Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 4.5, ed. Kühn, 1824, vol. 8, p. 727-732. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.5

3. οὗ καὶ τὰ τρία περὶ σφυγμῶν ἐστι συγγράμματα,
4. παρὰ πολλοῖς εὐδοκιμοῦντα. διαιρεῖται δ’ οὖν
5. καὶ οὗτος τὸν σφυγμὸν ὁμοίως τῷ Ἀλεξάνδρῳ, καί φησιν
6. εἶναι τὸν μὲν κατὰ τὸ ὑποκείμενον καρδίας καὶ ἀρτηριῶν
7. διαστολὴν, ἢ συστολὴν φυσικὴν, φαίνεσθαι δυναμένην· τὸν
8. δὲ ἐξ οὗ ποιούμεθα τὰς ἐπισκέψεις, καρδίας ἢ ἀρτηριῶν
9. πρὸς τὴν ἁφὴν πλῆξιν φυσικὴν καὶ τὸ μετὰ τὴν πληγὴν
10. γενόμενον διάλειμμα. χρῆται δὲ κατὰ τοὺς ὅρους τῷ ἤ συνδέσμῳ
11. παραδιαζευκτικῷ, νομίζων τὸν καί συμπλεκτικὸν ὄντα
12. τὸ μὲν συγκείμενον ἐξ ἀμφοῖν ὁρίζεσθαι μόνον, ἰδίᾳ δ’ ἑκάτερον
13. οὐχ ὁρίζεσθαι. βούλεται δ’ αὐτὸς τὴν τῶν ἀρτηριῶν
14. κίνησιν εἶναι σφυγμὸν αὐτὸν καθ’ ἑαυτὸν μόνον, εἶναι δὲ
15. δηλονότι καὶ τὴν τῆς καρδίας, αὐτὴν καθ’ ἑαυτὴν μόνην καὶ
16. ταύτην, εἶναι δὲ καὶ τὸ συναμφότερον σφυγμόν· ὡσαύτως
17. δὲ καὶ τὴν διαστολὴν μόνην σφυγμὸν ὀνομάζεσθαι καὶ τὴν
18. συστολὴν καὶ τὸ συναμφότερον. ἐπείσθη δ’ οὕτως ὀνομάζεσθαι
19. τὸν σφυγμὸν, ἐπειδὴ κατὰ τὴν διαστολὴν μέγας τε
1. καλεῖται καὶ μικρὸς καὶ σφοδρὸς καὶ ἀμυδρὸς καὶ ταχὺς καὶ
2. βραδὺς, κατὰ δὲ τὴν συστολὴν ἀραιὸς καὶ πυκνός. ὅταν
3. μὲν οὖν κατὰ τὸ ὑποκείμενον τὰ μέρη λέγῃ τοῦ σφυγμοῦ,
4. διαστολὴν ὀνομάζει καὶ συστολήν· ὅταν δ’ ὡς ἐν ἐπισκέψει,
5. πληγὴν καὶ διάλειμμα, νομίζων ἀδιάγνωστον αἰσθήσει τὴν
6. συστολὴν εἶναι. μεγάλη δὲ πάλιν ἐνταῦθα γέγονεν ἐναντιολογία
7. τοῖς ἰατροῖς, οὐ περὶ ὀνόματος μόνον ἔτι, καθάπερ ἔνιαι
8. τῶν εἰρημένων, οὐ μὴν οὐδὲ περίεργός τε καὶ περιττὴ ταῖς
9. πολλαῖς αὐτῶν ὁμοίως, ἀλλὰ τὸ μέγιστον αὐτὸ καὶ κυριώτατον
10. ἐπισκεπτομένη τῆς θεωρίας. καὶ κρῖναι ἀδεκάστως ἐγὼ,
11. καθάπερ καὶ τἄλλα περὶ ὧν διεφώνησαν οἱ ἰατροὶ, προελόμενος,
12. οὕτως καὶ τοῦτο παμπόλλοις ἔτεσιν ἀπορῶν διετέλεσα·
13. χρόνῳ δ’ ὕστερον οὐκ ὀλίγῳ τήν τ’ αἰτίαν τῆς διαφωνίας
14. αὐτῶν εὗρον, ἕν τε περὶ τούτου μόνου βιβλίον ἔγραψα, τὸ
15. πρῶτον περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως. ἐν ᾧ διώρισται,
16. τίνες μὲν σφυγμοὶ τὴν συστολὴν αἰσθητὴν ἔχουσι,
17. τίνες δ’ οὔ. φαίνεται δ’ οὖν ὁ κατ’ ἐκεῖνο τὸ βιβλίον ἅπας
18. λόγος ἐπεισαγόμενος τοῖς οἰομένοις αὐτὸν ἐκ πληγῆς τε καὶ
1. διαλείμματος συγκεῖσθαι. τινὲς γὰρ καὶ χωρὶς τοῦ διελέσθαι
2. τὸν ὡς ἐν ὑποκειμένῳ τοῦ κατὰ τὰς ἐπισκέψεις ἁπλῶς ἀπεφήναντο
3. τὸν σφυγμὸν ἐκ πληγῆς καὶ διαλείμματος συγκεῖσθαι.
