3. Ἄξιον οὖν ἴσως ἐστὶ καὶ τῶν περὶ τὸν
4. Ἐρασίστρατον μνημονεῦσαι, διενεχθέντων καὶ αὐτῶν πρὸς
5. ἀλλήλους οὐχ ἧττον ἢ οἱ ἄλλοι. τὸ γάρ τοι θαυμάσιον
6. τοῦτ’ ἔστιν, ὅτι μὴ μόνον ἀπὸ διαφερουσῶν αἱρέσεων, ἀλλὰ
7. καὶ αὐτῶν τῶν ἀφ’ ἑνὸς ἀνδρὸς ἀναγομένων οἱ πλεῖστοι διεφώνησαν,
8. ἔνιοι δὲ καὶ δύο καὶ τρεῖς ὅρους ἔγραψαν, ὥσπερ
9. Ἀπολλώνιος ὁ ἀπὸ Στράτωνος ἕνα μὲν τόνδε· σφυγμός
10. ἐστι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ ἀπὸ καρδίας πνεύματος ἐκπεμπομένου
11. περὶ τὴν ἀρτηρίαν διάστασις γινομένη. δεύτερον
12. δὲ τόνδε· σφυγμός ἐστιν ἡ ἀπὸ τῆς ἀρτηρίας διάστασις
13. καὶ συστολὴ ἀπὸ τῆς ἐν αὐταῖς παρακειμένης καὶ ἀνάλογον
14. δυνάμεως. τρίτον δ’ ἄλλον· σφυγμός ἐστι διάστασις, καθ’
15. ἣν πρὸς τὴν ἁφὴν ἡ ἀρτηρία προσπίπτει. οὗτος μὲν οὖν ὁ
16. τρίτος ὅρος ὅτι τὴν αὐτὴν ἔχει δύναμιν τῷ κατὰ τὸν ἐν
17. ἐπισκέψει σφυγμὸν ὁρισμῷ πρόσθεν ὑπὸ τῶν περὶ τὸν
18. Ἀλέξανδρον εἰρημένῳ, παντὶ δῆλον· ὁ δὲ πρῶτος ὑπ’ αὐτοῦ
19. γεγραμμένος οὐσιώδης ἐστὶ κατὰ τὴν Ἐρασιστράτου
1. δόξαν συγκείμενος, ἐπειδὴ καὶ τὰς ἀρτηρίας, ὡς καὶ πρόσθεν
2. ἔφην, οἴεται διαστέλλεσθαι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ παρὰ
3. τῆς καρδίας ἐπιπεμπομένου πνεύματος. ἀξιοῦσι γὰρ ἡμᾶς
4. ἐπιπλήρωσιν, οὐ πλήρωσιν λέγειν, ἵνα μή τις ὑπονοήσῃ πᾶν
5. ἐκκενοῦσθαι τὸ πνεῦμα τῶν ἀρτηριῶν ἐν ταῖς συστολαῖς. ὁ
6. δὲ δεύτερος ὅρος ἐφάπτεται καὶ τοῦ τῶν δυνάμεων λόγου,
7. βέλτιον ὑπ’ ἄλλων Ἐρασιστρατείων συντεθεὶς, ὅσοι τὸν
8. σφυγμὸν ἔφασαν εἶναι διαστολὴν καὶ συστολὴν ἀρτηριῶν τε
9. καὶ καρδίας, ὑπὸ ζωτικῆς τε ψυχικῆς δυνάμεως ἐπιτελουμένην.
