10. Ὅ γε μὴν Ἐρυθραῖος Ἡρακλείδης, ἐνδοξότατος
11. τῶν μαθητῶν αὐτοῦ γενόμενος, οὐ πάνυ φαίνεται
12. προσιέμενος τοῦ διδασκάλου τὸν ὅρον. συστολὴν γὰρ ἔφη καὶ
13. διαστολὴν ἀρτηριῶν καὶ καρδίας εἶναι τὸν σφυγμὸν ὑπὸ ζωτικῆς
14. καὶ ψυχικῆς δυνάμεως πλειστοδυναμούσης ἀποτελούμενον.
15. τὸ μὲν οὖν διαστολὴν ἀντὶ διαστάσεως εἰπεῖν ἐν φωνῇ
16. μόνον, οὐκ ἐν πράγματι διαφωνοῦντός ἐστι, τὸ δ’ ἀφελεῖν
17. ἐξ αὐτοῦ τὸ παρεπομένην διαπαντὸς ἐν τῷ ὑγιαίνειν καὶ νοσεῖν
18. ἐν πράγματι. παραλείπει γὰρ ὡς περιττὸν τοῦτο,
19. καθάπερ γε καὶ τὸ πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν εἰρημένην
20. κίνησιν τῶν ἀρτηριῶν καὶ τῆς καρδίας, καίτοι τὸ
1. μὲν διαπαντὸς ἐν τῷ ὑγιαίνειν φαίνεσθαι τὸν σφυγμὸν κατὰ
2. τὴν ἔννοιάν ἐστιν αὐτοῦ μάλιστα, καὶ μέντοι καὶ κατὰ
3. τὰς πλείστας τῶν νόσων, οὐ γὰρ δὴ πάσας γε. τὸ δὲ
4. πρὸς αἴσθησιν ληπτὴν εἶναι τὴν κίνησιν αὐτῶν εἴρηταί μοι
5. πρόσθεν, ὁποίου χρῄζει διορισμοῦ κατὰ τὸν λόγον ἐκεῖνον, ἐν
6. ᾧ περὶ τῶν ὑπ’ Ἀλεξάνδρου τε καὶ Δημοσθένους εἰρημένων
7. ὅρων ἐσκοπούμην. ἀφεῖλε δὲ καὶ τὸ πάντοθεν τοῦ χιτῶνος
8. ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν συντρέχοντος, ὡς ἐν τῷ
9. διαστέλλεσθαί τε καὶ συστέλλεσθαι δεδηλωμένων αὐτῷ. τῷ δ’
10. ὑπὸ ζωτικῆς καὶ ψυχικῆς δυνάμεως γίνεσθαι τὸν σφυγμὸν ὑπὸ
11. Χρυσέρμου λελεγμένῳ προσέθηκεν ὁ Ἡρακλείδης τὸ πλειστοδυναμούσης,
12. ἐπειδὴ καὶ ἄλλα τινα συντελεῖν εἰς τὴν τῶν
13. σφυγμῶν γένεσιν ὁ Ἡρόφιλος αὐτός φησι καὶ πάντες οἱ ἀπ’
14. αὐτοῦ κληθέντες Ἡροφίλειοι. μέμφεταί γε μὴν ὁ Ἀριστόξενος
15. καὶ τούτῳ καὶ Ἀπολλωνίῳ τῷ Μυῒ, προσθέντι καὶ αὐτῷ
16. τὸ πλειστοδυναμούσης. οὐ γὰρ ἐχρῆν, φησὶ, τὸ κοινὸν
17. ἁπάσης ἐνεργείας φυσικῆς ὡς ἴδιον τῶν σφυγμῶν λέγεσθαι.