4. καίτοι κᾂν ἐκ διαστολῆς τε καὶ συστολῆς λέγηται συγκεῖσθαι,
5. ζήτημά τι γίνεται περὶ τῶν ἠρεμιῶν, ἥν τ’ ἐπὶ τῇ διαστολῇ
6. πρὸ τῆς συστολῆς καὶ ἣν ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς
7. ἥ τε καρδία καὶ αἱ ἀρτηρίαι ποιοῦνται. κᾂν παραλίπωμεν δέ
8. ποτε τὸ τῆς καρδίας ὄνομα, μόνον τῶν ἀρτηριῶν μνημονεύσαντες,
9. ὑπακούειν χρὴ κατ’ ἐκείνης εἰρῆσθαι τὰ αὐτά· καθάπερ
10. κᾂν ἐπὶ τῆς καρδίας εἴπωμέν τι παραλιπόντες τὰς ἀρτηρίας,
11. ἡγεῖσθαι χρὴ καὶ ἐπ’ ἐκείνων λελέχθαι τὸ αὐτό. τὴν δ’
12. αὐτὴν ἀπορίαν ἔσχηκε καὶ ἡ κατὰ τὴν ἀναπνοὴν ἠρεμία
13. διττὴ τῶν ἀναπνευστικῶν ὀργάνων. ἡσυχάζει γὰρ ὅ τε θώραξ
14. ὅ τε πνεύμων ἐν τῷ μεταξὺ χρόνῳ τῆς εἴσω τε καὶ ἔξω φορᾶς
15. τοῦ πνεύματος, καὶ κατά γε τὸν χρόνον τῶν ἡσυχιῶν τούτων
16. ἀραιὰν, ἢ πυκνὴν ὀνομάζουσι τὴν ἀναπνοήν. ἥ γε μὴν διάγνωσις
17. οὐχ ὁμοία τούτων ἐστὶ τῶν ἡσυχιῶν καὶ τῶν ἐν
18. τοῖς σφυγμοῖς ἐναργῶς μὲν γὰρ ἀεὶ ἐπὶ τῆς ἀναπνοῆς 
1. φαίνονται, τῶν δ’ ἐν τοῖς σφυγμοῖς ἠρεμιῶν ἐνίοις μὲν
2. ἔδοξεν οὐδ’ ὅλως εἶναι διάγνωσιν, ἐνίοις δὲ τοῖς ἐκτὸς μόνοις.
3. ἥν περ δὴ αἰσθητὴν καὶ ἡμεῖς εἶναί φαμεν, οὐ μὴν ἐπὶ πάντων
4. γε τῶν σφυγμῶν. ὅτι μὲν οὖν, ὥσπερ ἀναπνοὴ πυκνὴ
5. καὶ ἀραιὰ τῶν ἐπικαίρων ἐστὶ σημείων, οὕτω καὶ σφυγμὸς
6. πυκνὸς καὶ ἀραιὸς, ὡς ἐν τῇ δι’ αὐτῶν προγνώσει μαθήσῃ.
