Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 4.12, ed. Kühn, 1824, vol. 8, p. 754-756. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.12

6. Ὁ γοῦν Ἀρχιγένης ἐξειργάσθαι δοκῶν τὸν
7. περὶ τῶν σφυγμῶν λόγον ἐν ἑνὶ μεγάλῳ βιβλίῳ κατὰ τὴν
8. ἀρχὴν αὐτοῦ τόνδε τὸν ὅρον ἔγραψε· σφυγμός ἐστι καρδίας
9. καὶ ἀρτηριῶν διαστολὴ φυσική τε καὶ συστολὴ φυσικὴ, προσθεὶς
10. δηλονότι τὸ φυσικὴ τῷ τοῦ Ἀγαθίνου λόγῳ δι’ ἣν
11. ἔμπροσθεν αἰτίαν εἶπον. ἐκ διαστολῆς τε καὶ συστολῆς ὡς
12. μερῶν συγκεῖσθαι νομίζουσι τὸν σφυγμὸν οἱ πνευματικοὶ πάντες,
13. ἐνεργείας ἡγούμενοι τὰς κινήσεις ἀμφοτέρας εἶναι, τῶν
14. περὶ τὸν Ἡρόφιλόν τε καὶ Ἀσκληπιάδην οὐχ ὁμοίως δοκούντων
15. φέρεσθαι. τὸν μὲν οὖν Ἡρόφιλον περὶ διαστολῆς τε
16. καὶ συστολῆς ἀρτηριῶν ζήτησιν ἰδίαν ἔχειν μακροτέραν· ἐνίοτε
17. μὲν γάρ σοι δόξει καὶ τὴν διαστολὴν καὶ τὴν συστολὴν
18. ἐνέργειαν νομίζειν, ὡς τὸ πολὺ δὲ μόνην τὴν συστολήν· 
1. ὁ δὲ Ἀσκληπιάδης, οὐδεμίαν ὑπολαμβάνων δύναμιν ὑφ’ ἧς
2. ἥ τε καρδία καὶ αἱ ἀρτηρίαι κινοῦνται, ποικίλος ἐστὶ κατὰ
3. τὴν λέξιν ὥσπερ ἐν ταῖς ἄλλαις ἁπάσαις ἐνεργείαις φυσικαῖς
4. τε καὶ ψυχικαῖς, οὕτω κᾀν τῇδε. ποτὲ μὲν γάρ σοι δόξει μὴ
5. ἐνεργείας αὐτὰς τίθεσθαι, καίτοι γε ἀκόλουθον αὐτοῦ ταῖς
6. ὑποθέσεσι τοῦτ’ ἔστι, ἐνίοτε δὲ ἐνεργείας αὐτὰς τίθεσθαι, ὡς
7. καταχρώμενος, ἢ τῷ ἔθει συγχωρῶν. οἱ δ’ ἀπ’ Ἀθηναίου πάντες,
8. ὡς εἴρηται, τὰς κινήσεις ἀμφοτέρας ἐνεργείας ἡγοῦνται,
9. τήν τε ἐν τῷ διαστέλλεσθαι γιγνομένην καὶ τὴν ἐν τῷ συστέλλεσθαι,
10. οὕτω τε καὶ ἡμεῖς ὑπολαμβάνομεν, οὐκ ἐπὶ μόνων
11. τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας, ἀλλὰ καὶ τοῦ θώρακος.
12. καὶ γὰρ καὶ τοῦτον ἐνεργεῖν ἐδείξαμεν ἔν τε τῷ διαστέλλεσθαι
13. καὶ συστέλλεσθαι. διορίζομαι δὲ ὡς ἐπὶ τοῦ θώρακος, οὕτω
14. κᾀπὶ τῶν ἀρτηριῶν τὰς ἐπὶ τὴν μέσην κατάστασιν ἀπὸ τῶν
15. ἄκρων φορὰς, ἐνίοτε μὲν ἐνεργείας χωρὶς, ἐνίοτε δὲ σὺν
16. ταύτῃ γινομένας. ἐὰν οὖν καὶ τὰς περὶ τούτων ἀποδείξεις
17. ἐπεισάγῃ τις τῷ λόγῳ, καὶ κατὰ τοῦτ’ αὐτὸν εἰς μῆκος προάξει
18. μακρότερον. ἐὰν δὲ καὶ τῆς τῶν ὀνομάτων ὑπαλλαγῆς,
1. ἣν ἐποιήσατο κατὰ τοὺς ὅρους, ἃς αὖθις προσέθεσαν αἰτίας
2. εὐλόγους διέρχηταί τις, εἶθ’ ἑξῆς ὅπως ἐμέμψαντό τινες αὐτὰς,
3. εἶθ’ ὅπως ἀπελογήσαντο περὶ τῶν εἰπόντων, ἕτερον
4. μῆκος ἔτι κᾀκ τοῦδε περιττὸν τῷ λόγῳ προστεθήσεται.

Cliquer un n° de page pour en afficher l’image