10. αὐτὸς γὰρ ὁ Ἐρασίστρατος ἐν τοῖς περὶ πυρετῶν ἀπεφήνατο
11. σαφῶς, οὐ μόνον ζωτικὴν δύναμιν εἶναι κατὰ τὴν καρδίαν,
12. ἀλλὰ καὶ ψυχικήν. ἐνίοις δ’ αὐτῶν ἤρκεσε τὸν σφυγμὸν εἰπεῖν
13. κοινὴν ἐνέργειαν καρδίας τε καὶ ἀρτηριῶν. ἔνιοι δὲ περιεργότερον
14. ἀντιδιαστολὴν ἀρτηριῶν πρὸς καρδίαν ἔφασαν εἶναι
15. τὸν σφυγμὸν, ἐν ᾧ μὲν χρόνῳ διαστέλλεσθαι συμβαίνει τὴν
16. καρδίαν, ἐν τούτῳ συστέλλεσθαι τὰς ἀρτηρίας οἰόμενοι, καθ’
17. ὃν δ’ ἐκείνη συστέλλεται, τὰς ἀρτηρίας διαστέλλεσθαι.ὅ γε μὴν
18. πρῶτος τῶν ἀπὸ τοῦ Ἀπολλωνίου ῥηθέντων τὴν διαστολὴν
19. μόνην σημαίνει σφυγμὸν εἶναι, ἣν αὐτὸς ὠνόμασε διάστασιν,
1. ᾧδέ πως γράψας· σφυγμός ἐστι κατὰ τὴν ἐπιπλήρωσιν τοῦ
2. ἀπὸ καρδίας πνεύματος ἐκπεμπομένου περὶ τὴν ἀρτηρίαν διάστασις
3. γιγνομένη. ὅ γε μὴν Ἐρασίστρατος ἔοικεν οὐ τὴν κατὰ
4. φύσιν ἐν ἀρτηρίαις κίνησιν ὀνομάζειν σφυγμὸν, ἀλλὰ μόνην
5. τὴν ἐπὶ φλεγμονῇ. δῆλον δὲ ἐκ τῶν ῥήσεων αὐτοῦ τῶν ἐν
6. τῷ πρώτῳ περὶ πυρετῶν, ἐν αἷς κίνησιν μὲν ἀρτηριῶν ὀνομάζει
7. τὸν κατὰ φύσιν ὑφ’ ἡμῶν καλούμενον σφυγμὸν, ὃν δ’
8. αὐτὸς ἐπὶ φλεγμονῇ τὴν μεταβολὴν ἔχειν φησὶ, σφυγμὸν φαίνεται
9. καλῶν, ὡς οὐ κατὰ πάσης κινήσεως ἀρτηριῶν ἐπιφέρειν
10. ἡγούμενος χρῆναι τὴν τοῦ σφυγμοῦ προσηγορίαν, ἀλλ’
11. ἐπ’ ἐκείνης μόνης, ἥ τις ἐξίσταται τοῦ κατὰ φύσιν ὑπὸ τῆς
12. κατὰ τὴν φλεγμονὴν διαθέσεως. εὔδηλον οὖν ἤδη τὸ πλῆθος
13. τῶν ἐσομένων λόγων, ἐάν τις ἐπεξέρχηται ταῦτα πάντα καὶ
14. μνημονεύῃ τῶν τε πρὸς ἀλλήλους εἰρημένων τοῖς Ἐρασιστρατείοις
15. καὶ τῶν πρὸς τοὺς ἄλλους, ὅσα τε πάλιν ἐκεῖνοι πρὸς
16. αὐτοὺς ἀντεῖπον. ὁπότ’ οὖν τὰ κεφάλαια μόνον αὐτὰ λέγων
17. ἐγὼ νῦν ἐπλήρωσα ὅλον βιβλίον, οὐδ’ οὖν οὐδὲ πάντας
18. ἐπελθὼν τοὺς εἰρημένους ὅρους, ἆρ’ οὐ πρόδηλον, ὡς
19. τῷ πάντ’ ἐπεξέρχεσθαι βουλομένῳ καὶ τρία καὶ τέτταρα
1. πληρωθήσεται βιβλία; καὶ τοίνυν νόμιζε πεπληρῶσθαι τὰ
2. τοιαῦτα, καί τι μειράκιον εἰς φλύαρον ἐμπεσὸν σοφιστὴν