18. μέμφεται δὲ καὶ τῷ πάντῃ τὸν χιτῶνα τῆς ἀρτηρίας κυκλοτερῶς
1. διΐστασθαι λελέχθαι κατὰ τὸν ὅρον, οὐ μόνον, ὥσπερ
2. ὁ Ἡρακλείδης, ὡς περιττῷ, ἀλλ’ ὅτι καὶ τῶν παρὰ φύσιν
3. σφυγμῶν ἔνιοι τὴν διαστολὴν τῆς ἀρτηρίας οὐχ ὁμαλὴν
4. ποιοῦνται, καθάπερ ἑαυτῶν μέρος. ἐπηρεάζει δὲ τῷδε προδήλως·
5. εἰ γὰρ αὐτὸς ὁ Χρύσερμος ἐνεγεγράφει τῷ ὅρῳ τὸ
6. ὁμαλῶς, εἰκότως ἂν ἤλεγχεν αὐτὸν ἀναμιμνήσκων τῶν ἀνώμαλον
7. ἐχόντων τὴν κίνησιν σφυγμῶν, ἐπεὶ δ’ ἁπλῶς ἔφη,
8. πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν εἰς ἑαυτὸν
9. συντρέχοντος, οὐκέτ’ εὐλόγως ἐγκαλεῖ. βέλτιον δ’ ἦν, εἴπερ
10. ὅλως ἐφιλοτιμεῖτο διελέγχειν τὸν Χρύσερμον, ἐπὶ τοὺς τοιούτους
11. τῷ λόγῳ ἀφικέσθαι σφυγμοὺς, ἐν οἷς ὁ χιτὼν τῆς ἀρτηρίας
12. ὥσπερ χορδὴ φαίνεται τεταμένος, ἄνω μὲν καὶ κάτω
13. τῆς ἀρτηρίας ὅλης φερομένης, οὐ μὴν διαστελλομένης γε. τοῦτο
14. γὰρ εἴρηταί τισιν εἰς μὲν ἐξήγησιν τοῦ τοιούτου σφυγμοῦ
15. χρησίμως, οὐ μὴν εἰς ἀκριβῆ γε ἐπιστήμην. ἀδύνατον γοῦν
16. ἐστι μηδ’ ὅλως διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τὰς ἀρτηρίας
17. ἔτι ζῶντος τοῦ ζώου. δυνατὸν δὲ μὴ φαίνεσθαι
18. τοῦτο πασχούσας ἐναργῶς διά τε τὴν βραχύτητα τῆς διαστολῆς
1. καὶ τὸν ἐζευγμένον κλόνον ταῖς τοιαύταις ἀρτηρίαις.
2. ἐλέγομεν γοῦν τηνικαῦτα ταῖς τεταμέναις χορδαῖς ὁμοίως
3. φαίνεσθαι τὰς ἀρτηρίας ἀνιούσας τε καὶ κατιούσας, οὐ μὴν
4. διαστελλομένας τε καὶ συστελλομένας σαφῶς. ὥστε οὐδὲ κατὰ
5. τοῦτον τὸν λόγον εἰκότως ἄν τις ἐγκαλέσειεν ὡς ψευσαμένῳ
6. τῷ Χρυσέρμῳ περὶ τῆς κατὰ κύκλον διαστολῆς τε καὶ συστολῆς
7. τῶν ἀρτηριῶν, οὐ περὶ τῆς αἰσθητῆς κινήσεως αὐτῶν
8. ποιησαμένῳ τὸν ὅρον, ἀλλὰ περὶ τῆς οὐσιώδους ὑπάρξεως
9. τοῦ σφυγμοῦ. ἀλλὰ γὰρ εἴ τις βούλοιτο καὶ περὶ τούτων
10. ἢ αὐτὸς γνῶναι τὰ λελεγμένα τοῖς ἀνδράσιν, ἢ μεταστρέφειν
11. εἰς ὑπομνήματα, τοῦ μὲν Ἐρυθραίου τὸ ἕβδομον ἀναγνώτω
12. περὶ τῆς Ἡροφίλου αἱρέσεως, τοῦ Ἀπολλωνίου δὲ τὸ εἰκοστὸν
13. ἔννατον, Ἀριστοξένου δὲ τὸ τρισκαιδέκατον. ἐμοὶ δ’
