Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 4.2, ed. Kühn, 1824, vol. 8, p. 699-720. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.2

5. Ἔστω δὴ τοῦτ’ αὐτὸ τὸ πρῶτον καὶ σαφέστατον
6. ὁ σφυγμός. εἰ γὰρ ἐπὶ τούτου δείξαιμι, πόσην
7. ἐποιήσαντο ματαιολογίαν, οὐδὲ περὶ τῶν ἄλλων ἔτ’ ἄδηλος
8. ὁ λόγος μενεῖ. τὸν γοῦν σφυγμὸν κίνησιν ἀρτηριῶν ὡρίσαντό
9. τινες, οἷς ἀντιλέγοντες ἔνιοι πρῶτον μὲν ἡμαρτῆσθαι τὸν
10. ὅρον ἔφασαν, ἐπειδὴ παραλέλειπται τὸ, καὶ τῆς καρδίας.
11. ἐχρῆν γὰρ οὕτως ὁρίσασθαι· σφυγμός ἐστιν ἀρτηριῶν καὶ
12. καρδίας κίνησις. ἔνιοι δὲ οὐ καρδίας φασὶ δεῖν, ἀλλὰ τοῦ
13. τῆς καρδίας ἀρτηριώδους μέρους προστιθέναι, ὡς γίνεσθαι
14. τὸν ὅρον τοιοῦτον, σφυγμός ἐστι κίνησις ἀρτηριῶν καὶ τῆς
15. κατὰ τὴν καρδίαν ἀρτηριώδους κοιλίας, ἢ νὴ Δί’ οὕτως·
16. σφυγμός ἐστι κίνησις ἀρτηριῶν καὶ τῆς ἀρτηριώδους κοιλίας
17. τῆς καρδίας. οἷς αὖθις ἕτεροι μεμφόμενοι κακῶς εἰρῆσθαί
18. φασι τὸν σφυγμὸν κίνησιν ἁπλῶς· εἶναι γὰρ καὶ ἄλλας
19. κινήσεις ἀρτηριῶν καὶ καρδίας, οἶον τήν τε πεπτικὴν τοῦ 
1. περιεχομένου κατ’ αὐτὰς αἵματος, ἑλκτικήν τε τούτου καὶ
2. προσθετικὴν, ἀποκριτικήν τε τῶν περιττωμάτων. ἐχρῆν οὖν,
3. φασὶ, προσκεῖσθαι τῷ ὅρῳ τὸ τῆς τῶν σφυγμῶν κινήσεως
4. εἶδος, ἵν’ ἴδιος αὐτῶν ᾖ καὶ μὴ πολλῶν κινήσεων κοινός.
5. καὶ τοίνυν αὐτοὶ τὸν ὅρον ἐποιήσαντο τοιόνδε· σφυγμός
6. ἐστιν ἀρτηριῶν καὶ καρδίας διαστολή τε καὶ συστολὴ, καὶ δηλονότι
7. καὶ τούτου πάλιν αὐτοῦ τοῦ ὅρου τοσαῦται γεγόνασιν
8. ἐπανορθώσεις, ὅσαι τοῦ πρόσθεν, ἐνίων μὲν αὐτῷ προστιθέντων
9. καὶ τὸ τῆς καρδίας, ἐνίων δ’ οὐχ ἁπλῶς καρδίας, ἀλλὰ τοῦ
10. κατ’ αὐτὴν ἀρτηριώδους γένους, ἐνίων δὲ τῆς ἀρτηριώδους κοιλίας
11. τῆς ἀριστερᾶς. εἰσὶ γὰρ οἳ καὶ τοῦτο προσέθεσαν, ὡς γίνεσθαι
12. τοὺς ὅρους τοσούτους· σφυγμός ἐστιν ἀρτηριῶν καὶ καρδίας
13. διαστολή τε καὶ συστολή. σφυγμός ἐστιν ἀρτηριῶν, καὶ
14. τοῦ τῆς καρδίας ἀρτηριώδους μέρους διαστολή τε καὶ συστολή.
15. σφυγμός ἐστιν ἀρτηριῶν καὶ τῆς ἀρτηριώδους κοιλίας τῆς
16. καρδίας διαστολή τε καὶ συστολή. πολεμοῦσι δὲ τούτοις
17. ἅπασιν ἕτερος χορὸς ἀνδρῶν, οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὰς
18. μήνιγγας σφύζειν λέγοντες· ἔνιοι δὲ καὶ τὸν ἐγκέφαλον·
1. ἄλλοι δὲ ἀμφότερον· τινὲς δὲ πρώτως μὲν τὸν ἐγκέφαλον,
2. κατὰ συμβεβηκὸς δὲ τὰς μήνιγγας· ἄλλοι δὲ αὖ πάλιν οὔτε
3. τὰς μήνιγγας οὔτε τὸν ἐγκέφαλον ἡγοῦνται σφύζειν πρώτως,
4. ἀλλὰ ταῖς μὲν ἀρτηρίαις ὑπάρχειν τοῦτο, κατὰ συμβεβηκὸς δ’
5. ἐκείνοις. συνεξαίρεσθαι γὰρ αὐτὰ ταῖς ἐν αὐτοῖς ἀρτηρίαις
6. φασὶ, παμπόλλαις οὔσαις. εἰ μὲν οὖν συνεξαίρεται μόνον,
7. οὐδεμίαν αὐτὰ δύναμιν ἔχοντα τῆς προειρημένης τοιαύτης κινήσεως,
8. οὐδὲν ἔτι δεήσει προστιθέναι τοῖς προειρημένοις
9. ὅροις· εἰ δ’ ἔχει τινὰ δύναμιν οἰκείαν ὁμοίαν ταῖς ἀρτηρίαις,
10. ἀναγκαῖον ἔσται μνημονεύειν κατὰ τὸν ὅρον ἐγκεφάλου καὶ
11. μηνίγγων, ὡς γενέσθαι τὸν ὅλον ὁρισμὸν τοιόνδε, σφυγμός
12. ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν ἐγκεφάλου
13. τε καὶ μηνίγγων. εἰ δὲ τὸ ἕτερον αὐτῶν μόνον ἔχει τὴν
14. τοιαύτην δύναμιν, ἐκείνου μόνου μνημονεύσομεν, ἤτοι γ’
15. οὕτω ποιοῦντες τὸν ὅρον· σφυγμός ἐστι διαστολὴ καὶ συστολὴ
16. καρδίας καὶ ἀρτηριῶν καὶ μηνίγγων, ἢ οὕτω· σφυγμός
17. ἐστι διαστολὴ καὶ συστολὴ καρδίας καὶ ἀρτηριῶν
18. καὶ ἐγκεφάλου, καὶ καθ’ ἕκαστον γένος τῶν ἔμπροσθεν
1. εἰρημένων ὅρων ὁμοία προσθήκη γενήσεται. τινὲς μὲν γὰρ,
2. ὡς ἔφην, ἠρκέσθησαν εἰπεῖν· σφυγμός ἐστι διαστολὴ καὶ
3. συστολὴ καρδίας καὶ ἀρτηριῶν· ἔνιοι δὲ οὐχ ἁπλῶς οὕτως,
4. ἀλλ’ ἤτοι τῆς ἀρτηριώδους ἐν τῇ καρδίᾳ κοιλίας, ἢ τῆς ἀριστερᾶς,
5. ἢ τοῦ μέρους αὐτῆς τοῦ ἀρτηριώδους προσέθεσαν.
