16. Μεταβὰς οὖν ἤδη πρὸς τὸν περὶ τῆς σκληρότητός
17. τε καὶ μαλακότητος λόγον, ἐπιδεῖξαι πειράσομαι
18. κᾀνταῦθα τὴν περὶ τὰ ὀνόματα πλημμέλειαν τῶν ἀνδρῶν,
19. δι’ ἣν ἀναγκαίως καὶ περὶ τὴν διάγνωσίν τε καὶ
1. πρόγνωσιν ἐσφάλησαν. ἓν γὰρ κυρίως σημαίνοντος ἑκατέρου
2. τῶν ὀνομάτων, οὐκ οἶδ’ ὅπως ἐκ μεταφορῶν οὗτοι μεταφορὰς
3. ποιοῦσι. τίς γοῦν οὐκ οἶδεν ὡς τὸν μὲν σίδηρον καὶ
4. τὸν λίθον καὶ τὸ ξύλον σκληρὰ σώματα εἶναί φαμεν,
5. ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ ὕδωρ μαλακά; κριτήριον
6. γὰρ, οἶμαι, πάντες ἄνθρωποι σκληροῦ καὶ μαλακοῦ σώματος
7. ἔχομεν τὴν ἁφήν. ταύτην οὖν ἐπιβάλλοντες τοῖς ἐντὸς
8. ὑποκειμένοις, ὅσα μὲν ἂν αὐτὴν εὑρίσκωμεν ὑποδεχόμενα καὶ
9. οἷον ἐγκαταβαινούσῃ πως ὑπείκοντα, μαλακὰ προσαγορεύομεν·
10. ὅσα δ’ ἔμπαλιν αὐτὰ τὸ ἡμέτερον δέρμα βιάζηταί τε καὶ
11. ὠθῇ, τὸ δ’ ὑπεῖκον εἰς ἑαυτὸ δέχηται τὰ βιαζόμενα, σκληρὰ
12. ταῦτα προσαγορεύομεν. εἰ μὲν γὰρ ἁπλῶς εἴκοι τε καὶ ἀνατρέποιτο
13. πρὸς τοῦ βιαζομένου, τὸ μὲν ἀνατρεπόμενον ἀσθενέστερον
14. ἅπαντες ὀνομάζουσι, τὸ δ’ ἀνατρέπον ἰσχυρότερον·
15. οὕτω γὰρ καὶ ἄνεμος ἰσχυρὸς οὐχ ἡμᾶς μόνον ἀνατρέπειν
16. τε καὶ καταβάλλειν πέφυκεν, ἀλλὰ καὶ δένδρα μέγιστα
17. καὶ πλοῖα. καὶ ἡμεῖς δ’ αὐτοὶ καὶ χαλκὸν καὶ σίδηρον καὶ
18. λίθους καὶ ξύλα, καὶ εἴ τι τούτων ἔτι ᾖ σκληρότερον ἀνατρέπομεν,
19. ἐπειδὰν τοῖς ὄγκοις ᾖ μέτρια. καὶ ταύτῃ διήνεγκε τὸ
1. ἰσχυρὸν τοῦ σκληροῦ· τὸ μὲν γὰρ, ὡς εἴρηται νῦν ἤδη, τῆς
2. ἀρχαίας ἕδρας ἐξίστησί τε καὶ ἀνατρέπει τὸ πλησιάζον, τὸ δὲ
3. σκληρὸν μὲν, οὐ μὴν καὶ ἰσχυρὸν, οὐκ ἐξίστησι μὲν, ἐγκαταβαίνει
4. δὲ τῷ μαλακωτέρῳ, κοιλαῖνόν τε καὶ βοθροῦν καὶ πιλοῦν
5. αὐτό. ταῦτά τοι καὶ ὁ Πλάτων ἔλεγε, σκληρὰ μὲν οἷς ἂν
6. ἡμῶν ἡ σὰρξ ὑπείκοι, μαλακὰ δὲ ὅσα ἂν τῇ σαρκί. πολὺ δ’
7. ἀκριβέστερον ὁ Ἀριστοτέλης, οὐ τὸ ὑποκείμενον ὀνομάζων
