Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 4.6, ed. Kühn, 1824, vol. 8, p. 732-733. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.6

8. Ὁ μὲν οὖν Βακχεῖος ἐν ταῖς ἄλλαις ἀκροάσεσι
9. τὸν σφυγμὸν εἶναί φησι συστολὴν καὶ διαστολὴν ἅμα
10. ἐν ἁπάσαις ταῖς ἀρτηρίαις γιγνομένην. πρὸς ὃν ὅρον ἐπηρεαστικῶς
11. μὲν ἀντεῖπον οἱ Ἐρασιστράτειοι, τὸ σφέτερον ἁμάρτημα
12. κατηγορίας ἀρχὴν ποιησάμενοι. δοκεῖ γὰρ αὐτοῖς ἡ μὲν
13. καρδία πρώτη διαστέλλεσθαί τε καὶ συστέλλεσθαι τῶν ἀρτηριῶν
14. ἁπασῶν, ἐπιπεμπομένου δὲ τοῦ πνεύματος ἀπ’ αὐτῆς
15. εἰς τὰς ἀρτηρίας, κατὰ τὴν ἐπιπλήρωσιν αὐτῶν γίνεσθαι τὴν
16. διαστολὴν, πρῶτον μὲν τῶν πλησίον αὐτῆς τῆς καρδίας, δεύτερον
17. δὲ τῶν ἐφεξῆς ταύταις, εἶθ’ ἑξῆς τῶν ἐπὶ ταῖσδε, καὶ
18. οὕτω κατὰ τὸ συνεχὲς ἐπὶ τὰς ἐσχάτας ἁπασῶν ἀρτηριῶν
1. διϊκνεῖσθαι τὴν κίνησιν, οὐδεμίαν αὐτῶν τῶν ἀρτηριῶν ἐχουσῶν
2. δύναμιν οὔτε ἰδίαν οὔτε παρὰ καρδίας ἐπιπεμπομένην
3. αὐταῖς, ᾗ χρώμεναι διαστέλλουσί τε καὶ συστέλλουσιν ἑαυτὰς,
4. ὥσπερ ἡ καρδία. τοῖς δὲ περὶ τὸν Ἡρόφιλον ἀρέσκει τὰς
5. ἀρτηρίας συνεχεῖς οὔσας τῇ καρδίᾳ διὰ τῶν χιτώνων ἐπιῤῥέουσαν
6. ἔχειν τὴν παρ’ αὐτοῖς δύναμιν, ᾗ χρώμεναι παραπλησίως
7. αὐτῇ τῇ καρδίᾳ διαστελλόμεναι μὲν ἕλκουσι πανταχόθεν,
8. ὅθεν ἂν δύνωνται, τὸ πληρῶσον αὐτῶν τὴν διαστολὴν, συστελλόμεναι
9. δὲ ἐκθλίβουσι, καὶ διὰ τοῦτο φαίνεσθαι καθ’ ἕνα
10. χρόνον ἅμα πάσας αὐτὰς διαστελλομένας τε καὶ συστελλομένας,
11. τὴν αὐτὴν προθεσμίαν τῇ καρδίᾳ τῶν κινήσεων ἀμφοτέρων
12. φυλαττούσας. Ἐρασιστράτῳ δὲ ἀκολουθεῖ μὲν, οὐχ ἅμα
13. φαίνεσθαι τήν τε καρδίαν καὶ τὰς ἀρτηρίας διαστελλομένας
14. τε καὶ συστελλομένας. ἔχει δ’ οὐχ οὕτως τὸ φαινόμενον·
15. ὥστ’ οὐκ ὀρθῶς ἐνεκάλεσαν οἱ Ἐρασιστράτειοι τῷ Βακχείῳ
16. τὸ φαινόμενον εἰπόντι. βέλτιον δ’ ἀντεῖπον ὅσοι φασὶ μόνων
17. τῶν κατὰ φύσιν σφυγμῶν ὑπ’ αὐτοῦ γεγονέναι τὸν ὁρισμόν·
18. ἐν γὰρ τῷ παρὰ φύσιν ἔχειν τὸ ζῶον ἐνίοτε φαίνεσθαι μὴ
19. πάσας ἅμα διαστελλομένας τὰς ἀρτηρίας.

Cliquer un n° de page pour en afficher l’image