6. ἑκάστου δὴ τούτων τῶν ὅρων οἱ μὲν ἐγκέφαλον, οἱ δὲ μήνιγγας,
7. οἱ δ’ ἀμφότερα προσθήσουσι· καὶ γενήσεται πλῆθος
8. ὅρων οὐκ ὀλίγων. ἠμφισβήτηται δὲ οὐδὲν ἧττον αὐτοῖς καὶ
9. περὶ τῶν τῆς καρδίας κοιλιῶν· ἔνιοι γὰρ ἡγοῦνται μὴ σφύζειν
10. τὴν δεξιάν· εἰσὶ δὲ οἳ σφύζειν μὲν, οὐ μὴν πρώτως οὐδὲ δι’
11. αὑτὴν, ἀλλὰ τῇ πνευματικῇ καλουμένῃ συγκινουμένην· ὥσθ’
12. ὅσοι τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, ἢ τῆς ἀρτηριώδους,
13. ἢ ὁπωσοῦν ἄλλως ὀνομάζοντες μνημονεύουσι, διενεχθήσονται
14. τοῖς κατὰ τὴν δεξιὰν ἡγουμένοις σφύζειν. ἔτι δὲ μείζων ἄλλη
15. διαφορὰ τοῖς ἰατροῖς ἐκ παλαιοῦ περὶ τῶν ἀρτηριῶν ἐγένετο,
16. τινῶν μὲν ἡγουμένων αὐτὰς ἐξ ἑαυτῶν σφύζειν, σύμφυτον
17. ἐχούσας ὁμοίως τῇ καρδίᾳ τὴν τοιαύτην δύναμιν,
18. ὧν ἐστι καὶ ὁ Πραξαγόρας, ἐνίων δὲ σφύζειν μὲν αὐτοῦ,
1. τοῦ χιτῶνος αὐτῶν διαστελλομένου τε καὶ συστελλομένου,
2. καθάπερ ἡ καρδία, τὴν δύναμιν δὲ οὐκ ἐχουσῶν σύμφυτον ᾗ
3. τοῦτο δρῶσιν, ἀλλὰ παρὰ καρδίαν λαμβανουσῶν. ἧς γνώμης
4. ἔχεται καὶ Ἡρόφιλος. Ἐρασιστράτῳ δὲ οὐδέτερον ἀρέσκει·
5. βούλεται γὰρ ἔμπαλιν τῇ καρδίᾳ τὰς ἀρτηρίας σφύζειν,
6. ἐκείνης μὲν, ὅτε διαστέλλεται πληρουμένης τῇ πρὸς τὸ κενούμενον
7. ἀκολουθίᾳ, τῶν δὲ ἀρτηριῶν, ὅτε πληροῦνται διαστελλομένων,
8. πληροῦσθαι δὲ αὐτὰς τοῦ παρὰ καρδίας ἐπιπεμπομένου
9. πνεύματός φησιν. ἅμα μὲν οὖν ἀναγκαῖόν ἐστιν
10. ἀμφότερα γίνεσθαι, τήν τε διαστολὴν καὶ τὴν πλήρωσιν αὐτῶν,
11. ἡγεῖσθαι δὲ τὸ ἕτερον θατέρου λόγον αἰτίας ἔχον ἐν
12. μὲν τῇ καρδίᾳ τὴν διαστολὴν, ἐν δὲ ταῖς ἀρτηρίαις τὴν πλήρωσιν,
13. ὥσπερ ὁρᾶται κᾀπὶ τῶν ἐκτός. αἱ μὲν γὰρ τῶν χαλκέων
14. φῦσαι διότι διαστέλλονται, διὰ τοῦτο πληροῦνται, οἱ
15. σάκκοι δὲ καὶ οἱ θύλακοι καὶ οἱ ἀσκοὶ διότι πληροῦνται,
16. διὰ τοῦτο διαστέλλονται. τὸν ὁρισμὸν οὖν εἴπερ ὅλην τὴν
17. οὐσίαν ἀκριβῶς τοῦ πράγματος μέλλει δηλώσειν, οὐδὲν αὐτῆς
18. τῶν κυριωτάτων παραλείπειν προσήκει· τῆς δ’ οὐσίας ἀμφισβητουμένης,
19. ἀναγκαῖον ἔσται καθ’ ἑκάστην αἵρεσιν ἴδιον
1. ὁρισμὸν γίνεσθαι· ὥστε τοῖς Ἐρασιστρατείοις οὕτως ὁριστέον
2. ἐστὶν, ὡς ἐνδείκνυσθαι τὸ ἴδιον ἐξ Ἐρασιστράτου δόγμα
3. περὶ τῆς τῶν σφυγμῶν οὐσίας, τοῖς δ’ Ἡροφιλείοις, ὡς τὸ
4. ἴδιον Ἡροφίλῳ, καὶ τοῖς ἄλλοις ἅπασιν ὡσαύτως οἰκεῖον
5. ἑκάστοις ἐστὶν ὅρον ποιητέον τῷ σφετέρῳ δόγματι. τοῦτο δὲ
6. εὐθέως αὐτὸ οὐδεὶς σχεδὸν αὐτῶν ἐπίσταται, καὶ τούτου γ’
7. ἔτι μᾶλλον ἀναγκαῖον ἐγνῶσθαι δύο γένη τὰ πρῶτα τῶν ὁρισμῶν
8. εἶναι, τὸ μὲν ἕτερον ἐξηγούμενον σαφῶς τὴν τοῦ πράγματος
9. ἔννοιαν, ἣν ἔχουσιν οἱ ὀνομάζοντες αὐτὸ, τὸ δ’ ἕτερον,
10. ὡς εἴρηται, τὸ τὴν οὐσίαν διδάσκον. ἀρετὴ δ’ ἑκατέρου
11. τῶν ὅρων ἰδία τοῦ μὲν τὴν ἔννοιαν ἑρμηνεύοντος ὁμολογεῖσθαί
12. τε πᾶσι τοῖς ὁμοφώνοις καὶ μὴ προσάπτεσθαι τῆς οὐσίας
13. τοῦ πράγματος, τοῦ δὲ τὴν οὐσίαν διδάσκοντος ὁμολογεῖν
14. μὲν τῷ κατὰ τὴν ἔννοιαν, ἕτερον δὲ ὑπάρχειν αὐτῷ.
