸς Διὸς, ἢ ὀνομάζειν ἐπιχειρεῖτε
8. τὸ ἄῤῥητον, ἢ διδάξειν ἡμᾶς ἐλπίζετε; εἰ γὰρ μήτε διδάξαι
9. δύνασθε τὸ πρᾶγμα μήθ’ ἑρμηνεῦσαι λόγῳ, πῶς ἂν ἢ μάθοιμέν
10. τι τῶν γραφομένων ὑφ’ ὑμῶν, ἢ κρίναιμεν; καὶ μὴν
11. ἰδοὺ, φασὶν, ἐπ’ αὐτῶν τῶν νοσούντων δείκνυμί σοι τὸν
12. πλήρη σφυγμόν. καλῶς τοίνυν ποιήσεις, ὦ οὗτος, εἴπερ
13. ἐστὶν ἄῤῥητος μὲν, δεικτὸς δὲ, μηδὲν μὲν γράφων ὑπὲρ αὐτοῦ,
14. δεικνὺς δὲ μόνον ἡμῖν τὸ πρᾶγμα. καὶ μὴν καὶ γράφεις,
15. ὡς ἑρμηνεῦσαι δυνάμενος, καὶ δεικνύειν ἀδυνατεῖς. οὐδὲ γὰρ
16. συστῆναι δύναται κατὰ δεῖξιν οὐδεμία διδασκαλία χωρὶς ἐξηγήσεως.
17. ἐπιβάλλειν οὖν με κελεύεις τοὺς δακτύλους, ὡς οἶμαι,
18. ἐπὶ τὴν ἀρτηρίαν, εἶτ’ ἐρεῖς, ἰδοὺ πλήρης ὁ σφυγμὸς ὁ τοιοῦτός
19. ἐστιν, οὗ νῦν αἰσθάνῃ. τοῦτο δὲ εἰ μὲν ἁπλῆ τις
1. ὑπῆρχε καὶ μία ποιότης τοῖς σφυγμοῖς, ἀληθῶς ἂν ἐλέγετο.
2. νυνὶ δὲ ἐπειδὴ πολλαὶ μὲν αὗται καὶ καθ’ ὑμᾶς εἰσιν, ἅπασαι
3. δ’ ὑποπίπτουσιν ἀθρόως, οὐκ ἔθ’ οἷόν τε χωρὶς ἐξηγήσεως
4. οὐδεμίαν αὐτῶν ἐκμαθεῖν. ἰδοὺ γοῦν ἅπτομαι τῆς
5. ἀρτηρίας, ὡς κελεύεις, ἀλλ’ οὐκ εἰδὼς ὅ τί ποτε τῶν συμβεβηκότων
6. αὐτῇ πληρότητα καλεῖς, οὐδὲ μᾶλλον ἐπὶ τῇ δείξει
7. σου συνίημι τοῦ πράγματος ἢ πρόσθεν, ὅτ’ οὐκ ἐδείκνυες.
8. ἔστω γὰρ, ὁπότ’ ἐπιβάλλω τοὺς δακτύλους τῷ σφυγμῷ, διαίρεσθαι
9. μὲν ἐπὶ πλεῖστον αὐτὸν εἰς μῆκός τε καὶ κύκλον· εἰ
10. δὲ καὶ θλίψαιμι καὶ πιέσαιμι, βιαιότερον ἐμπίπτειν τῇ ἁφῇ,
11. φαίνεσθαι δὲ καὶ σκληρὸν ταχύν. εἶτά με τὴν βίαιον αὐτοῦ
12. προσβολὴν ὑπονοῆσαι λέγεσθαι πληρότητα, πῶς οὐκ ἄτοπόν
13. τι συμβαίη κατὰ τὴν δεῖξιν; ὃν γὰρ ἐν τοῖς ἔμπροσθεν ἐμάθομεν
14. ὀνομάζειν σφοδρὸν σφυγμὸν, τοῦτον νῦν μεταδιδασκόμεθα
15. πλήρη καλεῖν. ἢ τοίνυν ἕτερόν τι σύμπτωμα τῆς διαστελλομένης
16. ἀρτηρίας εἰπὲ, καθ’ οὗ κελεύεις με τὸ τοῦ πλήρους
17. ὄνομα φέρειν, ἢ εἴπερ παρὰ ταῦτα οὐδὲν ἄλλο ἐστὶν,
18. ὄνομα μὲν ἐπεισάγεις τοῖς σφυγμοῖς, πρᾶγμα δ’ οὐδὲν διδάσκεις.