3. ἅπαντα λέγειν ἐσπουδακότα καὶ μηδὲν ὅλως παραλιπεῖν τῶν
4. εἰρημένων τοῖς ἰατροῖς ἐν πολλῷ χρόνῳ φιλοπόνως ἐκμαθεῖν
5. αὐτὰ, κᾄπειτα συντυχεῖν ἐπ’ ἀῤῥώστου τινὸς ἑτέρῳ μειρακίῳ
6. παρ’ ἑτέρου διδασκάλου, πῶς τε χρὴ διαγιγνώσκειν ἕκαστον
7. τῶν σφυγμῶν καὶ τί δηλοῦν πεφύκασι μεμαθηκότι,
8. πότερόν σοι δοκεῖ χρήσιμόν τι πρὸς τὴν τέχνην εἰς πρόγνωσιν
9. ἐπὶ τοῦ νοσοῦντος εὑρήσειν; ἢ πότερον εὐδοκιμήσειν παρ’
10. αὐτῷ τε τῷ κάμνοντι καὶ τοῖς παροῦσι; τὸ μὲν γὰρ ἕτερον
11. μειράκιον ὅπως ὁρίζεσθαι χρὴ τὸν σφυγμὸν διήξει λόγους μακροὺς,
12. εἴτε δ’ ἀκινδύνως, εἴτε κινδυνωδῶς ὁ κάμνων
13. ἔχει, καὶ πότερον εἰς χρόνου μῆκος αὐτῷ προελθεῖν, ἢ διὰ
14. ταχέων κριθῆναι συμβήσεται, παντάπασιν ἀγνοήσει· τὸ δ’
15. ἕτερον μειράκιον ἀκριβῶς μὲν ταῦτα προγνώσεταί τε καὶ
16. προερεῖ τοῖς παροῦσιν, ἀγνοήσει δὲ πῶς ὁρίζεσθαι χρὴ τὸν
17. σφυγμόν. ἐκ παραβολῆς δ’ οὕτως ἐναργῶς διαγνωσθήσεται
18. ποῖον μέν τι τὸ ἄχρηστόν ἐστι τῆς διδασκαλίας εἶδος, ὁποῖον
1. δὲ τὸ χρήσιμον· ἀλλ’ ὡς ἡ παροιμία φησι, γλυκὺς πόλεμος
2. ἀπείρῳ, οὕτω μοι δοκοῦσι καὶ οἱ πάνθ’ ὁρίζεσθαι προαιρούμενοι
3. μηδόλως ἐγνωκέναι τὰς γεγονυίας ζητήσεις τοῖς διαλεκτικοῖς
4. περὶ τοῦ πῶς ὁρίζεσθαι προσήκει. τὸ μὲν οὖν
5. ἑρμηνεύειν λόγῳ τὸ δηλούμενον ἐκ τοῦ ῥηθέντος ὀνόματος,
6. ὅταν γε μὴ πάνυ τι τοῦ προκειμένου πράγματος ἐναργῆ πάντες
7. ἔχωσι τὴν νόησιν, οὐ μόνον χρήσιμον, ἀλλὰ καὶ ἀναγκαῖόν
8. ἐστιν· ἀναγκαῖον δὲ κᾀπειδὰν ἤτοι γ’ ἑκών τις αὐτὰ
9. ὑπὸ πανουργίας, ἢ ἄκων ὑπὸ ἠλιθιότητος ἐναλλάττῃ τὰ
10. σημαινόμενα πρὸς τῶν ὀνομάτων, ἐπιφέρων αὐτὰ καθ’ ἑτέρων
11. πραγμάτων ἢ πάντες ἄνθρωποι. μηδετέρου δὲ τούτων
12. ὄντος, οὐδὲ λόγῳ χρὴ δηλοῦσθαι τὸ πρᾶγμα, τῆς ἰδίας
13. προσηγορίας αὐτάρκως αὐτὸ σημαινούσης. τὸ δὲ ὁρίζεσθαι
14. πάντως ἐθέλειν ἅπαν πρᾶγμα σοφιστικῆς διδασκαλίας ἔργον