15. πρῶτον οὖν τοῦτό σοι γιγνέσθω γνώρισμα τῶν εἰκῆ φλυαρούντων,
16. ὅταν ἕνα τοῦ προκειμένου πράγματος ἀκούσῃς αὐτῶν
17. λεγόντων ὅρον. ἐπὶ τινῶν μὲν γὰρ οὐ δύο μόνον, ἀλλὰ
18. καὶ τρεῖς καὶ τέτταρας ἄμεινόν ἐστι ποιεῖσθαι· πρῶτον μὲν 
1. τὸ ὁμολογούμενον ἅπασι τοῖς ὁμοφώνοις, ὅστις οὐδὲν ἀποφαίνεται
2. περὶ τῆς τοῦ πράγματος οὐσίας, ἐπὶ ψιλῆς καταμένων
3. τῆς ἐννοίας· ἕτερον δ’ ἐπ’ αὐτῷ, βραχύ μέν τι τῆς ἐννοίας
4. ἀποχωροῦντα, βραχὺ δέ τι καὶ τῆς οὐσίας ἐφαπτόμενον·
5. καὶ τρίτον ἐπὶ τῷδε, πλέον μὲν ἤδη τῆς ἐννοίας, πλέον δὲ
6. καὶ τῆς οὐσίας ἑρμηνεύοντα· καὶ τέταρτον ἐπ’ αὐτοῖς τὸν
7. τὴν οὐσίαν ὅλην διδάσκοντα. τοῦτον μὲν οὖν δείκνυσθαι δεῖ
8. τὴν ἀναφορὰν ἐπὶ τὸν τρίτον ἔχοντα, τοῦτον δ’ αὖ πάλιν
9. ἐπὶ τὸν δεύτερον, κᾀκεῖνον αὖθις ἐπὶ τὸν πρῶτον, αὐτὸν
10. δὲ τὸν πρῶτον ἐξ αὐτοῦ πιστεύεσθαι, φαινομένων ἐναργῶς
11. πραγμάτων ἑρμηνείαν ἔχοντα. διὸ καὶ λόγον αὐτὸν ὀνοματώδη
12. κέκληκεν ὁ Ἀριστοτέλης, ὡς εἰ καὶ λόγον ὀνόματος ἑρμηνευτικὸν
13. εἰρήκει. τὸν δ’ ἕτερον ὅρον, οὐσιώδη τινὲς ἐκάλεσαν,
14. λόγον εἶναί φησιν τὸν τί εἶναι δηλοῦντα. τί μὲν
15. γάρ ἐστιν ἑκάστῳ τῶν ὁριζομένων τὸ εἶναι τοῦτον ἑρμηνεύειν
16. φησὶ, τὰ συμβεβηκότα δὲ ἰδίως αὐτῷ συνδιέρχεσθαι τὸν ἐννοηματικόν.
17. ὑπολαμβάνει δὲ καὶ ἄλλον ὁρισμὸν εἶναι τὸν
18. καὶ τὴν οὐσίαν τοῦ πράγματος διδάσκοντα. καὶ τί με δεῖ λέγειν
19. μακρότερον ἔτι περὶ τηλικούτων πραγμάτων, ἃ δυοῖν
1. ἐδεήθη βιβλίων, τοῦ τρίτου καὶ τετάρτου τῶν ὑπομνημάτων
2. ὧν ἐποιησάμην εἰς τὸ δεύτερον Ἀριστοτέλους τῶν δευτέρων
3. ἀναλυτικῶν. ἐπ’ αὐτοῦ δέ σοι τοῦ σφυγμοῦ πειράσομαι δεῖξαι
4. τούτων ἕκαστον ὅσον οἷόν τέ μοι διὰ βραχυτάτων· ὅστις δὲ
5. οἷς εἶπον ὑπομνήμασι πρότερον ὡμίλησεν, οὗτος ῥᾷον ἀκολουθήσει
6. τοῖς λεχθησομένοις. αἰσθανόμεθα κατ’ ἔνια μόρια
7. τοῦ δέρματος κινήσεώς τινος, οὐ μόνον ἐπιβάλλοντες αὐτῷ τὴν
8. ἁφὴν, ἀλλὰ καὶ τοῖς ὀφθαλμοῖς ἐνίοτε. καὶ ἥδ’ ἡ κίνησις
9. ἐπὶ πάντων φαίνεται τῶν ὑγιαινόντων ἐν πολλοῖς μέρεσι
10. τοῦ σώματος, ὧν ἔν ἐστι καὶ τὸ κατὰ τὸν καρπὸν τῆς
11. χειρός. ἐναργῶς μὲν οὖν ἀνιόντος τινὸς ἐκ βάθους ἐπὶ τὸ
12. δέρμα καὶ πλήττοντος ἡμᾶς αἰσθανόμεθα, μετὰ δὲ τὴν
13. πληγὴν ἐνίοτε μὲν ἀποχωροῦντος αὐτοῦ σαφῶς, εἶθ’ ἡσυχάζοντος,
14. ἐνίοτε δ’ εὐθέως ἀπ’ ἀρχῆς ἡσυχάζοντος ἔμφασις
15. γίγνεται, καὶ μετὰ ταῦτα πάλιν ἀνιόντος τε καὶ πλήττοντος,
16. εἶτ’ αὖθις ἀπιόντος τε καὶ ἡσυχάζοντος, καὶ τοῦτο διὰ παντὸς
17. ποιοῦντος, ἀφ’ ἧς ἂν ἡμέρας γεννηθῇ τις, ἕως θανάτου.
18. τὴν τοιαύτην κίνησιν οἱ ἄνθρωποι πάντες ὀνομάζουσι σφυγμόν.