1. εἰ δ’ ἀρκεῖ σοι λέγειν ἄῤῥητον εἶναι τὸ πρᾶγμα, συγχωρήσεις
2. δήπου κᾀμοὶ λέγειν ἄλλας ἐπὶ ταῖς εἰρημέναις ὑφ’ ἡμῶν
3. ποιότητας ἐν τοῖς σφυγμοῖς ὑπάρχειν, κατὰ τὴν διαστολὴν
4. τῆς ἀρτηρίας φαινομένας, τρεῖς τὸν ἀριθμὸν, οὐκ ὀρθῶς ὑφ’
5. ἡμῶν παραλελειμμένας. εἰ δ’ ἐρωτήσετέ με, τίνας ταύτας,
6. ἀῤῥήτους εἶναι φήσω κυρίοις ὀνόμασιν. ἐκ μεταφορᾶς δ’ εἰ
7. βούλοισθε, διδάξειν ὑφέξομαι. καθάπερ γὰρ φωνὴν τὴν
8. μὲν λευκὴν εἶναι, τὴν δὲ μέλαινάν φαμεν, οὕτω καὶ τῶν
9. σφυγμῶν τὸν μέν τινα λευκὸν ὑπάρχειν ἐρῶ, τὸν δὲ μέλανα,
10. καὶ ταύτην πρώτην εὐθέως τὴν ποιότητα παραλελεῖφθαι πρὸς
11. ὑμῶν, ἑτέραν δὲ δευτέραν, καθ’ ἣν ἤτοι γλυκύτης τις, ἢ
12. πικρότης αὐτῶν ὁρᾶται, χρῆναι δὲ καὶ τούτων τῶν ὀνομάτων
13. ἀκούειν ἐκ μεταφορᾶς, ἄῤῥητον γὰρ εἶναι τὸ πρᾶγμα,
14. δειχθῆναι μέντοι δυνάμενον. ἰδού γέ τοι δείκνυμί σοι τὸν
15. σφυγμὸν τοῦτον τὸν πικρόν. ἀλλὰ καὶ ἡ τρίτη ποιότης ἄῤῥητος
16. μέν ἐστι, δειχθῆναι μέντοι δυναμένη. καλῶ δ’ αὐτὴν
17. ὑπογραφῆς ἕνεκα στρυφνότητα. καθάπερ γὰρ ἐν τῇ γεύσει
18. τὸν στρυφνὸν χυμὸν διαγινώσκομεν, οὕτω κᾀν τῇ ἁφῇ τὴν
1. οἷον στρυφνὴν τῆς ἀρτηρίας προσβολήν. τούτῳ τῷ
2. τρόπῳ τις χρώμενος οὐ τρεῖς μόνον, ἀλλὰ καὶ τριάκοντα
3. φήσει παραλελεῖφθαι διαφορὰς σφυγμῶν. καὶ πρὸ πάντων
4. ἐκείνῳ μοι πρόσεχε τὸν νοῦν, ὅτι στρυφνὸς μέν τις χυμὸς
5. κυρίως ὀνομάζεται, πλήρης δ’ οἶνος οὐδεὶς κυρίως· ἀλλ’
6. εἴ τις οὕτω προσαγορεύει, μεταφορᾷ χρῆται καθ’ ὃν ὀλίγον
7. ἔμπροσθεν ἐξηγησάμεθα τρόπον. ἀπὸ μὲν δὴ τῶν κυρίως
8. ὠνομασμένων ἅπασιν ἀνθρώποις ἐγχωρεῖ μεταφέρειν, οὐ
9. μὴν ἀπὸ τῶν μετενηνεγμένων αὖθις ἑτέρας ποιεῖσθαι μεταφοράς.
