Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 4.11, ed. Kühn, 1824, vol. 8, p. 750-754. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.11

9. Ὁ τοίνυν Ἀγαθῖνος ἐπιτιμῶν τοῖς
10. πάντως ὁρίζεσθαι τὸν σφυγμὸν βουλομένοις, ὅμως καὶ αὐτὸς
11. εἰς μακρολογίαν οὐκ ἀναγκαίαν ἐνέπεσε μετὰ τοῦ καὶ σφάλλεσθαι
12. φανερῶς, οἰόμενος ὁμωνύμως λέγεσθαι τὸν σφυγμόν.
13. ἄλλως μὲν γὰρ, φησὶ, τὴν τῆς καρδίας καὶ τῶν ἀρτηριῶν κίνησιν
14. λέγομεν σφυγμὸν, ἄλλως δὲ τὴν ἐν ταῖς φλεγμοναῖς γινομένην
15. αὐτῷ τῷ κάμνοντι συναίσθησιν. καὶ γὰρ καὶ ταύτην
16. ὁμωνύμως φησὶ καλεῖσθαι σφυγμόν· ἀλλὰ καὶ τὴν διαστολὴν
17. τῆς ἀρτηρίας μόνην, καὶ ταύτην ὀνομάζεσθαι σφυγμὸν,
18. ἐπειδὰν ἤτοι μέγαν, ἢ σφοδρὸν εἶναι λέγωμεν αὐτὸν, οὐ γινομένων
19. τούτων ἐν τῇ συστολῇ. καὶ μέντοι καὶ τὸν Ἀθήναιόν
1. φησιν οἴεσθαι καὶ τὴν συστολὴν ὀνομάζεσθαι σφυγμὸν, ᾧ
2. σημαινομένῳ κελεύει τὸν Ἡρόδοτον ἐπιστῆναι. τούτῳ γὰρ
3. ἀνδρὶ προσεφώνησε τὸ βιβλίον, ἑαυτοῦ μὲν ὄντι μαθητῇ, πάνυ
4. δ’ ἐπιφανῶς ἰατρεύσαντι κατὰ τὴν τῶν Ῥωμαίων πόλιν.
5. ἀλλὰ τὸν σύνθετον ἐκ πλειόνων διαστολῶν ὀνομάζεσθαί φησι
6. σφυγμὸν, ἔτι τε πρὸς τούτοις οὐ μόνον τὸν ἐκ τῶν διαστολῶν,
7. ἀλλὰ καὶ τῶν συστολῶν. ὅρα δὲ, φησὶ, μή τις καὶ ὁ
8. κατὰ τὸν καρπὸν ἴδιος ὀνομάζεται σφυγμός. δοκεῖ δέ μοι,
9. φησὶ, σφυγμὸς λέγεσθαι καὶ ἡ τῶν ἐν προχείρῳ τεταμένων
10. ἀρτηριῶν κίνησις. ἐπὶ τούτοις ἅπασι καὶ τοῦ κατὰ τὰ ὑποχόνδρια
11. γινομένου παλμοῦ μνημονεύει ζητῶν, εἰ καὶ τοῦτον
12. ἄμεινόν ἐστιν ὀνομάζειν σφυγμόν. γίνεσθαι μὲν γὰρ αὐτὸν
13. ἐνίοις τῶν παρακοπτικῶν, εἶναι δὲ τῆς κατὰ τὴν ῥάχιν ἀρτηρίας
14. τῆς παχείας. καὶ εἴπερ καὶ ταύτην, φησὶ, τὴν κίνησιν
15. ὀνομάζομεν οὐ σφυγμὸν, ἀλλὰ παλμὸν, ἔσται τις ἀρτηριῶν
16. κίνησις, οὐ σφυγμὸς, ἀλλὰ παλμὸς ὀνομαζομένη. καθ’ ὃ
17. σημαινόμενον καὶ ὁ Ἡλεῖος Αἰγίμιος ἐπέγραψε τὸ περὶ παλμῶν
18. βιβλίον, ἐν ᾧ περὶ τῶν σφυγμῶν διαλέγεται. παρεισέρχεται
19. δὲ κᾀνταῦθα πάλιν λόγος ἕτερος τοῖς μακρολογεῖν
1. ἐθέλουσι, σκοπουμένοις εἰ γνήσιον ὄντως ἐστὶν Αἰγιμίου τὸ
2. βιβλίον, ἢ εἰ πρῶτος Αἰγίμιος ἁπάντων ἔγραψε περὶ σφυγμῶν
3. βιβλίον, ἢ καὶ τις ἄλλος πρὸ αὐτοῦ. τοῦτο μὲν ὄντως περιττὸν,
4. οὐ περιττὸν δ’ ἴσως δόξει εἶναι, καίτοι περιττὸν ὂν, ἐπισκέψασθαι
5. πότερον ἕν τι σημαίνεται πρὸς τοῦ σφυγμοῦ ὀνόματος,
6. ἢ πολλά. φαίνεται γὰρ καὶ ὁ Ἀρχιγένης ἠκολουθηκέναι κατὰ
7. τοῦτο τῷ διδασκάλῳ, πολλαχῶς οἰόμενος λέγεσθαι τὸν σφυγμόν.
