Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 4.1, ed. Kühn, 1824, vol. 8, p. 695-699. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΣΦΥΓΜΩΝ

ΛΟΓΟΣ Δ.

1. Εἴρηταί μοι καὶ κατὰ τὴν ἀρχὴν εὐθέως τοῦ
2. δευτέρου γράμματος, ὅσον εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον ἐν τῷ
3. πρώτῳ πεπλήρωται βιβλίῳ· καὶ γὰρ ὁπόσον ἐστὶ τὸ πᾶν πλῆθος
4. τῶν σφυγμῶν, ἐδείχθη, καὶ τὰς προσηγορίας, ὅσον γέ εἰσι
5. προσηγορίαι, διήλθομεν, ἠξίωσά τε τὸν βουλόμενον τοῦ ἐπὶ
6. τὸ χρήσιμον ἰέναι τῆς θεωρίας τὴν περὶ τῆς διαγνώσεως τῶν
7. σφυγμῶν πραγματείαν, ἐφεξῆς τῇδε γεγραμμένην ἐν τέτταρσι
8. βιβλίοις, ἀναλεξάμενον, εἶτ’ ἐπ’ ἐκείνῃ τὴν περὶ τῶν αἰτίων ἐν
1. τέτταρσιν ἄλλοις, οὕτως ἐπὶ τὴν ἐξ αὐτῶν ἡμῖν γινομένην
2. ἀφικνεῖσθαι πρόγνωσιν, γεγραμμένην καὶ αὐτὴν ἐν τέτταρσιν
3. ἄλλοις βιβλίοις. τὰ δὲ μετὰ τὸ πρῶτον ἐν τῇδε τῇ πραγματείᾳ
4. τῇ περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἰρημένα, καθάπερ
5. καὶ ταυτὶ τῇ νῦν γραφησόμενα, διὰ τὴν περίεργον φλυαρίαν
6. τῶν νεωτέρων ἰατρῶν εἴρηται, δεηθέντων τινῶν ἑταίρων,
7. καίτοι γ’ ἀντιτείνοντος αὐτοῖς ἐμοῦ μέχρι πολλοῦ. βέλτιον
8. γὰρ ἐνόμιζον εἶναι μηδόλως ἄχρηστα γράφειν καὶ περιττὰ,
9. μήθ’ ἑκόντα μήτ’ ἄκοντα τοῖς φλυαροῦσιν ἀντιφλυαρεῖν.
10. ἀλλὰ γὰρ ὄντως ἀφόρητόν ἐστιν ἐνίων τὸ θράσος, ἀγνοούντων
11. μὲν ὁπόσας ἀπορίας ἔχει τὰ κατὰ τοὺς ὁρισμοὺς, προχείρως
12. δ’ ὁριζομένων οὐ τοὺς σφυγμοὺς μόνον, ἀλλὰ καὶ τἄλλα
13. ξύμπαντα. καίτοι γε οὐδεμιᾶς χρείας οὔσης τῶν ὅρων, ὅταν
14. καὶ πρὸ ἐκείνων σαφῶς νοῆται τὰ πράγματα, καθάπερ ἐπὶ
15. τῆς τοῦ σφυγμοῦ προσηγορίας, ἣν οὐ μόνον ἰατροὶ νοοῦσιν,
16. ἀλλὰ καὶ πάντες ἄνθρωποι. ὅταν γοῦν ἐκτείνοντες τὴν χεῖρα
17. παρέχωσιν αὐτοῖς τὸν καρπὸν, ἅψασθαι κελεύοντες τοῦ σφυγμοῦ
18. τὸν ἰατρὸν, ἆρ’ οὕτως αὐτοὺς οἰηθῆναι χρὴ λέγειν
19. τοῦ σφυγμοῦ τὴν προσηγορίαν, ὡς εἰ καὶ σκινδαψὸν
1. εἶπον, ἢ πρᾶγμά τι σημαίνοντες ἐφθέγξαντο τὴν φωνὴν
2. τήνδε; δοκεῖ μοι βέλτιον εἶναι φάναι, νοοῦντάς τι πρᾶγμα,
3. κατ’ ἐκείνου τίθεσθαι τοὔνομα τοῦ σφυγμοῦ. πότερον οὖν
4. οὕτω λέγουσι τὸν σφυγμὸν, ὡς τὸν Ἱπποκένταυρον καὶ τὰς
5. Σειρῆνας, ἢ τὴν Σκύλλαν, ἢ κατά τινος πράγματος ὑπάρχοντος
6. ἐπιφέρουσι τοὔνομα; ἐμοὶ μὲν κᾀνταῦθα βέλτιον εἶναι