10. οὐδὲ γὰρ ποιηταῖς τοῦτό γε συγχωρητέον ἐστὶν, μή
11. τί γε τοῖς ἐπιστημονικόν τι καὶ τεχνικὸν ἐπαγγελλομένοις διδάξειν.
12. ὥσθ’ ὁ μὲν ἀπὸ τῶν χυμῶν ἐπὶ τὴν ἁφὴν μεταφέρων
13. τὸ στρυφνὸν ὄνομα συγγνωστὸς ἀπὸ τῶν χυμῶν κυρίως ἀρχόμενος,
14. ὁ δ’ ἀπὸ τοῦ κατὰ γεῦσιν πλήρους ἐπὶ τὸ κατὰ
15. τὴν ἁφὴν πλῆρες ἀξιῶν μεταβαίνειν, οὐδὲ κατὰ νόμον οὗτός
16. γε ποιεῖται τὴν μετάβασιν, ἀλλὰ καὶ τῆς τῶν ποιητῶν ἐξουσίας
17. ἐπέκεινα πρόεισιν, ἀπὸ τῆς προτέρας μεταφορᾶς ἑτέραν
18. ποιῶν δευτέραν μεταφοράν. εἰ γὰρ ἅπαξ τοῦτο συγχωρηθείη,
19. καὶ τρίτην ἀπὸ τῆς δευτέρας, οἶμαι, τολμήσει καὶ τετάρτην
1. ἀπὸ τῆς τρίτης καὶ πέμπτην ἀπὸ τῆς τετάρτης ποιήσασθαι
2. μεταφορὰν, ὥστε εἰς ἐκφορὰν ὄντως ἐμβάλλειν τοὺς ἐπιτριβομένους
3. ὑπ’ αὐτῶν. καίτοι γε οὐδ’ ἀπὸ τῶν κυρίων ὡς
4. ἔτυχε μεταφέρειν ἔξεστιν οὐδὲ τοῖς ποιηταῖς, ἀλλὰ κᾂν Πίνδαρος
5. εἴη τις, ἢ Ὠκεανοῦ τὰ πέταλα τὰς κρήνας λέγων, οὐκ
6. ἐπαινεῖται, καὶ πολὺ μᾶλλον ἐπειδὰν ἀψευδῆ πρὸς ἄκμονι
7. χαλκεύειν γλῶσσαν, ἤ τι τοιοῦτον ἕτερον εἴπῃ. ἀλλὰ
8. γὰρ, ὡς ἔοικεν. οὐδὲν οὕτω πολυλογίας ἐστὶ ποιητικὸν ὡς
9. ἐπιτολμῶν ἀνὴρ οἷς ἀγνοεῖ. διαφορὰς γοῦν ἑκάστου τῶν πραγμάτων
10. ἐξευρεῖν, ὅσαι τ’ εἰσὶ τὸν ἀριθμὸν καὶ ὁποῖαι τὸ εἶδος,
11. ἀνδρὸς ἔργων ἐστὶ θεωρίαν λογικὴν ἠκριβωκότος· ἐφεξῆς
12. δ’ ὀνόματα κατ’ αὐτῶν θέσθαι, ῥητορικοῦ τινος, ἢ τἀληθέστερον
13. φάναι, διαλεκτικοῦ. ὅταν οὖν ἄνθρωποι μήτε
14. λογικὴν θεωρίαν ἠκριβωκότες μήθ’ ἑρμηνεύειν ἱκανοὶ τολμῶσιν
15. ἅπτεσθαι πολὺ μειζόνων ἢ καθ’ ἑαυτοὺς πραγμάτων,
16. αὐτοί τε πολυλογοῦσι καὶ τοὺς ἐξελέγχοντας ἀναγκάζουσι,
17. κᾂν ὅτι μάλιστα βραχυλογίαν ἀσκοῦσιν, εἰς τὴν αὐτὴν ἐκείνοις