7. τὸ δὲ μέρη τὰς ἡσυχίας εἶναι τῆς ὅλης ἀναπνοῆς τε καὶ τῶν
8. σφυγμῶν, ἀμφισβητεῖται. καὶ γὰρ οἱ δοξάζοντες οὕτως οὐ
9. πρώτως, ἀλλὰ κατὰ συμβεβηκὸς εἶναι μέρη φασὶν ἐν ταῖς
10. ἐνεργείαις ταύταις τὰς ἡσυχίας. ἐν μὲν γὰρ ταῖς εἰσπνοαῖς τε
11. καὶ ἐκπνοαῖς ἐνεργεῖ προφανῶς τὰ τῆς ἀναπνοῆς ὄργανα,
12. κατὰ δὲ τοὺς σφυγμοὺς διαστελλομένης τε καὶ συστελλομένης
13. τῆς καρδίας, τὰς μεταξὺ τῶν ἐνεργειῶν τούτων ἡσυχίας παραπλήσιόν
14. τι πρᾶγμα εἶναι τῇ κᾀπὶ τῶν τεθνεώτων αὐτοῖς
15. ὑπαρχούσῃ· ὥσπερ καὶ οἱ λέγοντες ἐνέργειαν εἶναι ἀρτηριῶν
16. τε καὶ καρδίας τὸν σφυγμὸν, ἢ κίνησιν ἀρτηριῶν τε καὶ καρδίας,
17. ἢ διαστολὴν καὶ συστολὴν ἀρτηριῶν τε καὶ καρδίας,
18. δόξουσι παραλιπεῖν τὰς ἡσυχίας, οὐ μικρὰν μοῖραν ἐχούσας
1. εἰς πρόγνωσιν. οἱ γοῦν ἀραιὸς καὶ πυκνὸς σφυγμὸς κατὰ
2. τοῦτο τὸ γένος εἰσὶ, μετὰ τῆς ἐν αὐτοῖς ὁμαλότητός τε καὶ
3. ἀνωμαλίας, ἀταξίας τε καὶ τάξεως, οὐ σμικρὰ δηλοῦντες,
4. ὥσπερ καὶ ὁ διαλείπων καὶ ὁ παρεμπίπτων, κατ’ αὐτὸ τὸ
5. γένος τοῦτο συνιστάμενοι, σημεῖον οὐ σμικρὸν οὐδ’ αὐτοὶ
6. τῶν ἐσομένων ὄντες. ἐὰν οὖν τις ἐθέλῃ τὸν σφυγμὸν ὁριζόμενος
7. ἐπεισάγειν αὐτῷ τὸν περὶ τῶν ἡσυχιῶν λόγον, εἴτε μέρη
8. τίθεσθαι χρὴ τῶν σφυγμῶν αὐτὰς, εἴτε μὴ, καὶ εἰ μέρη, πότερον
9. πρῶτα καὶ κατὰ τὸν ἴδιον αὐτῶν λόγον, ἢ κατὰ συμβεβηκὸς,
10. οὐκ ὀλίγον ἀναλώσει χρόνον. ἀλλ’ ἡμεῖς ὥσπερ
11. ἐπὶ τῶν ἄλλων ἄχρι τοῦ δεῖξαι τὴν καθ’ ἕκαστα μακρολογίαν
12. ἀφικόμενοι μετέβημεν ἐφ’ ἕτερόν τι, καὶ νῦν οὕτω πράξομεν,
13. ἐπανελθόντες ἐπὶ τοὺς Ἀλεξάνδρου καὶ Δημοσθένους ὅρους,
14. οὓς ἐποιήσαντο τοῦ σφυγμοῦ. φαίνεται γὰρ, εἰ καὶ μὴ τῇ
15. λέξει, τῇ γε δυνάμει ταὐτὰ τῷ διδασκάλῳ βουλόμενος ὁ Δημοσθένης.
16. ὁ μὲν γὰρ Ἀλέξανδρος ἀπροαίρετον ἔφη τὴν τῶν
17. σφυγμῶν ἐνέργειαν ὑπάρχειν, ὁ δὲ φυσικήν· καὶ ὁ μὲν οἵαν
18. τε φαίνεσθαι, ὁ δὲ φαίνεσθαι δυναμένην. οὕτως μὲν οὖν ἐν
19. τῷ κατὰ τὸ ὑποκείμενον ὅρῳ τοῦ σφυγμοῦ φαίνεται τῷ διδασκάλῳ
1. συμφερόμενος ὁ Δημοσθένης, ὡσαύτως δὲ κᾀν
2. τῷ κατὰ τὰς ἐπισκέψεις. εὔδηλον γὰρ ὡς οὐδὲν διαφέρει
3. πληγὴν ἢ πλῆξιν εἰπεῖν, ὥσπερ οὐδ’ ἀπροαίρετον ἢ φυσικήν.
4. ὅτι δὲ μόνῳ τῷ τὸν ἤ σύνδεσμον εἰς τὸν ὅρον παραλαβεῖν
5. ἀπέστη τοῦ διδασκάλου, πρόσθεν εἴρηται, καὶ καθ’
6. ὅν τινα λογισμὸν οὕτως ἔπραξεν. ἑξῆς οὖν ἐπισκεψώμεθα
7. τοὺς ὑπὸ τῶν ἄλλων Ἡροφιλείων εἰρημένους ὅρους.

Cliquer un n° de page pour en afficher l’image