Galenus. De pulsuum differentiis (De puls. diff.) [n° 062 Fichtner] [GalLat]

Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).

De pulsuum differentiis, 4.8, ed. Kühn, 1824, vol. 8, p. 736-741. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.8

6. Ἐπὶ δὲ τὸν ὑπὸ τοῦ Ζήνωνος εἰρημένον
7. ὅρον ἔλθωμεν, ἀνδρὸς οὐδενὸς δευτέρου τῶν Ἡροφιλείων.
8. οὗτος δὴ τὸν σφυγμόν φησιν εἶναι τῶν ἀρτηριωδῶν μερῶν
9. μικτὴν ἐνέργειαν ἐκ συστολῆς καὶ διαστάσεως, καθ’ ἣν ἐν ἅπασι
10. τοῖς μέρεσι τὴν αὐτὴν ὑπάρχειν τάξιν ἠκολούθησεν, ἐάν
11. τε ἐν τοῖς ἴσοις ἐάν τε ἐν τοῖς ἀνίσοις ἐκείνη συντελῆται χρόνοις.
12. καὶ οὕτως οὖν ἐνέργειαν μὲν εἰπὼν εἶναι μικτὴν, οὐ μόνον τὸ
13. γένος ἀπεφήνατο τῶν σφυγμῶν, ἀλλὰ καὶ τὴν, ὡς οἴεται,
14. προσεχῆ διαφορὰν, ὑπερβὰς μὲν, ὅτι κατὰ κίνησιν ἡ ἐνέργεια
15. γίγνοιτο, καὶ τῆς κινήσεως κατὰ φορὰν, τῶν δὲ τῆς φορᾶς
16. εἰδῶν ἢ διαφορῶν μνημονεύσας, συστολῆς τε καὶ διαστολῆς.
17. εὔδηλον γὰρ ὅτι τὴν διάστασιν ἀντὶ τῆς διαστολῆς εἴρηκεν.
18. οὐ κακῶς δ’ εἶπε μικτὴν εἶναι τὴν κίνησιν, οὐχ ἁπλῆν,
1. οὐδὲ μονοειδῆ, σύνθετος γάρ ἐστιν ἐξ ἐναντίων μορίων,
2. ὡσαύτως τῇ κατὰ τὴν ἀναπνοήν. εὔδηλον δὲ καὶ ὅτι τὸ ἕτερον
3. μέρος μόνον τῆς συνθέτου ταύτης κινήσεως οὐ βούλεται
4. σφυγμὸν ὀνομάζειν, ἀλλὰ μέρος σφυγμοῦ. τὸ γὰρ οἴεσθαι
5. διὰ τοῦτο καὶ τὴν διαστολὴν ὅλην ὀνομάζεσθαι σφυγμὸν,
6. ὅτι μέγας σφυγμὸς λέγεται κατ’ αὐτὴν, οὐκ ἐννενοηκότων
7. ἐστὶν, ὡς ἀπὸ τῶν ἐν τοῖς μέρεσι συμβεβηκότων ἐνίοτε τὴν
8. ἐπωνυμίαν ἴσχει τὸ σύμπαν. ἐν γοῦν τῷ σιμὸς ἄνθρωπος
9. καὶ γρυπὸς καὶ γλαυκὸς καὶ χαροπὸς καὶ φαλακρὸς ἑτέροις
10. τε παμπόλλοις ἀπὸ τῆς κατὰ τὰ μόρια διαθέσεως ἐπωνυμία
11. τῷ ὅλῳ γίγνεται. τῶν δ’ ἄλλων σχεδὸν ἁπάντων Ἡροφιλείων
12. ἢ ἀρτηριῶν, ἢ καρδίας, ἢ ἀμφοτέρων τούτων τὴν