8. μαλακὸν, ἀλλὰ προστιθεὶς αὐτῷ ποτὲ μὲν τὸ εἰς ἑαυτὸ,
9. ποτὲ δὲ τὸ μὴ μεθιστάμενον. ἄν τε γὰρ οὕτως εἴπωμεν,
10. μαλακόν ἐστι τὸ ὑπεῖκον εἰς ἑαυτό· ἄν θ’ οὕτω, μαλακόν ἐστι
11. τὸ ὑπεῖκον ἄνευ τοῦ μεθίστασθαι, καλῶς ὁριούμεθα. καὶ
12. μέντοι καὶ εἰ τὸ συναμφότερον ἅμα προσθέντες, ὡς ἐν τῷ
13. δευτέρῳ περὶ γενέσεώς τε καὶ φθορᾶς ὁ Ἀριστοτέλης ἐποίησε,
14. μαλακὸν εἶναι φαίημεν τὸ ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον,
15. ἔτι σαφέστερον ὁριούμεθα, διὰ δυοῖν οἰκείων συμπτωμάτων
16. ἐνδειξάμενοι τὸ μαλακόν. εἰς ἑαυτό τε γὰρ ὑπείκει
17. καὶ οὐ μεθίσταται. ἑκάτερον δ’ ἐστὶν αὐτῷ μόνῳ συμβεβηκός·
18. ὡς τό γε ὑπείκειν κοινὸν ὑπάρχει σύμπτωμα μαλακοῦ
1. τε καὶ ἀσθενοῦς, τὸ δὲ εἰς ἑαυτὸ, μόνου τοῦ μαλακοῦ,
2. καθάπερ τὸ μὴ εἰς ἑαυτὸ, μόνου τοῦ ἀσθενοῦς. καὶ μὲν δὴ
3. καὶ ὥσπερ εἰς τὸ περιέχον μεθίστασθαι τοῦ ἀσθενοῦς ἴδιον,
4. οὕτω τὸ μὴ μεθίστασθαι μόνου τοῦ μαλακοῦ. τὸ μὲν οὖν
5. ὑπεῖκον εἰς ἑαυτὸ καὶ μὴ μεθιστάμενον ἅπαντες Ἕλληνες
6. ὀνομάζουσί μαλακὸν, τὸ δ’ οὕτως αὐτὸ διατιθὲν σκληρόν.
7. οὐδὲ ἔστιν ὥσπερ ἄλλων τινῶν ὀνομάτων πλείω τὰ σημαινόμενα
8. κυρίως ὀνομάζοντι καὶ μὴ τροπικῶς, οὕτως καὶ μαλακοῦ
9. καὶ σκληροῦ. ἦ γὰρ ἂν αὐτὰ καὶ ὁ πάντων
10. δεινότατος εἰς σημαινομένου διαίρεσιν εἶπεν Ἀριστοτέλης,
11. ὥσπερ ἀμέλει τούτων ἐφεξῆς ἐν ταὐτῷ βιβλίῳ τῷ δευτέρῳ
12. περὶ γενέσεως καὶ φθορᾶς ὑπὲρ ὑγροῦ τε καὶ ξηροῦ διαλεγόμενος,
13. ἑκάτερον αὐτῶν ἐδίδαξε πλεοναχῶς λεγόμενον, ἀλλ’
14. οὐ σκληρόν τε καὶ μαλακὸν οὐδ’ ἐν ἐκείνῳ τῷ συγγράμματι
15. πολλαχῶς ὀνομάζεσθαί φησιν, ὥσπερ οὐδὲ ἐν ἄλλῳ τινὶ,
16. καθάπερ οὐδὲ ὁ Πλάτων. ἀλλ’ ἓν ἑκατέρου τῶν ὀνομάτων
17. ἄμφω τὼ ἄνδρε εὑρίσκετον σημαινόμενον, ὅταν γ’, ὡς εἴρηται,
18. κυρίως τις ὀνομάζῃ καὶ μὴ τροπικῶς, ἐπεὶ κατά γε
1. τὰς μεταφορὰς ἀναρίθμητον ἔσται τι πλῆθος σημαινομένων,