1. καὶ ὅστις ἂν αὐτὴν διὰ ταχέως ἑρμηνεῦσαι δυνηθῇ, κάλλιστα
2. τὸν ἐννοηματικὸν ὅρον ὁ τοιοῦτος ἐργάσεται, μήτε παραλιπὼν
3. δηλονότι μήτε προστιθεὶς ἐκ περιττοῦ παρ’ ἃ διῆλθον
4. ἀρτίως. εἰ δέ γέ τι προσθείη, κᾂν ᾖ σμικρὸν, εἰ μὲν
5. ἄχρηστον εἴη τὸ προστιθέμενον, ἀδολεσχήσει μάτην, εἰ δὲ
6. χρήσιμον, ἀποχωρήσει κατ’ ἐκεῖνο τῆς ἐννοίας ἐπὶ τὴν οὐσίαν
7. τοῦ πράγματος· οἷον εἰ φαίη τὴν τῶν ἀρτηριῶν τοιάνδε
8. κίνησιν εἶναι σφυγμόν. ὁ γὰρ τοιοῦτος ὅρος οὐ τὴν κίνησιν
9. μόνον, ἀλλὰ καὶ τίνων ἐστὶν ἑρμηνεύει, καίτοι τῶν
10. ἰδιωτῶν ὅτι μέν ἐστί τις ἐν τῷ σώματι τοιάδε κίνησις ἐναργῶς
11. αἰσθανομένων, ἀγνοούντων δ’ αὐτὸ τὸ κινούμενον σῶμα.
12. εἰ δέ τις οὐ μόνον εἶδε τὴν ἀρτηρίαν γυμνώσας τοῦ δέρματος
13. ἁπλῶς οὑτωσὶ κατὰ τὴν ἔξωθεν αὐτῆς περιγραφὴν, ἀλλὰ
14. καὶ τοὺς χιτῶνας, ὁπόσοι τέ εἰσι καὶ ὁποῖοι, κατεσκέψατο,
15. περαιτέρω προὐχώρησεν οὗτος ἢ κατὰ τὴν ἔννοιαν, ἔτι καὶ
16. μᾶλλον ἐκείνου τοῦ πρόσθεν, ὃς ἔξωθεν αὐτὴν ἑώρα μόνον.
17. εἰ δὲ δὴ καὶ τὴν δύναμιν εὕροι, καθ’ ἣν αἱ ἀρτηρίαι σφύζουσι,
18. καὶ πότερον ἐξ ἑαυτῶν ἔχουσι τὴν ἀρχὴν τῆς κινήσεως, ἢ παρὰ
19. τῆς καρδίας, καὶ εἰ παρὰ ταύτης, ὅπως ἆρά γε πνευματικὴν
1. ὕλην ἐπιπεμπούσης κατὰ τὴν ἐντὸς κοιλότητα τῶν ἀγγείων,
2. ἢ δύναμίν τινα διὰ τῶν χιτώνων αὐτῶν, ἔτι τε πρὸς τούτοις,
3. ἥ τίς ποτέ ἐστιν ἡ χρεία τῆς κινήσεως αὐτῶν, οὗτος ἀκριβῶς
4. εἴσεται τὴν οὐσίαν ὅλην τῆς τῶν σφυγμῶν γενέσεως. οὐ μὴν
5. ἅπαντά γε ταῦτα δυνατὸν ὅρῳ περιλαβεῖν· οὐ γὰρ βούλονται
6. μακροὺς εἰς τοσοῦτον γίνεσθαι τοὺς ὅρους οἱ χαίροντες αὐτοῖς·
7. ὥστε οὐδέ ἐστι πᾶς ὄρος σφυγμῶν οὐσιώδης ἀκριβῶς,
8. ἢ πάνυ μακρὸς ἔσται. πρόσκειται δὲ τῷ λόγῳ τὸ ἀκριβῶς,
9. ὅτι τῶν κατὰ τὴν οὐσίαν ἄλλος ἄλλο προσθέντες ἔνιοι τῶν
10. νεωτέρων ἰατρῶν οὐσιώδη νομίζουσιν ὅρον εἰρηκέναι τοῦ
11. σφυγμοῦ, πρὸς τῷ κᾀκεῖνο μέγιστον ἡμαρτηκέναι, τὸν μόνον
12. εἰρηκέναι τὸ ὁριζόμενον ὑπ’ αὐτῶν οὐσιώδη, μὴ προειρημένου
13. τοῦ κατὰ τὴν ἔννοιαν, ὃς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἡμῖν
14. ἐπιδέδεικται κριτήριον γενόμενος τοῦ κατὰ τὴν οὐσίαν. ἀλλ’
15. οὐδὲ τοῦτ’ αὐτὸ γινώσκοντες, εἰκότως ἀποφαίνονται τὸ δόξαν
16. ἀλόγως ἑαυτοῖς. ἀρξώμεθα οὖν αὖθις ἀπὸ τῶν ἐννοηματικῶν
17. ὅρων, οὓς οὐδὲν ἔφαμεν ἑρμηνεύειν πλέον ὧν ἅπαντες ἄνθρωποι
1. γινώσκουσιν. ἔοικε δ’ οὐδεὶς εἰρῆσθαι τοιοῦτος οὐδ’
2. ὑπὸ τῶν ἐμπειρικῶν, οἷς ἔπρεπε μάλιστα πάντων ὅροις χρῆσθαι
3. τοιούτοις, οὓς οἱ δεινοὶ περὶ τὰς προσηγορίας οὐδ’
4. ὅρους ἀξιοῦσιν, ἀλλ’ ὑπογραφάς τε καὶ ὑποτυπώσεις ὀνομάζειν.
5. ἐγένοντο δ’ ἂν αἱ ὑπογραφαὶ τοιαίδε τινές. κίνησις
6. ἀπροαίρετος ἔν τισι μορίοις ὑπάρχουσα τῶν ἐναίμων ζώων
7. ἡσυχίᾳ διακοπτομένη. καὶ μὲν δὴ καὶ εἰ φυσικὴν εἴποι τις
8. τὴν κίνησιν, ἢ οὐχ ἑκουσίαν, ἢ οὐ καθ’ ὁρμὴν, οὐ διοίσει.