18. ἐμπίπτειν μακρολογίαν, ὅπερ, οἶμαι, κᾀγὼ νῦν πάσχω. διὰ
19. γάρ τοι τὸ πλῆθος ὧν ἡμαρτήκασιν ἐξίσταμαι τῆς συνήθους
1. ἐμαυτῷ βραχυλογίας. ἀλλὰ κᾀνταῦθα καθ’ ὅσον οἷόν τε
2. συντέμνειν πειράσομαι. γένοιτο δ’ ἂν τοῦτο τὰ μὲν καθόλου
3. καὶ κοινὰ πάντων ἁμαρτήματα διελέγχοντός μου, τὰ δὲ
4. κατὰ μέρος ἑκάστου παραλείποντος. ἔστι δὲ κοινὰ καὶ καθόλου
5. ταυτὶ, πότερα ποιότητά τινα τοῦ τῆς ἀρτηρίας χιτῶνος
6. ὁ πλήρης σημαίνει σφυγμὸς, ἢ τῆς ἐγκεχυμένης οὐσίας τὸ
7. ποσὸν, ἢ τὸ ποιὸν, ἢ τοῦ συμφύτου πνεύματος· ὡς καὶ
8. τοῦτό τινες ἐτόλμησαν εἰπεῖν, ἤτοι δύναμίν τινα, ἢ ποιότητα.
9. τοῦ μὲν γὰρ σώματος αὐτοῦ τῆς ἀρτηρίας αἱ ποιότητες,
10. ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυμεν, οὐ πληρότης ἂν οὐδὲ
11. κενότης, ἀλλὰ σκληρότης τε καὶ μαλακότης ὠνομάζοντο δικαιότερον·
12. τῆς δ’ ἐγκεχυμένης οὐσίας αὐτῆς τὸ ποσὸν ὀρθῶς
13. μὲν ἄν τις ὀνομάσειε πληρότητα καὶ κενότητα. διαφέρουσι
14. δ’ οὐδὲν αὗται μεγέθους τε καὶ σμικρότητος. εἰ δὲ μὴ
15. τὸ ποσὸν, ἀλλὰ τὸ ποιὸν τῆς περιεχομένης ἐν αὐτοῖς οὐσίας
16. ὑπὸ τῶν ὀνομάτων φάσκοιεν δηλοῦσθαι, κυρίως μὲν οὐκ ἂν
17. ὀνομάζοιεν, ὑπάρχουσαν μέντοι τινὰ ἐροῦσι διαφορὰν, οὐ
18. μὴν αἰσθήσει γε διαγνωστὴν, ὡς ἐν τοῖς περὶ διαγνώσεως
1. ἐπιδείξομεν. ἡ δὲ τοῦ πνεύματος πληρότης τε καὶ κενότης
2. ἔτι δὴ καὶ μᾶλλον ἀναίσθητός ἐστιν αὐτὴ καθ’ αὑτὴν, εἰ δ’
3. ὡς αἴτιόν τις αὐτὴν ἐνδείξει λαμβάνοι, τῆς μὲν ῥώμης αὐτοῦ
4. τὸν σφοδρὸν σφυγμὸν θήσεται σημεῖον, τῆς δ’ ἀῤῥωστίας
5. τὸν ἀμυδρόν. εἴη δ’ ἂν ὁ ταῦτα τιθέμενος ἐκ τῆς πνευματικῆς
6. αἱρέσεως. ὥστε κᾂν νῦν δῆλον, ὡς οὐ κοινὴν ἔννοιαν,
7. οὐδ’ αἰσθήσεως πάθος εἰς διάγνωσιν ἧκον ἐρεῖ τις,