15. ἐστί. καὶ ταῦτα ἔξεστι λέγειν ἐμοὶ μάλιστα πεῖραν ἱκανὴν
16. ἐν αὐτοσχεδίοις προβλήμασι δεδωκότι. περὶ παντὸς γὰρ ἀεὶ
17. τοῦ προβληθέντος εἰς ὁρισμὸν ἔδειξα δι’ ὅλης ἡμέρας δύνασθαί
18. τινα λέγειν. οὐκ οὖν ἀπορίᾳ λόγων εἰς ὅρους ἐπιτηδείων
19. ἐγκαλῶ τοῖς εὐποροῦσιν, ἀλλ’ ἐπιδείξας ἐμαυτὸν ἁπάντων
1. εὐπορώτατον εἰς τὴν τοιαύτην ἀδολεσχίαν, φιλάνθρωπον
2. ἡγησάμην εἶναι, τῶν μανθανόντων ἕνεκα τῆς ὠφελείας τὰς
3. τέχνας, ἐπιδεῖξαι τὴν ἀλήθειαν, οὐχ ὥσπερ οἱ πολλοὶ
4. τῶν ὁτιοῦν ἐπισταμένων ἐπιχειροῦσιν αὐτὸ σεμνύνειν, ἀλλ’
5. ἐκεῖνοι καὶ σφᾶς αὐτοὺς ἡγούμενοι φανεῖσθαι σεμνοτέρους,
6. ἀλλ’ ἀεὶ τῶν ἐγνωσμένων ἐμαυτῷ, διακρίνειν ἀπὸ τῶν
7. ἀχρήστων τὰ χρήσιμα. πλὴν γὰρ ὀλίγων ἅπαντες οἱ διδάσκοντες
8. τὰς τέχνας ἐν τοῖς ἀχρήστοις πλεονάζουσιν, ὧν
9. ἓν καὶ τοῦτ’ ἔστιν, ὃ νῦν ἐν ἅπαντι τῷ διηνυσμένῳ λόγῳ
10. προεχειρισάμην, ἐπινειμαμένου τοῦ τῆς φιλοριστίας νοσήματος
11. οὐ μόνον τοὺς ἰατροὺς καὶ φιλοσόφους, ἀλλὰ καὶ
12. ῥήτορας καὶ μουσικοὺς καὶ γραμματικούς. ἅπασιν οὖν, ἐὰν
13. σωφρονῶσιν, ἐφ’ ἑνὸς παραδείγματος τοῦ κατὰ τὸν σφυγμὸν
14. ὠφέλιμον ἡγοῦμαι πεποιῆσθαι βοήθειαν. ἐὰν δ’ αὖθίς
15. ποτε δόξῃ κατὰ πολλὴν σχολὴν ἅπαντα τὰ περὶ τῶν ὅρων
16. ἀμφισβητούμενα διελθεῖν τε καὶ κρῖναι, καὶ τοῦτ’ ἀόκνως
17. πράξω. τινὲς μὲν γὰρ αὐτοὺς ἀχρήστους εἶναί φασι, τινὲς
18. δὲ χρησίμους μὲν εἶναι λέγουσιν, ὅπως δ’ ὁρίζεσθαι χρὴ
19. διαφέρονται. καὶ νῦν δὴ ἤδη δύο βιβλία περὶ αὐτῶν ἐστί
1. μοι γεγραμμένα, τῶν εἰς τὰ περὶ ἀποδείξεως Ἀριστοτέλους
2. ὑπομνημάτων τοῦ δευτέρου τὸ τρίτον καὶ τέταρτον. ἐπιγράφεται
3. δ’ ὑπὸ τῶν πλείστων ἀναλυτικῶν δεύτερον ἡ
4. τοιαύτη πραγματεία, καθάπερ ἡ περὶ συλλογισμοῦ προτέρων
5. ἀναλυτικῶν.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 4.17, ed. Kühn, 1824, vol. 8, p. 759-765. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.17
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