9. εἰ δὲ καὶ ὅτι κατὰ τὰ σμικρὰ μόρια γίνεται τοῦ δέρματος, ἢ
10. ὅτι βραχυχρόνιος, ἐν τῷ τῆς ὑπογραφῆς λόγῳ περιλάβοι, τελεώτερον
11. ἀποδώσει τὴν ἔννοιαν. εἰ οὐδὲ καὶ τὰς τῶν σοφιστῶν
12. ἐπηρείας φυλάττοιτο, προσθήσει τῷ τῆς κινήσεως
13. ὀνόματι τὸ αἰσθητή· καίτοι γε αἱ τοιαῦται προσθῆκαι δειλίας
14. ἀλόγου μᾶλλόν εἰσιν ἢ ἀσφαλείας εὐλόγου σημεῖον. τὸ γὰρ τῆς
15. κινήσεως ὄνομα πάντες ἄνθρωποι κατὰ τῆς ἐναργῶς φαινομένης
16. αἰσθήσει λέγειν εἰώθασιν, ἐπεί τοι τὰς λόγῳ θεωρητὰς
17. ἔστι τις λόγος πιθανὸς ἐπιδεικνὺς ὑπάρχειν ἀεὶ τοῖς σώμασιν 
1. ἅπασιν, κᾂν μὴ φαίνηται κινούμενα. καὶ αὐτὸ δὲ τοῦτο τὸ
2. αἰσθητὸν ὄνομα δύο σημαίνει, τό θ’ ὑποπίπτειν αἰσθήσει
3. πρᾶγμα νῦν ἤδη, καθ’ ὃν ἂν λέγοιτο χρόνον, ἕτερόν τε πρὸς
4. τούτῳ τὸ δυνάμενον αἰσθητὸν γενέσθαι, κᾂν νῦν ᾖ μηδέπω·
5. καθ’ ὃ καὶ τὸν ἐν τῷ βυθῶ λίθον αἰσθητὸν εἶναι λέγομεν
6. ὅσον ἑαυτῷ, διὰ τὸ τῆς φύσεως εἶναι δηλονότι τῶν αἰσθητῶν.
7. ἡ τοίνυν αἰσθητὴ κίνησις, ἔν τισι μέρεσι τοῦ σώματος ἕως ἂν
8. ζῶμεν ἡμῖν φαινομένη, σφυγμὸς ὀνομάζεται· διακόπτεται δὲ,
9. ὡς ἔφην, ἡσυχίᾳ. τοῦτο γὰρ ἀσφαλὲς εἶναι νομίζουσι λέγειν
10. μᾶλλον ἔνιοι τῶν ἰατρῶν ἤπερ ἐκ διαστολῆς τε καὶ συστολῆς
11. συγκεῖσθαι τὴν ὅλην κίνησιν, καίτοι γε οὕτως ἔχει τὸ φαινόμενον
12. ἐναργῶς, εἰς ὕψος τε καὶ πλάτος καὶ μῆκος ἐκτεινομένης
13. τῆς κινήσεως ἐπὶ τῶν ἰσχνῶν τε καὶ μεγαλοσφύκτων. ἕτεροι
14. δὲ τούτων ἀτολμότεροι τῶν ἰδίων παθῶν τῆς ἁφῆς αἴσθησιν
15. αὐτοῖς εἶναί φασι, δεδιότες ἀποφήνασθαι περί τινος
16. τῶν ἐκτὸς ὡς ὑπάρχοντος, ἐκ τῆς τῶν σκεπτικῶν καὶ ἀπορητικῶν
17. ὀνομαζομένων ἀγωγῆς ἐπὶ τοῦτό γε ἠγμένοι. τούτους
18. μὲν οὖν ἀπολειπτέον ἡμῖν ἐστιν. ἴσως γὰρ οὐδ’ ὅτι φαίνεταί
19. τις αὐτοῖς κίνησις ἀποφήνασθαι τολμήσουσιν, εἰ τὰ
1. πάντα πείθοιντο τοῖς ἀπορητικοῖς. ἐκείνων γοῦν ἔνιοι φασὶν
2. οὐδὲ τὰ σφῶν αὐτῶν πάθη βεβαίως γινώσκειν, οὓς καλοῦσιν
3. εἰκότως ἀγροικοπυῤῥωνείους. ἐπὶ δὲ τοὺς ὁμολογοῦντας
4. πεπεῖσθαι κίνησιν ὁρᾷν ἐναργῶς ὑπὸ τῷ δέρματι σώματός
5. τινος εἰς μῆκος καὶ πλάτος καὶ βάθος ἐκτεινομένου μεταβάντες,
6. ἐπειδὴ μετριώτεροι τῶν ἄλλων εἰσὶ, παρακαλέσομεν
7. αὐτοὺς διαιρεθέντος τοῦ δέρματος, ἢ κατὰ τὴν ἡμετέραν
8. προαίρεσιν, ἢ κατὰ τύχην ποτὲ, σκέψασθαι, τί ποτ’ ἐστὶ
9. τὸ φαινόμενον ὑπ’ αὐτῷ κινεῖσθαι. δῆλον γὰρ ὅτι παραπλήσιον
10. ἀγγεῖον ὄψονται τῇ φλεβὶ, πλὴν ὅσῳ τὸν χιτῶνα διττόν
11. τε καὶ πολὺ ῥωμαλεώτερον ἔχον, ὃ καλοῦμεν ἀρτηρίαν. ὄψονται
12. δὲ ἐναργῶς καὶ τὸ πρόσθεν αὐτοῖς ἀμυδρῶς ὁρώμενον,
13. ὡς κατὰ κύκλον τοῦτο τὸ ἀγγεῖον διαστέλλεται. κατὰ δὲ τὸν
14. αὐτὸν τρόπον ἥ τε καρδία γυμνωθεῖσα φανεῖται κινουμένη
15. καὶ ὁ ἐγκέφαλος, ὥστε τολμῆσαί ποτε λέγειν αὐτοὺς, τὴν
16. ὁρωμένην κίνησιν ἐν τῇ τῶν σφυγμῶν γενέσει περὶ σώματα
17. γίνεσθαι τὰ προειρημένα. πότερα δὲ πρώτως τε καὶ καθ’
18. αὑτὸ ἡ δεξιὰ κοιλία τῆς καρδίας, ἢ συγκινουμένη τῇ ἀριστερᾷ,
1. κατὰ τὸν αὐτὸν ἐκείνῃ ῥυθμὸν φαίνεται σφύζουσα, παραιτήσεται
2. ζητεῖν ὁ κατὰ τὴν πρώτην μετάβασιν ἀπὸ τῆς ἰδιωτικῆς
3. ἐννοίας ἐπὶ τὴν οὐσίαν προερχόμενος. ὡσαύτως δὲ κᾀπὶ
4. τοῦ κατὰ τὸν ἐγκέφαλον φαινομένου σφυγμοῦ παραιτήσεται
5. ζητεῖν, εἴτε πρώτως τε καὶ ἐξ ἑαυτοῦ τὴν ἐνέργειαν ἔχει ταύτην
6. εἴτε συνεξαιρόμενος ταῖς κατ’ αὐτὸν ἀρτηρίαις, πολλαῖς
7. καὶ μεγάλαις οὔσαις. ὁ δ’ ἐπὶ μᾶλλον τοῦδε τολμῶν ἀποφήνασθαι
8. περὶ τῆς τῶν σφυγμῶν οὐσίας καὶ τοῦτο προσθήσει.
