3. Ὁ μὲν Ταραντῖνος Ἡρακλείδης ἐμπειρικῷ
4. πρέπουσαν ὑπογραφὴν ποιούμενος τὸν σφυγμὸν εἶναί φησι
5. κίνησιν ἀρτηριῶν καὶ καρδίας. ἴσμεν δ’ ὅτι τὴν ἀρχὴν οὐδ’
6. ὁρίζεσθαι σπουδάζουσιν οἱ ἀπὸ τῆς ἐμπειρικῆς αἱρέσεως, ἀλλ’
7. ὑποτυπώσεσί τε καὶ ὑπογραφαῖς χρῶνται. καλοῦσι δ’ οὕτως
8. αὐτοὶ τοὺς λόγους, ὅσοι διὰ βραχέων ἑρμηνεύουσι τὴν
9. ἔννοιαν τοῦ πράγματος, οὗ τὴν προσηγορίαν φθεγγόμεθα.
10. ταύτην οὖν ἡγεῖται τοὺς ἀνθρώπους ἔχειν ἔννοιαν περὶ τὴν
11. τοῦ σφυγμοῦ προσηγορίαν, αὐτούς τε προτείνοντας ἐνίοτε
12. τὴν χεῖρα καὶ τῶν σφυγμῶν ἀξιοῦντας ἅψασθαι τὸν ἰατρόν.
13. ὅταν δέ τινα λέγωμεν ἄσφυκτον, ἐκ τῆς φωνῆς ταύτης ἡγούμεθα
14. σημαίνεσθαι τὸν οὕτω διακείμενον ἄνθρωπον, ὡς μηδεμίαν
15. ὑποπίπτειν κίνησιν ἐν μηδενὶ μέρει τοῦ σώματος ἀρτηρίας
16. μηδεμιᾶς. εἰ δ’ ἔστι τις ἄλλη κίνησις ἐν ταῖς ἀρτηρίαις
17. αὐξανομέναις τε καὶ τρεφομέναις καὶ πληρουμέναις καὶ κενουμέναις,
18. οὐδὲν αὐτῷ μέλει, διότι μηδ’ ὑποπίπτει μηδεμιᾷ τῶν
1. ἡμετέρων αἰσθήσεων τὸ γένος τοῦτο τῶν κινήσεων, ἀλλ’ ἔστι
2. λόγῳ θεωρητόν. ᾧ λόγῳ καὶ τὰ φυτὰ πάντα φασὶν οἱ φυσιολογοῦντες
3. ἀεὶ κινεῖσθαι, καὶ τό γε τούτου μεῖζον, ὅτι
4. καὶ τἄλλα πάντα μέχρι τῶν σκληροτάτων λίθων, καὶ γὰρ καὶ
5. τούτων ἀποῤῥεῖ τι διαπαντός. ἔνιοι δὲ καὶ προσκρίνεσθαί
6. φασιν αὐτοῖς ἐκ τοῦ περιέχοντος. τὴν μὲν οὖν τοιαύτην κίνησιν
7. οὐ μόνον ἔτι ζῶντος, ἀλλὰ καὶ τεθνεῶτος ἤδη τἀνθρώπου,
8. κατὰ τοὺς ταῦτα φυσιολογοῦντας, ἀναγκαῖον ὑπάρχειν,
9. ὥστε οὐκ ὀρθῶς ἐροῦμεν ἀκινήτους ὑπάρχειν τὰς ἀρτηρίας
10. ἐπὶ τῶν τεθνεώτων, οὐδ’ ἀσφύκτους ἐνίοις φαίνεσθαι
11. τῶν ἔτι ζώντων. εἰ δὲ λέγοιντο πρὸς ἁπάντων οὕτως, εὔδηλον
12. εἶναι κίνησιν ἡμᾶς νοεῖν τε καὶ ὀνομάζειν, οὐ τὴν λόγῳ
13. θεωρητὴν, ἀλλ’ ἥ τις ἂν εἰς ἐναργῆ γνῶσιν ἥκῃ διαθέσεως.
14. ἐκ τοιούτων μὲν οὖν λογισμῶν ὅ τε Ταραντῖνος Ἡρακλείδης
15. καὶ ἄλλοι τινὲς τῶν ἐμπειρικῶν ἑαυτοὺς πείσαντες ὑπεγράψαντο
16. τὸν σφυγμὸν εἶναι κίνησιν ἀρτηριῶν καὶ καρδίας,
17. ἐπειδὴ καὶ ταύτην ἑώρων αἰσθητῶς κινουμένην ὡσαύτως ταῖς
18. ἀρτηρίαις. ἀντεῖπον δ’ αὐτοῖς ἔνιοι τῶν δογματικῶν, οὐκ
19. ἀξιοῦντες αἰσθήσει μόνῃ κρίνεσθαι τὴν κίνησιν, ἀλλ’ ἐνίοτε
1. καὶ τῷ λόγῳ· τὸν γοῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς
2. ἀστέρας ἅπαντας ὁμολογεῖσθαι μὲν ἅπασιν ἀνθρώποις κινεῖσθαι,
3. μὴ γὰρ ἂν ἀπ’ ἀνατολῆς εἰς δύσιν ἀφικνεῖσθαι τοσαύτην
4. φορὰν ἄνευ κινήσεως, οὐ φαίνεσθαι δὲ κινουμένους.
5. ἐχρῆν οὖν, φασὶν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν προσκεῖσθαι
6. τῷ λόγῳ τῶν ἐμπειρικῶν, τὸ τὴν κίνησιν τῶν ἀρτηριῶν
7. καὶ τῆς καρδίας αἰσθητὴν εἶναι, καὶ λέγειν αὐτοὺς, τὸν
8. σφυγμὸν εἶναι κίνησιν τῶν ἀρτηριῶν καὶ καρδίας αἰσθητήν.
9. ἔνιοι δ’ ἀντιλέγοντες αὐτοῖς κινήσεις αἰσθητάς φασι κατά
10. τε τὴν καρδίαν καὶ τὰς ἀρτηρίας οὐ τὰς σφυγμώδεις μόνον,
11. ἀλλὰ καὶ τὰς παλμώδεις φαίνεσθαι, καὶ ταύτας οὖν ἐχρῆν
12. περιλαμβάνεσθαι κατὰ τὴν ὑπογραφὴν τῶν σφυγμῶν, ἐάν θ’
13. ἁπλῶς εἴπωσιν ἀρτηριῶν καὶ καρδίας εἶναι τὸν σφυγμὸν κίνησιν
14. ἐάν τε προσθῶσι τὴν αἰσθητήν. ἔνιοι δὲ καὶ
15. σπασμῶν καὶ τρόμων μνημονεύουσιν, ὡς καὶ τοιούτων τινῶν
16. κινήσεων ἔστιν ὅτε γινομένων ἐν ἀρτηρίαις τε καὶ καρδίᾳ,
17. παρὰ φύσιν δηλονότι. καὶ διὰ τοῦτο ἀξιοῦσι προσκεῖσθαι
18. τῷ ὅρῳ τὸ φυσικὴ, τοιοῦτον ὅλον αὐτὸν ἐργαζόμενοι·
1. σφυγμός ἐστιν ἀρτηριῶν τε καὶ καρδίας κίνησις φυσική. τούτοις
2. ἀντιλέγοντες οἱ συναγορεύοντες τῷ τοῦ Ταραντίνου ὅρῳ,
3. φασὶ, μηδέποτ’ ἐν ἀρτηρίαις, ἢ καρδίᾳ τὰς τοιαύτας γίνεσθαι
4. κινήσεις, μόνον τῶν νευρωδῶν σωμάτων οὔσας. ἀλλ’ ὅτι μὲν
5. ὅ τε σπασμὸς καὶ ὁ τρόμος ἐν νεύροις μόνον γίνονται, κᾀγὼ
6. σύμφημι. παλμὸς δὲ προφανῶς ὁρᾶται καὶ περὶ τὸ δέρμα
7. συνιστάμενος. ἐναργῶς δὲ κᾀν τοῖς σαρκώδεσι μορίοις, ἅπερ
8. ἐστὶ μυῶν μέρη, καὶ κατά γε τοὺς φόβους καὶ τὰς ἀγωνίας
9. ἐναργῶς ἡ καρδία φαίνεται παλλομένη. οὐ σμικρὰ δ’ ἀντιλογία
10. περὶ τῶν παθῶν τούτων γέγονεν Ἡροφίλῳ πρὸς τὸν
11. διδάσκαλον Πραξαγόραν, οὐκ ὀρθῶς ἀποφηνάμενον ἀρτηριῶν
12. πάθος εἶναι καὶ παλμὸν καὶ τρόμον καὶ σπασμὸν, οὐ γένει
13. διαφέροντα τῆς σφυγμώδους ἐν αὐτοῖς κινήσεως, ἀλλὰ μεγέθει.