2. οὐ τούτων μόνον τῶν ὀνομάτων, ἀλλὰ καὶ τῶν ἄλλων
3. σημαινομένων ἁπάντων. αὐτίκα γέ τοι Πλάτων αὐτός
4. φησιν ἐν Σοφιστῇ, σκληροὺς λέγεις καὶ ἀντιτύπους ἀνθρώπους,
5. οὐ κατὰ τοῦ σώματος δή που φέρων ἑκάτερον τῶν
6. ὀνομάτων, οὔτ’ οὖν τὸ σκληρὸν οὔτε τὸ ἀντίτυπον, ἀλλὰ
7. καὶ τὸ τῆς ψυχῆς, καὶ ταύτης μάλιστα τοῦ ἤθους τε καὶ
8. τοῦ τρόπου. οὕτω δὲ καὶ οἶνον ἔφη σκληρόν τις ἐκ
9. μεταφορᾶς ὀνομάζων, καὶ φωνὴν σκληρὰν, ἐπιτήδευμά τε
10. καὶ βίον, ἔθος τ’ αὖ καὶ νόμον, ἄνεμόν τε καὶ ὕδωρ,
11. ἤτοι τὸ ἀπηνὲς, ἢ τὸ δύσμικτον, ἢ τὸ δυσξύμβολον,
12. ἢ τὸ ἀηδὲς, ἢ τὸ δυσκατέργαστον, ἢ τὸ δυσκαταγώνιστον,
13. ἤ τι τοιοῦτον ἕτερον ἐκ μεταφορᾶς ὀνομάζων. τὸ δὲ σκληρὸν
14. σῶμα τὸ κυρίως τε καὶ πρώτως λεγόμενον ἀντίτυπόν
15. τέ ἐστι καὶ κατ’ οὐδὲν εἴκει τῷ πλησιάζοντι. τὸν αὐτὸν,
16. οἶμαι, τρόπον ἄνθρωπον μὲν σκληρὸν λέγουσι τὸν μονότροπον
17. καὶ δυσπειθῆ καὶ πρὸς ἅπαν ἀντιτείνοντα· νόμον
18. τε σκληρὸν καὶ δικαστὴν οἷς μηδὲν μέτεστι συγγνώμης·
19. οἶνον μέντοι σκληρὸν, ὅταν ἰσχυρὸς ᾖ τῇ ποιότητι καὶ
1. πλήττων βιαίως ἤτοι τὴν κεφαλὴν ἢ τὴν αἴσθησιν τὴν
2. γευστικὴν, ὕδωρ δ’ αὖ σκληρὸν τὸ δυσκατέργαστόν τε καὶ
3. βραδύπορον, ὡς ἐπιπλεῖστον ἐν τοῖς ὑποχονδρίοις μένον,
4. ἕκαστόν τε τῶν ἄλλων ὅσα σκληρὰ λέγομεν οὐ κυρίως
5. οὐδὲ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μεταφέροντες
6. ἀπό τινος ὁμοιότητος οὕτως ὀνομάζομεν. ἐπειδὴ δὲ
7. πολλὰ συμβέβηκε τῷ σκληρῷ σώματι, καθ’ ἕκαστον αὐτῶν
8. αἱ μεταφοραὶ γίγνονται· οὐ μὴν τούτου γε ἕνεκεν ἐπιλαθέσθαι
9. προσήκει τοῦ πρώτου τε καὶ κυρίου τῶν σημαινομένων.
10. ἁπτὸν γάρ τοι τὸ σκληρόν ἐστι καὶ ἡ σκληρότης
11. ἁπτὴ ποιότης. ὅταν οὖν ἐπὶ γεῦσιν, ἢ ὄσφρησιν, ἢ ὄψιν,
12. ἢ ἀκοὴν, ὁ λέγων μεταφέρῃ τοὔνομα, τηνικαῦτα χρὴ τὸν
13. ἀκούοντα τῆς πρὸς τὸ κύριον ὁμοιότητος ἀναμιμνήσκεσθαι.