13. διαστολὴν καὶ συστολὴν σφυγμὸν ὀνομαζόντων, οὗτος οὐ
14. καρδίας καὶ ἀρτηριῶν, ἀλλὰ τῶν ἀρτηριωδῶν μερῶν ἔφη,
15. διὰ τὴν περὶ τῆς καρδίας ζήτησιν, ἣν ἔμπροσθεν εἶπον.
16. ἐκπέφυκε γὰρ ἡ μεγίστη τῶν κατὰ τὸ ζῶον ἀρτηριῶν ἐκ
17. τῆς ἀριστερᾶς κοιλίας αὐτῆς. αὐτὸ δὲ τὸ σῶμα τῆς κοιλίας
18. ταύτης ὅτι μὴ ταὐτόν ἐστι τῷ τῶν ἀρτηριῶν, ὁμολογεῖται
19. καὶ αὐτοῖς τοῖς ἀρτηριώδη καλοῦσιν αὐτήν.
1. ὡς γὰρ νευρῶδές τι σῶμα λέγομεν ἕτερον ὂν νεύρου,
2. οὕτω καὶ ἀρτηριώδη τὴν κοιλίαν ταύτην ἐκάλεσαν ἑτέραν
3. προφανῶς ἔχουσαν οὐσίαν τῶν ἀρτηριῶν. οὐ συγχωρεῖται δ’
4. αὐτοῖς ὑπὸ τῶν ἀντιλεγόντων οὐδ’ ἀρτηριώδης ὀρθῶς ὀνομάζεσθαι.
5. τὴν αὐτὴν γὰρ ἔχει φύσιν τῇ δεξιᾷ, σαρκοειδεῖ
6. τὴν οὐσίαν οὔσῃ. διὸ κᾀν τοῖς μυσὶν ἔνιοι τὴν καρδίαν ἐνηρίθμησαν.
7. ἀλλ’ οὗτοι μὲν ὅπως σφάλλονται, δι’ ἑτέρων δέδεικται·
8. λέγειν δ’ οὕτως ἐτόλμησαν διὰ τὴν ὁμοιότητα τῆς
9. σωματικῆς οὐσίας αὐτῶν. ὁμοιότατον γάρ ἐστι τὸ τῆς καρδίας
10. σῶμα τῷ τῶν σκληρῶν μυῶν. καὶ μέντοι καὶ φαίνεται
11. σαφῶς ἀμφοτέραις ταῖς κοιλίαις σφύζουσα, καὶ καθ’ ὃν ἔγκειται
12. καιρὸν ἔτι τῷ ζώῳ καὶ μετὰ τὴν ἐξαίρεσιν ἄχρι χρόνου
13. τινός. ἀλλὰ καὶ ὅτι τὸν κατὰ φύσιν μόνον ὥρισται σφυγμὸν
14. ὁ Ζήνων, καὶ κατὰ τοῦτο εἰκότως ἐγκέκληται· τὸ γὰρ ἐν
15. ἅπασι τοῖς μέρεσι τὴν αὐτὴν ὑπάρχειν τάξιν τῆς κινήσεως τῶν
16. ἀρτηριῶν, ἐπὶ μὲν τῶν κατὰ φύσιν ἐχόντων ἀληθὲς, ἐπὶ δὲ
17. τῶν παρὰ φύσιν ἐνίοτε ψεῦδος. ἐγκαλεῖ δ’ Ἀριστόξενος εἰκότως
18. τῷ Ζήνωνι, καθάπερ καὶ ἄλλοις πολλοῖς, τῆς περιττῆς
19. προσθήκης ἐν τῷ φάναι, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τε ἐν τοῖς
1. ἀνίσοις ἐκείνη συντελῆται χρόνοις. κατὰ γὰρ τὴν κοινὴν καὶ
2. γενικὴν ἔννοιαν τῶν σφυγμῶν μὴ περιέχεσθαι μήτε τοῦτο
3. μήθ’ ὅλως ἄλλο τι τῶν κατὰ τὴν διαίρεσιν τοