Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 4.7, ed. Kühn, 1824, vol. 8, p. 734-736. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.7

1. Ἀριστόξενος δὲ ὁ Ἡροφίλειος οὐ τοῦτο μόνον
2. ἐνεκάλεσεν, ἀλλὰ καὶ τὸ παραλελεῖφθαι μὲν τὸ γένος τῶν
3. σφυγμῶν κατὰ τὸν ὅρον, ἐκ διαιρέσεως δ’ αὐτοῦ λελέχθαι
4. τι περὶ διαστολῆς καὶ συστολῆς· αὐτὸς γὰρ ἀξιοῖ τὸν σφυγμὸν
5. λέγειν ἐνέργειαν ἀρτηριῶν. τοῦτο γὰρ εἶναι τὸ πρῶτον
6. γένος. εἶτ’ ἐπεὶ καὶ ἄλλαι τινὲς ἐνέργειαί εἰσι τῶν ἀρτηριῶν,
7. αὐξανομένων τε καὶ τρεφομένων, προστίθησι τὴν ἰδίαν, ὡς
8. εἶναι τὸν ὅλον ὅρον τοιόνδε· σφυγμός ἐστιν ἐνέργεια καρδίας
9. καὶ ἀρτηριῶν ἴδιος. ὅτι μὲν οὖν τὸ γένος τοῦ πράγματος,
10. οὗ περ ἂν ὁριζόμενοι τύχωμεν, ἁπάντων πρῶτον λέγεσθαι
11. χρὴ κατὰ τὸν ὅρον, ὀρθῶς εἶπεν ὁ Ἀριστόξενος· ἐπεὶ
12. δ’ ἐστὶ τὸ μέν τι προσεχὲς αὐτοῦ γένος, οὕτω γὰρ ὀνομάζουσι
13. τὸ διὰ μηδενὸς ἑτέρου μέσου, τὸ δέ ἔτι δι’ ἑνὸς, ἢ δυοῖν μέσων,
14. ἢ καὶ τὸ πάντων ἀνωτάτω, ζήτησις οὐ μικρὰ γέγονε,
15. ποῖον χρὴ γένος λέγεσθαι πρῶτον ἁπάντων κατὰ τὸν ὅρον,
16. ἆρά γε τὸ ἀνωτάτω, μεθ’ ὃ μηδέν ἐστιν ἔτι γενικώτερον, ἢ
17. τὸ προσεχὲς, ἢ καί τι τῶν μεταξὺ τούτων, ὅταν ἀμφοτέρων
18. τῶν εἰρημένων ᾖ σαφέστερον. εἰκότως οὖν ἐνίοις ἤρκεσε τὸ 
1. προσεχὲς γένος τῶν σφυγμῶν κίνησιν εἰπεῖν. οὐσῶν δὲ
2. κινήσεων πολλῶν, ἥ τε γὰρ φορὰ καὶ ἡ ἀλλοίωσις, ἥ τε
3. αὔξησίς τε καὶ φθίσις, ἔτι τε πρὸς τούτοις γένεσίς τε καὶ
4. φθορὰ, κινήσεις εἶναι δοκοῦσιν, ἀκόλουθον ἦν εἰπεῖν ἥν τινα
5. κίνησιν εἶναι βούλοιντο τὸν σφυγμόν. εἶπον γὰρ ἂν δηλονότι
6. φοράν. εἶτα τῆς φορᾶς πολλὰς ἐχούσης διαφορὰς, ἐχρῆν
7. ἐφεξῆς εἰπεῖν ἥν τινα φορὰν εἶναι βούλονται τῶν τοὺς σφυγμοὺς
8. ἀποτελούντων ὀργάνων. ἄνωθεν δέ τις ἀρξάμενος ἀπὸ
9. τοῦ πρώτου γένους, εἰ τοῖς διαλεκτικοῖς ἕπεσθαι βούλοιτο,
10. τὸν σφυγμὸν ἂν ὡρίσατο καρδίας καὶ ἀρτηριῶν ἐνέργειαν εἶναι
11. κατὰ κίνησιν τὴν κατὰ φορὰν γινομένην ἐν τῷ διαστέλλεσθαι
12. καὶ συστέλλεσθαι. τάχα δὲ ἀξιώσει τις τούτοις προσθεῖναι καὶ
13. τὰς ἠρεμίας, ὥσπερ οὖν καὶ ἠξίωσαν ἔνιοι· τινὲς δ’ ἀφαιροῦσιν,
14. ὡς κατὰ συμβεβηκὸς, οὐ πρώτως αὐτῶν γινομένων. ἀλλὰ πρὸς
15. Ἀριστόξενον ἱκανὰ καὶ ταῦτα, διαλεκτικῶς μὲν ὁρίζεσθαι βουλόμενον,
16. οὐ φυλάττοντα δὲ τοὺς διαλεκτικοὺς νόμους οὐδ’
17. αὐτόν. ἀξιοῦσι γὰρ οἱ δεινοὶ περὶ τοὺς ὁρισμοὺς ἀπὸ τοῦ
18. πρώτου γένους ἀρξαμένους ἡμᾶς, εἶτα διὰ τῶν μεταξὺ
19. προϊόντας ποιεῖσθαι τὸν ὅλον ὅρον. ἔγραψα δ’ ἂν ἴσως τὸ
1. παράδειγμα τοῦ τοιούτου τρόπου τῶν ὅρων, εἰ μὴ τὰ Πλάτωνος
2. ἦν δύο βιβλία πᾶσι γνώριμα, καθ’ ἃ διδάσκει τε καὶ
3. γυμνάζει τῇ διαιρετικῇ μεθόδῳ χρωμένους ποιεῖσθαι τοὺς
4. ὁρισμούς. ἐπιγράφει δὲ τῷ βιβλίῳ τούτῳ, τῷ μὲν ἑτέρῳ Σοφιστὴς,
5. τὸ δ’ ἑτέρῳ Πολιτικός.

Cliquer un n° de page pour en afficher l’image