14. καὶ γὰρ καὶ ἡ κρίσις αὕτη τῶν μεταφορῶν ἐστιν
15. εἴτε ὀρθῶς εἴτε οὐκ ὀρθῶς εἰσιν εἰρημέναι. τὰς μὲν
16. γὰρ ἐναργῆ τὴν ὁμοιότητα καὶ πρόδηλον ἐχούσας ἐπαινοῦμεν,
17. ὅσαι δὲ ἀμυδραί τέ εἰσι καὶ ἄδηλοι, ἀπολείπομεν
18. ἅπαντες. ἀλλ’ οὔτ’ ἄλλο τι τοῖς νεωτέροις ἰατροῖς
1. ἀγαθὸν ἑρμηνείας ἔγνωσται, διόπερ ἀσαφεῖς ἐσχάτως εἰσὶν,
2. οὔθ’ ὡς ἐν καιρῷ χρηστέον ἐστὶ ταῖς μεταφοραῖς. εἰ μὲν
3. οὖν ἀσαφῆ μόνον ἦν αὐτῶν τὰ συγγράμματα, τάχ’ ἄν τις
4. ἧττον ἐμέμψατο· νυνὶ δ’ ἐπεὶ καὶ τὴν ἀλήθειαν αὐτὴν
5. τῶν πραγμάτων ὧν διδάσκειν ἐπιχειροῦσι διαφθείρουσι
6. ταῖς ἀκαίροις μεταφοραῖς, δίκαιον ἤδη μέμψασθαι μειζόνως
7. αὐτοῖς. ὅταν δ’ ἔτι πρὸς τούτῳ τις εἰς τοσοῦτον ἐμπληξίας
8. ἥκῃ, ὥστε αὐτὰ τὰ πρῶτά τε καὶ κυριώτατα τῶν
9. ὀνομάτων ἐπιφέρων τοῖς οἰκείοις πράγμασιν ἐκ μεταφορῶν
10. λαμβάνει τὰ σημαινόμενα, πῶς ἄν τις ἀνάσχοιτο; φωνὴν
11. μὲν γὰρ λευκὴν ἐκ μεταφορᾶς νοήσειεν ἄν τις, οὐ μὴν
12. χρῶμά γε λευκὸν ἔθ’ ὁμοίως ἐκ μεταφορᾶς ἀκούειν ἐγχωρεῖ·
13. εἰ μὴ γὰρ τοῦτο λέγεται κυρίως λευκὸν, οὐδ’ ἄλλο τῶν
14. κυρίως οὐδέν. οὕτω καὶ ἄνθρωπον μὲν στρυφνὸν ἐκ μεταφορᾶς,
15. οἶνον δὲ στρυφνὸν οὐκέτ’ ἐκ μεταφορᾶς, ἀλλὰ
16. δηλονότι πρώτως τε καὶ κυρίως. ὥσπερ οὖν εἴ τις τὸν
17. Θηραῖον οἶνον ὀνομάσας στρυφνὸν, εἶτ’ ἐξελεγχόμενος ὡς
18. ψευδῶς δοξάζει, γλυκὺν οἶνον, ᾧ μηδὲ βραχὺ μέτεστι στρυφνότητος,
19. οὕτω προσαγορεύων, ἀπίθανος ἂν εἶναι δόξειεν, εἰ
1. κατ’ ἐκεῖνο τὸ σημαινόμενον φαίη εἰρῆσθαί οἱ στρυφνὸν
2. τὸν οἶνον, ὥσπερ καὶ ἀνθρώπους ἐνίοτε λέγομεν εἶναι στρυφνοὺς,
3. ἐν ἴσῳ τῷ ἀηδεῖς, οὕτω καὶ ὅστις ἁπτὸν ὁτιοῦν
4. σῶμα σκληρὸν εἰπὼν οὕτω κελεύσειεν ἀκούειν τῆς προσηγορίας,
5. ὡς οἶνος λέγεται σκληρὸς, οὐκ ἂν, οἶμαι, δόξειε σώφρων
6. εἶναι. πασῶν γὰρ τῶν ἁπτῶν ποιοτήτων ἐχουσῶν
7. ὀνόματα, λῆρος μακρός ἐστιν ἐκ μεταφορῶν αὐταῖς ἕτερα
8. ἐπεισάγειν. κατὰ μὲν τὰς ὀσμὰς ὄντως οὐκ ἔστιν ἁπασῶν
9. τῶν ποιοτήτων ὀνόματα, καὶ συγχωρήσειεν ἄν τις ἀλλοτρίοις
10. χρήσασθαι μεταφέροντα. κατὰ μέντοι τὴν ἁφὴν
11. ἅπαντα ὠνόμασται, καθάπερ που καὶ τοῦτ’ Ἀριστοτέλης
12. ἐδίδαξεν, ἁπάσας ἐκθέμενος ἐφεξῆς αὐτῶν τὰς προσηγορίας,
13. ἃς κᾀγὼ νῦν ἐρῶ· θερμότης, ψυχρότης, ξηρότης, ὑγρότης,
14. βαρύτης, κουφότης, σκληρότης, μαλακότης, γλισχρότης,
15. κραυρότης, τραχύτης, λειότης, παχύτης, λεπτότης.