7. δοκεῖ φάναι, κατά τινος ὑπάρχοντος πράγματος ὑπ’ αὐτῶν
8. λέγεσθαι τὸ τοῦ σφυγμοῦ ὄνομα, καὶ τοῦτ’ εἶναι τὸ πρᾶγμα
9. τὴν κίνησιν τῶν ἀρτηριῶν, ἣν ὁρῶνται κινουμένην δι’ ὅλου
10. τοῦ βίου πᾶσιν ἀνθρώποις, ἐν ἅπαντι μορίῳ τοῦ σώματος,
11. ἔνθα περ ἂν οὖσαι τύχωσι. καὶ μέντοι καὶ κατὰ τὰ φλεγμαίνοντα
12. μόρια σφυγμοῦ τινος αἰσθάνεσθαί φασι καὶ κροτάφων
13. σφυζόντων, ἔν τε πυρετοῖς διαπύροις καὶ πλέονος
14. ἀκράτου πόσει καὶ κεφαλαλγίαις τισὶ καὶ μάλιστα ταῖς ἔξ
15. ἐγκαύσεως ἡλίου. καὶ ταῦτα ἀλλήλοις ἑρμηνεύοντες, οὐ
16. δέονται μακρῶν λόγων, ὧν ἐπλήρωσαν οἱ νεώτεροι τῶν ἰατρῶν
17. τὰ βιβλία, μετὰ τῶν θαυμαστῶν ἀντιλογιῶν ὧν πρὸς
18. ἀλλήλους ποιοῦνται περί τε τοῦ κατ’ αὐτὸν τὸν σφυγμὸν ὅρου
19. καὶ τῶν ἐν μέρει διαφορῶν αὐτοῦ πασῶν, οἷον τοῦ σφοδροῦ
1. καὶ μεγάλου καὶ πλήρους, ὁμαλοῦ τε καὶ τεταγμένου τῶν
2. ἄλλων, ὑπὲρ ὧν ἐπὶ πλέον εἴρηται δι’ ἐκείνων καὶ τῶν
3. ὑπομνημάτων, ἐν οἷς ἐξηγοῦμαί τε ἅμα καὶ κρίνω τὸ περὶ
4. σφυγμῶν Ἀρχιγένους βιβλίον, ἐπεὶ καὶ τοῦτον τὸν ἄνδρα
5. σὺν τοῖς ἄλλοις ἰατροῖς τοῖς νεωτέροις τὸ τῆς φιλοριστίας
6. ἐπενείματο νόσημα· καινὴν γὰρ ἐγὼ τήνδε τὴν προσηγορίαν
7. ἐπὶ τῷ καινῷ πράγματι τέθειμαι· καίτοι γε οὐκ ἦν ἄξιος
8. Ἀρχιγένης παθεῖν τοῦτο τὸ κακὸν, οὐκ ἀμελῶς ἐσχηκὼς ἀνὴρ
9. περὶ τὰ τῆς τέχνης ἔργα. ἀλλ’ ὥσπερ ψώρας καὶ ὀφθαλμίας
10. ἀπολαύουσιν ἔνιοι τῶν πλησιαζόντων ἄκοντες, οὕτω καὶ ὁ ἀνὴρ
11. οὗτος εἰς τὴν περὶ τῶν ὁρίσεων φλυαρίαν ὑπεσύρη, καίτοι
12. μᾶλλον τῶν ἄλλων ἀντιποιούμενος τῶν ἔργων τῆς τέχνης.
13. ὅτι τοίνυν ὧν μάλιστα ἀγνοοῦσι, τούτων ἐφίενται, δείκνυμι
14. διὰ συντόμων αὐτοῖς, ἀξιῶν ὧν βούλονται προβάλλειν ὄνομα,
15. ἐπειδὰν δὲ τοῦτο πράξωσι, κελεύων αὖθις ἀριθμὸν ἐπῶν εἰπεῖν,
16. ἐν ὁπόσῳ βούλονται μέτρῳ ἐλθεῖν ὑπὲρ τοῦ κατὰ τὸ
17. προβληθὲν ὁρισμοῦ. τιτρώσκονται γὰρ ἐκ τῆς τοιαύτης ἐπιδείξεως,
18. καίτοι γε ἀναισθησίας ἐπὶ πλεῖστον ἥκοντες. ὣς γὰρ
19. ἐγχωρεῖ μὲν ὑπὲρ ἑκάστου τῶν ὀνομάτων ἓν ὅλον ποιεῖσθαι
1. βιβλίον, ἔσται δὲ ἔπη πλείω τῶν χιλίων. ταῦτα περὶ πάντων
2. ἡμῶν ὁμοίως διερχομένων, ἀλλὰ νῦν γε δεινὸν ἔοικα
3. πείθεσθαι, προβάλλειν ἀναγκαζόμενος ἐμαυτῷ τι τῶν κατὰ
4. τοὺς σφυγμοὺς, εἰς ἐπίδειξιν αὐτῶν τῆς ματαίας φλυαρίας.

Cliquer un n° de page pour en afficher l’image