8. ἵνα δέ τις ἐπικρίνῃ τοὺς τοιούτους λόγους, ἀναγκαῖόν
9. ἐστιν αὐτὸν ἐν τῇ τῶν γενῶν εἰς εἴδη τε καὶ διαφορὰς τομῇ
10. γεγυμνάσθαι. μόνως γὰρ οὕτως τὰ κοινὰ σημαινόμενα
11. τῶν ὀνομάτων ἑκάστου δυνατὸν εὑρίσκειν ἐστί.
12. πολλαχόθι γ’ οὖν μοι δοκοῦσι καὶ οἱ δόξαν ἐπὶ διαλεκτικῇ
13. μεγάλην ἔχοντες ἡμαρτηκέναι, τοσαῦτα σημαινόμενα τῶν γενικῶν
14. προσηγοριῶν οἰηθέντες ὑπάρχειν, ὅσαι πέρ εἰσιν αἱ
15. ἑκάστην αὐτῶν οἰκεῖαι διαφοραί. λέγω δὲ, εἴ τις οἰηθείη
16. τὴν, ζῶον, φωνὴν, οὐχ ἕν τι σημαίνειν· ἄλλως μὲν γὰρ λέγεσθαι
17. ζῶον ἀθάνατον, ἄλλως δὲ θνητὸν, καὶ λογικὸν
18. μὲν ἄλλως, ἄλογον δὲ ἄλλως, καὶ δὴ καὶ ἄγριόν τε καὶ
1. ἥμερον, ἀγελαῖόν τε καὶ μονότροπον, ὅσα τ’ ἄλλα τοιαῦτα,
2. ὥστε ἐάν τις ἐπέξεισι τῷ λόγῳ τῷδε καὶ γυμνάζῃ τὸν μαθητὴν
3. ἐπὶ παραδειγμάτων πλειόνων ἑτοίμως ὁρᾷν τό τε κοινὸν
4. ἐν πολλοῖς καὶ τὸ καθ’ ἕκαστον ἴδιον, οὐκ ὀλίγον τριβήσεσθαι
5. χρόνον. καὶ μὴν οὐχ οἷόν τε χωρὶς τοιαύτης διδασκαλίας
6. ἐπιδεῖξαι τὴν τοῦ σφυγμοῦ προσηγορίαν ἕν τι σημαίνειν,
7. ὥσπερ τὴν τοῦ ζώου, κᾂν ὅτι μάλιστα κατὰ τὴν
8. ἑκατέρου τομὴν εὑρίσκωνται διαφοραὶ πολλαί. πρόδηλον οὖν
9. ἤδη κᾀνταῦθα τὸ μῆκος τῶν λόγων καί τινος ἑνὸς ὅλου καὶ
10. αὐτὸ δεόμενον βιβλίου τῷ βουλομένῳ διελθεῖν, ἀφ’ ὧν ὁρμηθέντες
11. οἱ ἄνδρες οἵδε νομίζουσι πολλαχῶς λέγεσθαι τὸν
12. σφυγμὸν, ὅ τι τε τὸ παρακρουσάμενον αὐτούς ἐστιν. εἴρηται
13. μὲν οὖν μοι περὶ τούτων ἐπ’ ὀλίγον κᾀν τῷ πρώτῳ τῶν
14. ἐξηγητικῶν ὧν εἰς τὸ περὶ σφυγμῶν Ἀρχιγένους πεποίημαι,
15. τὸν ἀριθμὸν ὄντων ὀκτώ. καὶ νῦν δὲ ἀρκέσει, καθάπερ ἐπὶ
16. τῶν ἔμπροσθεν, ἓν δεδεῖχθαι τὸ μῆκος τῶν ἐσομένων λόγων,
17. ἐὰν ἅπαντά τις ἐπεξέρχηται τὰ τοιαῦτα. φαίνεται δ’ οὖν καὶ
18. ὁ Ἀγαθῖνος, εἰ καὶ ὅτι μάλιστα τοῖς ἐπιχειροῦσιν ὁρίζεσθαι
19. τὸν σφυγμὸν ἐπιτιμᾷ, δι’ αὐτῶν τῶν λεγομένων ὑπ’ αὐτοῦ
1. ποτὲ μὲν ἐνέργειαν ἀρτηριῶν τε καὶ καρδίας αὐτὸν εἶναι νομίζων,
2. ποτε δὲ κίνησιν ἀρτηριῶν τε καὶ καρδίας, ἔστι δ’ ὅτε
3. καὶ διαστολὴν καὶ συστολὴν ἀρτηριῶν καὶ καρδίας, οὐ μαχομένων
4. ἀλλήλοις τῶν εἰρημένων λόγων, ἀλλὰ τοῦ μὲν, ὡς
5. ἂν εἴποι τις, ὄντος γενικωτέρου, τῶν δ’ εἰδικωτέρων.

Cliquer un n° de page pour en afficher l’image