9. τέλεον δ’ ἄν τις ὁρισμὸν ποιοῖτο τοῦ σφυγμοῦ προσθεὶς τοῖς
10. εἰρημένοις τὴν χρείαν τῆς γενέσεως αὐτῶν, ἣν ἡμεῖς ἐν τῷ
11. περὶ χρείας σφυγμῶν ὑπομνήματι φυλακήν τε τῆς ἐμφύτου
12. θερμασίας ἔφαμεν εἶναι, γινώσκοντος δηλονότι τοῦ τὸν τοιοῦτον
13. ὅρον ποιουμένου, κατὰ τίνα τρόπον γίνεται τὸ φυλάττεσθαι
14. τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας, ἆρά γε τῷ
15. ῥιπίζεσθαι κατὰ τὴν κίνησιν, ἢ διὰ τὴν πρόσπτωσιν τοῦ ψύχοντος
16. ἀέρος συναγομένης, ὡς μὴ διαφορεῖσθαι ῥᾳδίως, ἢ
17. καθαιρομένης τὸ καπνῶδές τε καὶ λιγνυῶδες περίττωμα.
18. χρεία δ’ ἐδείχθη τῆς κατὰ τὰς ἀρτηρίας πνευματικῆς οὐσίας
19. καὶ πρὸς τὴν τοῦ ψυχροῦ πνεύματος γένεσιν. τῆς δ’ οὐσίας
1. τῶν σφυγμῶν ἐστι καὶ πότερον, ὅταν αἱ ἀρτηρίαι διαστέλλωνται,
2. τηνικαῦθ’ ἕλκεσθαι συμβαίνει τὰς ὕλας αὐτὰς, ἢ
3. ὅταν συστέλλωνται. καὶ πάλιν περὶ τοῦ ἐκκρίνεσθαί τι τῶν
4. ἀρτηριῶν ὁ αὐτὸς λόγος. ἡμεῖς γὰρ ἐδείξαμεν, ἕλκεσθαι
5. μὲν διαστελλομένων, ἐκκρίνεσθαι δὲ συστελλομένων. οἱ δ’
6. ἀπὸ τῆς πνευματικῆς καλουμένης αἱρέσεως συστελλομένων
7. μὲν ἕλκεσθαι νομίζουσι, διαστελλομένων δ’ ἐκκρίνεσθαι.
8. προσθήσει δ’ ἄλλος τούτοις ὁριζόμενος τὸν σφυγμὸν καὶ
9. τὴν ποιητικὴν αἰτίαν αὐτοῦ. περὶ ἧς αὐτῆς ἐζήτηται, πότερον
10. ζωτική τίς ἐστιν, ἢ ψυχικὴ δύναμις, ἢ ὅλως οὐδὲ δύναμις,
11. ὡς Ἀσκληπιάδης κατασκευάζει. δῆλον οὖν ἐστιν, ὡς ὁ
12. οὐσιώδης ὀνομαζόμενος ὅρος, ὅσπερ ἐστὶ λόγος διδασκαλικὸς
13. τῆς τοῦ πράγματος οὐσίας, τό τε γένος ἐρεῖ τοῦ σφυγμοῦ
14. καὶ τὰς διαφορὰς, τήν τε χρείαν τῆς γενέσεως καὶ τὴν ποιητικὴν
15. αἰτίαν, ἔτι τε πρὸς τούτοις ὑλικὴν, ἢ ὀργανικὴν, ἢ
16. ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ· οἷον τὸ μὲν γένος ἤτοι κίνησιν,
17. ἢ ἐνέργειαν, ἢ πάθος ἀρτηριῶν, τὰς δὲ διαφορὰς,
18. ὅτι κατὰ διαστολὴν καὶ συστολὴν καὶ ὅτι χωρὶς προαιρέσεως,
19. τὴν δὲ χρείαν, ὅτι τῆς ἐμφύτου θερμασίας ἕνεκεν, ἢ πνεύματος
1. ζωτικοῦ γενέσεως, ἢ καὶ νὴ Δία ψυχικοῦ, τὴν ποιητικὴν δ’
2. αἰτίαν, ὅτι δύναμίς τίς ἐστι διαστέλλουσα τήν τε καρδίαν
3. καὶ τὰς ἀρτηρίας, ἤτοι ζωτική τις, ἢ ψυχικὴ, ἢ ἀμφότερα,
4. τὴν ὑλικὴν δὲ καὶ ὀργανικὴν, τὴν κατασκευὴν τῶν ἀρτηριῶν,
5. εἰς ἣν εἶπον ἐνέργειαν ἐπιτηδείαν δεῖξαι. καὶ γενήσεται δηλονότι
6. καθ’ ἑκάστην αἵρεσιν λογικὴν ἴδιος ὅρος. ὁ μὲν γὰρ
7. Ἐρασίστρατος ἐρεῖ τὸν σφυγμὸν εἶναι κίνησιν ἀρτηριῶν κατὰ
8. διαστολὴν καὶ συστολὴν ὑπὸ ζωτικῆς τε καὶ ψυχικῆς δυνάμεως
9. γινομένην, ἐπιπληρώσεως ἕνεκεν ἀρτηριῶν, ἐχουσῶν ἐν
10. αὑταῖς πνεῦμα ζωτικόν· ὁ δ’ Ἀσκληπιάδης κίνησιν ἀρτηριῶν
11. κατὰ διαστολὴν καὶ συστολὴν, πληρουμένων μὲν πνεύματος
12. τῇ πρὸς τὸ λεπτομερὲς φορᾷ, κενουμένων δὲ τῇ καταπτώσει
13. τοῦ χιτῶνος αὐτῶν. ἡμεῖς δὲ φήσομεν, ἐνέργειαν
14. εἶναι τὸν σφυγμὸν ἰδίαν, πρώτως μὲν τῆς καρδίας, δευτέρως