14. ἀρκεῖ καθ’ ἑκάστην ἀντιλογίαν ἐνδεικνυμένῳ τὰ κεφάλαια
15. τῶν λόγων ἐφ’ ἕτερόν τι μετέρχεσθαι· καὶ γὰρ καὶ οὕτω
16. πράττοντι τὸ βιβλίον ὅλον ὑποπληρώσεται. κάλλιον δὲ ἴσως
17. μηδὲ τοῦτο παραλιπεῖν, ὡς αὐτὸς ὁ Ἀριστόξενος, Ἀλεξάνδρου
18. τοῦ Φιλαλήθους γεγονὼς μαθητὴς, ἐλέγξας τε τοὺς τῶν
19. πρεσβυτέρων ἑαυτοῦ πάντας ὅρους, ὡς οἴεται, κάλλιστα δ’
1. ἔχειν εἰπὼν τόνδε· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν
2. ἐνέργεια ἴδιος, ὅμως αὐτὸς ἐφεξῆς, οὐδὲν κωλύει, φησὶ, καὶ
3. τοιοῦτον ὅρον ποιήσασθαι· σφυγμός ἐστι καρδίας καὶ ἀρτηριῶν
4. ἐνέργεια ἴδιος, μικτὴ, ἀπροαίρετος. ἐπαινεῖ δὲ τοῦτον
5. τὸν ὅρον ὡς σαφέστερον τοῦ πρόσθεν, ἐκείνῳ μαρτυρῶν
6. τὸ σύντομόν τε καὶ τεχνικόν. οἴεται γὰρ ἀπροαιρέτους
7. κινήσεις πολλάκις ὅμως ἔχειν τι καὶ προαιρετικόν· ὅπερ
8. εὔδηλόν ἐστιν ὁπόσας ἀντιλογίας ἔχει καὶ ζητήσεις. ἀλλὰ
9. τὰ μὲν τοιαῦτα πρὸς τοὺς ἀφ’ ἑτέρων αἱρέσεων ἀμφισβητεῖται
10. καὶ τούτῳ καὶ τοῖς ἄλλοις Ἡροφιλείοις, αὐτῷ δὲ
11. τῷ Ἡροφίλῳ φαίνοιτ’ ἂν διαφερόμενος ἐν τῷ τὸν σφυγμὸν
12. ἐνέργειαν μὲν εἶναι νομίζειν ἀρτηριῶν καὶ καρδίας, μέρη δ’
13. αὐτῷ τίθεσθαι τὴν διαστολήν τε καὶ συστολὴν καί ποτε καὶ
14. τὰς ἠρεμίας. ἐὰν γὰρ ἀκριβῶς ἕπηται τοῖς Ἡροφίλου δόγμασιν,
15. ἡ συστολὴ μὲν ἐνέργεια τῶν ἀρτηριῶν ἐστιν, ἡ διαστολὴ
16. δὲ εἰς τὴν οἰκείαν τε καὶ φυσικὴν κατάστασιν τοῦ σώματος
17. αὐτῶν ἐπάνοδος. βούλεται γὰρ, ὥσπερ ἐπὶ τῶν τεθνεώτων
18. ὁρᾶται διεστὼς ὁ χιτὼν τῆς ἀρτηρίας, οὕτω κᾀπὶ τῶν ζώντων
1. ὅσον ἐφ’ ἑαυτῷ διεστάναι, τοὐναντίον Ἀσκληπιάδου δοξάζοντος·
2. οἴεται γὰρ ὁ ἀνὴρ οὗτος καὶ τὴν καρδίαν καὶ τὰς
3. ἀρτηρίας διαστέλλεσθαι πληρουμένας πνεύματος, εἰσρέοντος
4. αὐταῖς διὰ λεπτομέρειαν, ἣν ἐντὸς ἑαυτῶν ἔχουσιν, ὅταν δὲ
5. πληρωθεισῶν εἰς τὸ ἔμπροσθεν οὐκέτι ῥέῃ, καταπίπτειν αὖθις
6. εἰς τὴν ἔμπροσθεν ὑπάρχουσαν ἑαυταῖς κατάστασιν φύσει
7. τὸν χιτῶνα. καὶ τοῦτο ἐν παρέργῳ τὸ ζήτημα παρεισέρχεσθαι
8. δύναται τοῖς ἀπέραντα μακρολογεῖν ἐθέλουσι σοφισταῖς.