16. οὕτω μὲν οὖν αἱ ἁπταὶ ποιότητες ἅπασαι ῥηταί. κατὰ δὲ
17. τὸν αὐτὸν τρόπον καὶ τὰ μετέχοντα αὐτῶν σώματα. καὶ
18. γὰρ καὶ τούτων ἑπτὰ μὲν αἱ κατ’ ἐναντίωσίν εἰσι συζυγίαι,
19. τεσσαρεσκαίδεκα δὲ τὰ ὀνόματα. πρώτη μὲν οὖν ἐναντίωσις
1. θερμοῦ καὶ ψυχροῦ, δευτέρα δὲ ξηροῦ καὶ ὑγροῦ, τρίτη δὲ
2. βαρέος τε καὶ κούφου, τετάρτη σκληροῦ τε καὶ μαλακοῦ,
3. πέμπτη γλίσχρου καὶ κραύρου, ἕκτη τραχέος καὶ λείου,
4. ἑβδόμη παχέος καὶ λεπτοῦ. μὴ τοίνυν, ὦ οὗτος, ἔμπληκτα
5. λήρει μηδ’ ὀνόμασιν Ἑλληνικοῖς τε καὶ κοινοῖς ἁπάντων
6. οἴκοθεν ἐπίφερε καὶ παρὰ σαυτοῦ τὰ σημαινόμενα,
7. ἀλλὰ τὸ μὲν σῶμα τῆς ἀρτηρίας ἢ σκληρὸν, ἢ μαλακὸν
8. εἰπὲ πρώτως καὶ μάλιστα· τὸν δ’ ὅπως ἔχει τοῦτο δεικνύντα
9. σφυγμὸν οὐ κυρίως μὲν, οὐδὲ πρώτως ἔτι, κατὰ συμβεβηκὸς
10. δ’ ἐξέσται σοι καλεῖν σκληρὸν, ἢ μαλακόν. εἴτε γὰρ ἡ
11. κίνησις αὐτὴ τῶν ἀρτηριῶν ὁ σφυγμός ἐστιν, οὐκ ἄν τις εἴποι
12. κυρίως ὀνομάζων σκληρὰν κίνησιν, εἴθ’ ἡ ἀπ’ αὐτῆς πληγὴ
13. κατὰ τὴν ἡμετέραν ἁφὴν, εἴτε ἡ τῆς πληγῆς αἴσθησις, οὐδὲν
14. οὐδὲ τοῦτο λέγεται κυρίως οὐδὲ πρώτως σκληρὸν, ἀλλὰ
15. παρονομάζεται δηλονότι τοῦ σκληροῦ σώματος ὁ σκληρὸς
16. σφυγμός· ἐκεῖνο δὲ μόνον, οὐκ ἄλλῳ τινὶ παρονομάζοντες,
17. οὔτε κατὰ συμβεβηκὸς οὔτε μεταφέροντες, ἢ καταχρώμενοι,
18. προσαγορεύομεν σκληρὸν, ἀλλὰ κυρίως τε καὶ πρώτως. ὅταν
19. οὖν τις σκληρὸν σφυγμὸν ἢ κατὰ τὴν τοῦ πνεύματος λέγῃ
1. ποιότητα φαίνεσθαι τοιοῦτον, ἢ καὶ κατὰ τὴν ἰδιότητα τῆς
2. θερμότητος, ἢ κατὰ ἄλλο τι τῶν λαληθῆναι μὲν δυναμένων,
3. διδαχθῆναι δὲ ἀδυνάτων, οὐκ ἀνεξόμεθα τοῦ τὰ τοιαῦτα δηλονότι
4. ληροῦντός τε καὶ περιλαλοῦντος, ὥσπερ οὐδ’ Ἀρχιγένης
5. ἔν τε τῷ περὶ σφυγμῶν αὐτοῦ γράμματι κᾀν τῷ
6. δευτέρῳ τῆς τοῦ πυρετοῦ σημειώσεως.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 3.7, ed. Kühn, 1824, vol. 8, p. 685-694. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:3.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