15. δὲ τῶν ἀρτηριῶν κατὰ διαστολὴν καὶ συστολὴν κινουμένων
16. ὑπὸ ζωτικῆς δυνάμεως, ἕνεκα τοῦ φυλάττεσθαι μὲν τὴν συμμετρίαν
17. τῆς ἐμφύτου θερμασίας, γεννᾶσθαι δὲ ἐν ἐγκεφάλῳ
18. πνεῦμα ψυχικόν. ἀνάλογον δὲ τοῖς ὅροις τοῖσδε καὶ οἱ ἀπὸ 
1. τῶν ἄλλων αἱρέσεων ὁριοῦνται τὸν σφυγμὸν, ἕκαστος δηλονότι
2. κατὰ τὰς οἰκείας ὑποθέσεις. ἐὰν μὲν οὖν τελέως
3. ὁρίζωνται, συμφωνήσουσιν ἀλλήλοις· ἐὰν δὲ ἐλλιπῶς, ἤ
4. περιττῶς, ἢ κατά τι μοχθηρῶς, διενεχθήσονται. τούτου
5. δέ σοι πίστις μεγίστη τὸ τοὺς Ἡροφιλείους, οἵπερ δὴ
6. καὶ πρῶτοι τὸν σφυγμὸν ἐπεχείρησαν ὁρίζεσθαι, διενεχθῆναι
7. πρὸς ἀλλήλους, ἀντιπαρεξάγοντας δὲ αὐτοῖς καὶ
8. τοὺς Ἐρασιστρατείους, ἤκμασε γὰρ ἄμφω ταῦτα τὰ διδασκαλεῖα
9. μετὰ τὸν Ἡροφίλου θάνατον, ἑτέρως πάλιν
10. καὶ αὐτοὺς ποιεῖσθαι τὸν ὅρον τοῦ σφυγμοῦ, διαφωνοῦντας
11. ἀλλήλοις τε καὶ τοῖς Ἡροφιλείοις. αὐτοὶ μὲν
12. γὰρ οἱ παλαιοὶ χωρὶς ὅρων ἐποιοῦντο τὰς διδασκαλίας,
13. ἐνδεικνύμενοι τὰ σημαινόμενα τῶν ὀνομάτων ὧν ἔλεγον
14. αὐτῇ τῇ κατὰ τὴν ἑρμηνείαν ἰδέᾳ, καθ’ ἣν δηλονότι καὶ
15. τὰς παρ’ Ὁμήρῳ λέξεις ἅπασί τε τοῖς ἄλλοις παλαιοῖς οἱ
16. γραμματικοὶ σαφηνίζουσι. τὸ γὰρ τῇδε τῇ ἑρμηνείᾳ μήπω
17. σαφὲς ἐξ ἑτέρας εὔδηλον γίνεται, καθάπερ ἐπὶ τοῦ πίσυρες.
18. ἐν μὲν γὰρ τῷ,

19. — — Πίσυρες ἐριαύχενες ἵπποι,

σαφὲς οὐδέπω τὸ σημαινόμενόν ἐστιν, ἐν μέντοι τῷ,

1. Ἔνθεν τέσσαρα μὲν σάκε’ εἷλον, δούρατα δ’ ὀκτὼ,
2. — — καὶ πίσυρας κυνέας,

3. εὔδηλον ἐγένετο. τεττάρων γὰρ ὄντων τῶν καθοπλιζομένων,
4. ὥσπερ σάκη τέσσαρα λαβεῖν αὐτούς φησιν, οὕτω καὶ περικεφαλαίας
5. τέσσαρας. ὡσαύτως οὖν ὅταν ἀναγνῶμεν ἔν
6. τινι τῶν παλαιῶν ἰατρῶν βιβλίῳ, σφύζειν τὸ φλεγμαῖνον μόνον
7. μόριον, ἢ τὴν ἐπὶ φλεγμονῇ κίνησιν τῶν ἀρτηριῶν σφυγμὸν
8. ὀνομάζοντας μόνην, ἐπὶ δὲ τοῦ κατὰ φύσιν ἔχοντος τοῦ
9. σώματος οὐδέποτε χρωμένους τῇ προσηγορίᾳ, λογιζόμεθα
10. μὴ πᾶσαν ἀρτηριῶν κίνησιν, ἀλλ’ ἤτοι τὴν μεγάλην καὶ σφοδρὰν,
11. ἢ τὴν αἰσθητικὴν αὐτῷ τῷ κάμνοντι, προσαγορεύεσθαι
12. σφυγμόν. οὕτω δὲ δοκεῖ τῇ προσηγορίᾳ τοῦ σφυγμοῦ κεχρῆσθαι
13. καὶ ὁ Ἐρασίστρατος. ὅταν δ’ αὖ πάλιν ἀναγνῶμεν
14. Αἰγιμίου τὸ περὶ παλμῶν βιβλίον, εὑρίσκομεν, ὃ νῦν ἡμεῖς
15. καλοῦμεν σφυγμὸν, ὑπ’ ἐκείνου παλμὸν ὀνομαζόμενον. ἐναντίως
16. δ’ αὐτῷ τὸν Ἡρόφιλον εὕροις ἂν εὐθὺς ἐν ἀρχῇ τῆς
17. περὶ σφυγμῶν πραγματείας διορίζοντα σφυγμὸν παλμοῦ.
1. φαίνεται γὰρ ὁ ἀνὴρ οὗτος ἅπασαν ἀρτηριῶν κίνησιν, ἣν
2. ὁρῶμεν ἐξ ἀρχῆς ἡμῖν ἕως τέλους ὑπάρχουσαν, ὀνομάζων σφυγμὸν,
3. ἐξ οὗ καὶ τὰς διαγνώσεις τῶν παρόντων καὶ τὰς προγνώσεις
4. τῶν ἐσομένων ποιούμεθα, μηδὲν τοῦ κατὰ τὴν καρδίαν,
5. ἢ τὸν ἐγκέφαλον, ἢ τὰς μήνιγγας δεόμενοι σφυγμοῦ.
6. κυριωτάτη μὲν οὖν ἔννοια τοῦ σφυγμοῦ πᾶσι τοῖς νῦν ἰατροῖς
7. ἐστιν ἡ εἰρημένη· καὶ γὰρ δέονται ταύτης, ὡς εἶπον ἄρτι.