8. ἀλλ’ ἑαυτοῦ δόγμα πρεσβεύσει. χρὴ δὲ οὔτ’ ἐν ταῖς τῆς ἐννοίας
9. τοῦ πράγματος ἀποδώσεσιν οὔτε ἐν ταῖς διαγνώσεσι
10. περιέχεσθαι δόγμα, κοινὰ γὰρ ἁπάντων ἐστὶν, ἀλλ’ ἐν μόναις
11. ταῖς αἰτίαις λέγεσθαι, καθάπερ ἡμεῖς ποιήσομεν ἐν τοῖς περὶ
12. τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων ὑπομνήμασιν. ἐν ἐκείνοις μὲν
13. γὰρ ἁπάσας διεξιόντες τὰς ἀλλοιούσας τοὺς σφυγμοὺς αἰτίας,
14. ἀναγκασθησόμεθα δογμάτων ἐφάπτεσθαι· κατὰ μέντοι τὴν
15. νῦν ἐνεστῶσαν αὐτὸ τοὐναντίον, οὐδενὸς χρὴ ψαῦσαι τὸν
16. λόγον, οὐδ’ ἐπ’ ἐλάχιστον δόγματος. ἀρκεῖν ἡγοῦμαι ταῦτα
17. καὶ περὶ πληρότητός τε καὶ κενότητος εἴς γε τὰ παρόντα.
18. λεχθήσεται γὰρ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τοῖς περὶ διαγνώσεως.
19. καὶ μὲν δὴ καὶ ὅσα περὶ αὐτῶν ἐπὶ πλεῖστον
1. Ἀρχιγένης περιλαλεῖ, καὶ ταῦτ’ ἐν τῷ κρίνειν αὐτοῦ τὸ περὶ
2. τῶν σφυγμῶν βιβλίον εἰρήσεται. διεγνώκειν μὲν γὰρ ἐγὼ τό
3. τε κατ’ ἀρχὰς ἀρκεσθῆναι ταῖς τέτρασι ταύταις πραγματείαις,
4. ὑπὲρ ὧν ἤδη πολλάκις ἐμνημόνευσα, πρώτης μὲν τῆς ἐνεστώσης,
5. δευτέρας δὲ τῆς διαγνωστικῆς, καὶ τρίτης τῆς αἰτιολογικῆς,
6. καὶ τετάρτης τῆς προγνωστικῆς, ἀλλ’ ἕτεροι πολλοὶ
7. βιαζόμενοί τε καὶ καταναγκάζοντες ὑπὲρ τοῦ περὶ σφυγμῶν
8. Ἀρχιγένους βιβλίου γράψαι με, καὶ δεικνύντες, τίνα μὲν
9. ὀρθῶς αὐτῷ, τίνα δὲ οὐκ ὀρθῶς εἴρηται, συντομωτέραν εἰργάσαντο
10. τὴν νῦν ἐνεστῶσαν ἡμῖν διέξοδον. ἀποχωρήσας γὰρ
11. ἐν αὐτῇ τῶν κατὰ μέρος ἁπάντων, αὐτὰ τὰ καθόλου δίειμι
12. κατὰ τὸν ἑξῆς λόγον, οὐχ ὥσπερ ἔν τε τῷ δευτέρῳ τῷ πρὸ
13. τοῦδε. καὶ κατ’ αὐτὸ δὲ τοῦτο τὸ βιβλίον ἐν τῷ περὶ τῆς
14. σφοδρότητος λόγῳ τὰς ῥήσεις παρέγραψα τοῦ Ἀρχιγένους,
15. ὑπὲρ τοῦ δεῖξαι τὰ κακῶς εἰρημένα.