14. κατὰ φύσιν μὲν γὰρ ἐχόντων ἄνευ πάσης περιστάσεως
15. γίνεσθαι τοὺς σφυγμοὺς, αὐξηθείσης δὲ τῆς κινήσεως αὐτῶν
16. εἰς τὸ παρὰ φύσιν πρῶτον μὲν σπασμὸν ἀποτελεῖσθαι, δεύτερον
17. δ’ ἐπ’ αὐτῷ τρόμον, καὶ τρίτον τὸν παλμὸν, ἀλλήλων
18. διαφέροντα μεγέθει πάντα ταῦτα τὰ πάθη. διὰ τοῦτ’ οὖν
1. Ἡρόφιλος εὐθέως ἐν ἀρχῇ τῆς περὶ σφυγμῶν πραγματείας
2. ἀνατρέπειν πειρᾶται τὴν τοῦ διδασκάλου δόξαν, ἀλλ’ ὡς ἔθος
3. Ἡροφίλῳ, δι’ ἑρμηνείας ἀσαφοῦς, ἣν ἐπὶ τὸ σαφὲς οἱ ἀπ’
4. αὐτοῦ μεταλαμβάνοντες ἔγραψαν ἐν αἷς ἐποιήσαντο πραγματείαις
5. περὶ τῆς Ἡροφίλου αἱρέσεως. ὥστε εἰ μνημονεύω νῦν
6. αὐτῆς Ἡροφίλου ῥήσεως, ἣν ἐν ἀρχῇ τοῦ πρώτου περὶ σφυγμῶν
7. ἔγραψεν, ἢ τῶν εἰρημένων τοῖς ἀπ’ αὐτοῦ, μέγεθος ἑνὸς
8. βιβλίου γενήσεται, περὶ μόνων τούτων ἐπιμελῶς διερχομένου,
9. ὅπου καὶ χωρὶς τοῦ μνημονεῦσαι τούτων ἓν ὅλον ἐμόν ἐστιν
10. ὑπόμνημα περὶ τρόμου καὶ παλμοῦ καὶ σπασμοῦ καὶ ῥίγους.
11. ἀρκεῖ δέ μοι κᾀνταῦθα τὸ πλῆθος ἐνδεδειγμένῳ τῶν ἐπεισαχθησομένων
12. λόγων εἰς τὸ προκείμενον ζήτημα καταλιπεῖν
13. αὐτὸ, τοσοῦτον μόνον εἰπόντι, κατὰ φύσιν μὲν ἐχόντων ἡμῶν,
14. αἱ κατὰ τὴν καρδίαν τε καὶ τὰς ἀρτηρίας κινήσεις, διαστελλομένων
15. τε κατὰ κύκλον αὐτῶν καὶ αὖθις εἰς ἑαυτὰς συναγομένων,
16. γίνονται, παρὰ φύσιν δὲ ἐχόντων, κᾂν παλμώδης, ἢ
17. κλονώδης, ἢ σπασμώδης, ἢ τρομώδης ἡ κίνησις φαίνοιτο τῶν
18. ἀρτηριῶν, οὐδὲν ἄτοπον εἶναι τὸν σφυγμὸν ὀνομάζεσθαι ποτὲ
1. μὲν σπασμώδη, ποτὲ δὲ κλονώδη, ποτὲ δὲ παλμώδη, ποτὲ
2. δὲ τρομώδη. καὶ γὰρ οὖν καὶ καλεῖν ἔθος ἡμῖν ἐστί τινα κλονώδη
3. σφυγμὸν, οὐκ ὀλιγάκις φαινόμενον ἐναργῶς, οὗ τὴν
4. φύσιν ἡρμήνευσα κατὰ τὸ πρῶτον γράμμα τῆσδε τῆς πραγματείας,
5. ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον οὐκ ὀρθῶς ἄν τις
6. προσθείη τῷ ὅρῳ τοῦ σφυγμοῦ τὸ φυσική. περὶ δὲ τῆς αἰσθητῆς,
7. ἐπειδὴ καὶ ταύτην ἔνιοι τὴν προσθήκην ἀξιοῦσι ποιεῖσθαι,
8. τὸ πολλάκις εἰρημένον ὑπ’ Ἀριστοτέλους ἄξιον εἰπεῖν.
9. ἐκεῖνος γὰρ ὁ ἀνὴρ αὐτάρκως ἐνίοτε διελθὼν, τὶ προστιθέναι
10. φησὶ δεῖν αὐτῷ διὰ τὰς σοφιστικὰς ἐνοχλήσεις ἔξωθεν ἄλλο
11. τὸ δοκοῦν ἑκάστοτε συμφέρειν τῷ λόγῳ, καὶ διὰ τοῦτο κᾀγὼ
12. τοὐπίπαν ὑπογράφομαι τὸν σφυγμὸν ἀρτηριῶν καὶ καρδίας
13. κίνησιν αἰσθητὴν, καὶ μάλισθ’ ὅτι καλοῦμεν ἀσφύκτους οἷς οὐκ
14. ἔστιν ἡ κίνησις αἰσθητὴ, καίτοι σωζομένης αὐτῆς πολλάκις,
15. ὡς πρὸς τὴν οἰκείαν ὕπαρξιν. οὐ γὰρ ἂν ἔζησαν εἰ παντάπασιν
16. ἡ κίνησις ἀπωλώλει τῆς καρδίας καὶ τῶν ἀρτηριῶν.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 4.3, ed. Kühn, 1824, vol. 8, p. 720-725. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