9. ὥσπερ δ’ ἐνταῦθα πολλῶν λόγων ὑπόθεσιν ἑαυτῷ τις πορίσασθαι
10. δύναται, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν τὰ γεγραμμένα
11. Φιλωνίδῃ τῷ Σικελῷ κατὰ τὸ περὶ τῆς ἰατρικῆς ὀκτωκαιδέκατον
12. προχειρίζηταί τις, ὧν ἐπὶ βραχὺ καὶ Ἀγαθῖνος ἐμνημόνευσε
13. μεμφόμενος αὐτῷ πρῶτον μὲν ὡς μοχθηρῶς ἀποφηναμένῳ
14. τὸν σφυγμὸν ἐν ἀρτηρίαις μόναις γίγνεσθαι, δεύτερον
15. δὲ ὡς καὶ τὸν Βακχεῖον οὐκ ὀρθῶς ἑαυτῷ συνεπισπωμένῳ,
16. τὴν πολυλογίαν αὐξήσεις δηλονότι κᾀκ τοῦ τοιούτου
17. τρόπου τῷ λόγῳ. πρῶτον μὲν γὰρ δεήσει τὰ ἐπιχειρήματα
18. λέγειν οἷς πεισθεὶς ὁ Φιλωνίδης ἀρτηριῶν μόνων τὸν σφυγμὸν
19. οἴεται εἶναι, δεύτερον δ’ ἐξελέγχειν αὐτὰ, καὶ τρίτον ἐπιδεικνύναι
1. τὸν Βακχεῖον ἐν μὲν ταῖς ἀκροάσεσιν οὕτως εἰρηκέναι
2. τὸν σφυγμὸν εἶναι συστολὴν καὶ διαστολὴν ἐν ἁπάσαις
3. ταῖς ἀρτηρίαις γινομένην. ἐν δὲ τῇ τῶν σφυγμῶν ἐπιτομῇ
4. κατὰ λέξιν οὕτως γράφει· σφυγμὸς δὲ καὶ πᾶν πάθος σφυγμοῦ
5. μόνον ἐν ἀρτηρίαις καὶ καρδίᾳ συμβαίνει. καὶ μετ’ ὀλίγα
6. πάλιν· ὁ μὲν γὰρ σφυγμὸς, καθάπερ ἐῤῥέθη, διάστασίς τέ
7. ἐστι τῆς ἀρτηρίας, ἢ τοῦ ἀρτηριώδους μέρους τῆς καρδίας.
8. καὶ πρὸ πάντων ἐκείνου μέμνησο τοῦ μέχρι δεῦρο μόνων σχεδὸν
9. τῶν Ἡροφιλείων ἡμᾶς τοὺς ὅρους προκεχειρίσθαι, πολλῶν
10. καὶ τοῖς Ἐρασιστρατείοις καὶ τοῖς Ἀσκληπιαδείοις γεγονότων·
11. ὥσπερ γε καὶ τοῖς ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως,
12. οὓς πνευματικοὺς ὀνομάζουσιν, εἰ καὶ μὴ τοσούτων ὅρων,
13. ὅμως γοῦν οὐ τοσούτων εἰρημένων. ὁ γοῦν Ἀγαθῖνος, οὗ
14. σμικρὸν ἔμπροσθεν ἐμνημόνευσα, καίτοι τοῖς δι’ ὅρων ἐπιχειροῦσιν
15. ἅπαντα διδάσκειν ἐπιτιμῶν, ὅμως καὶ αὐτὸς ἓν ἔγραψεν
16. ὅλον βιβλίον τὸ πρῶτον περὶ σφυγμῶν, ἐξηγούμενος
17. ἕκαστον τῶν ἐν τοῖς σφυγμοῖς ὀνομάτων ἅμα τοῖς οἰκείοις
18. ὅροις τῶν πραγμάτων. ἀλλὰ περὶ μὲν τῶν ἄλλων σιωπῶ.
19. πρόκειται γὰρ ἐν τῷδε τῷ γράμματι τοῦ κατὰ τὸν σφυγμὸν
1. ὅρου μόνου μνημονεύειν, ἐπιδεδειχότος μου πολλάκις,
2. οὐδὲν ἧττον τοῦδε καθ’ ἑκάστην διαφορὰν σφυγμῶν ὁμοίως
3. δύνασθαι πληρωθῆναι βιβλίον, ἐάν τέ τις ὁρίζηται τὸν μέγαν
4. σφυγμὸν, ἅμα τοῖς παρακειμένοις αὐτῷ, κατὰ τὸ πηλίκον
5. τῆς διαστολῆς, ἐάν τε τὸν μικρὸν, ἅμα τοῖς κατὰ τοῦτο παρακειμένοις.
6. οὕτω δὲ καὶ τοὺς ἄλλους ἅπαντας· καὶ νῦν, ὡς
7. ἔφην, ὑπὲρ αὐτοῦ μόνου τοῦ σφυγμοῦ πρόκειται διελθεῖν ἐπὶ
8. κεφαλαίων.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 4.10, ed. Kühn, 1824, vol. 8, p. 743-750. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