8. τὸ δ’ ἐπὶ τῇδε πᾶν ἤδη σοφιστικόν. ὅθεν οὐδὲ ὁρίζεσθαι
9. προσήκει τὰ τοιαῦτα τῶν πραγμάτων, οὐδ’ αὑτὸν ἐμβάλλειν
10. εἰς λόγους καὶ παρ’ αὐτοῖς τοῖς διαλεκτικοῖς διαπεφωνημένους
11. ἕξεώς τε μεγάλης δεομένους, ἵν’ ἀκριβῶς τις αὐτοὺς κατορθώσῃ,
12. πρὸς τῷ μηδ’ ἀναγκαῖον εἶναι δι’ ὅρων οὐσιωδῶν
13. ποιεῖσθαι τὰς διδασκαλίας. οἱ δ’ ἐννοηματικοὶ καλούμενοι
14. τῶν ὅρων τοῖς μὲν ἤδη γινώσκουσι τὸ πρᾶγμα περιττοὶ, τοῖς
15. δ’ ἀγνοοῦσιν οὐκ ἀναγκαῖοι, δυναμένης γε δὴ τῆς διδασκαλίας
16. διὰ μακροτέρου λόγου γενέσθαι σαφέστερον. εἰ μὲν γάρ τις
17. δύναται διὰ βραχέος θ’ ἅμα καὶ σαφοῦς λόγου περιλαβεῖν
18. ἀκριβῶς τὴν ἔννοιαν τοῦ δηλουμένου πράγματος ὑπὸ τῆς
1. προσηγορίας, ἄριστος ἂν εἴη διδάσκαλος, οὐ μὴν ὅ γ’ ἀπολειπόμενος
2. τῆς τοιαύτης ἕξεως ἄχρηστος, ὥσπερ οὐδ’ ὁ μὴ
3. καλῶς ἑρμηνεύων. ἄριστον μὲν γὰρ οὕτω σαφῶς ἑρμηνεύειν,
4. ὡς οἱ περὶ Λυσίαν τε καὶ Δημοσθένη ῥήτορες· οὐκ ἄχρηστοι
5. δέ εἰσι καὶ οἱ νῦν ἐν τοῖς δικαστηρίοις λέγοντες· οὐκ οὖν
6. κωλύω τοὺς δυναμένους τὰ σημαινόμενα πράγματα πρὸς
7. ἑκάστου τῶν ὀνομάτων ἐναργῶς τε ἅμα καὶ ταχέως ἑρμηνεύειν
8. τοῖς ἀγνοοῦσιν, ὥς γε καὶ αὐτὸς ἔργῳ φαίνομαι τοῦτο
9. σπουδάζων, ἀλλ’ ὅτι περιττόν ἐστι πράττειν οὕτως, ἐν οἷς
10. ἤδη γινώσκουσι τὸ ἑρμηνευθησόμενον ἅπαντες, οὐδ’ ὅλως τε
11. χρὴ τοὺς οὐσιώδεις ὅρους λέγεσθαι τοῖς ἀρχομένοις ἡστινοσοῦν
12. μαθήσεως, ἀλλ’ ὅταν ἀπὸ τῆς ἐννοίας ἀρξάμενοι προσάγωμεν
13. αὐτοὺς ἐπὶ τὴν τῆς οὐσίας γνῶσιν, εἴη ἂν ἤδη χρήσιμον
14. ἐν βραχεῖ λόγῳ περιλαβεῖν τὸ σύμπαν, ἕνεκα προχείρου
15. μνήμης. ὅσοι τοίνυν ἰατροὶ καὶ φιλόσοφοι τοῖς ἀρχομένοις
16. ὁτιοῦν μανθάνειν ἀπὸ τῶν οὐσιωδῶν ὅρων τὴν ἀρχὴν τῆς
17. διδασκαλίας ποιοῦνται, κᾂν ὅτι μάλιστα δυνατοὶ λέγειν ὦσι,
18. κᾂν σαφῶς ἑρμηνεύσωσιν, ὅμως ἀσαφεῖς γίνονται, μὴ δυναμένων
1. νοεῖν τῶν ἀκουόντων ἐν ὅροις βραχέσι λεγόμενα πράγματα,
2. μακρᾶς ἑρμηνείας εἰς νόησιν δεόμενα. προαποδειχθῆναι
3. γὰρ χρὴ διὰ λόγων πολλῶν τὴν οὐσίαν τοῦ ζητουμένου
4. πράγματος, ἵνα γνωσθεῖσά τε και πιστευθεῖσα νοηθῇ ποθ’
5. ὕστερον ἐν βραχείᾳ λέξει. ταῦτα οὖν εἰκότως μεμφόμενος ἀεὶ
6. τοῖς ἐπιχειροῦσιν ἅπαντα δι’ ὅρων διδάσκειν εἵνεκα παραδείγματος
7. ἐπὶ τόνδε τὸν λόγον ἧκον, ἔργῳ πολλάκις ἐπιδειξάμενος,
8. ὡς ὅ τι περ ἂν προβάλλῃ τις ὄνομα, βιβλίον ὅλον
9. ποιεῖν ἐπιδεικνύντα πῶς ὁριστέον ἐστὶ τὸ δηλούμενον ὑπ’ αὐτοῦ
10. πρᾶγμα. λέγωμεν οὖν αὖθις ἀναλαβόντες ὑπὲρ τοῦ
11. κατὰ τὸν σφυγμὸν ὅρου, μνημονεύοντες ὀνομαστὶ τῶν δοξάντων
12. αὐτὸν ὡρίσθαι καλῶς. ἤρξαντο μὲν οὖν,
13. ὡς ἔφην, τῆς τοιαύτης περιεργίας οἱ Ἡροφίλειοι· διεδέξαντο
14. δ’ αὐτοὺς ἔνιοι τῶν Ἐρασιστρατείων· εἴθ’ οἵ τε πνευματικοὶ
15. καλούμενοι καί τινες τῶν μεθοδικῶν. εἰ μὲν οὖν ἁπάντων
16. μνημονεύω, δυοῖν, οὐχ ἑνὸς, ἔσται χρεία βιβλίων. βουλομένῳ
17. δέ μοι τὴν οὐκ ἀναγκαίαν ταύτην πολυλογίαν ἐν ἑνὶ
18. καταπαῦσαι γράμματι, τοσούτους αὔταρκές ἐστι διελθεῖν
19. ὅρους, ἅμα τοῖς εἰποῦσιν ἀνδράσιν αὐτοὺς, ὅσους ἂν ὑποδέξασθαι 
1. δύνηται τὸ βιβλίον. ἐκ τούτων γὰρ οὖν ἐνέσται
2. καὶ τοὺς ἄλλους ἅπαντας κρίνειν.

Cliquer un n° de page pour en afficher l’image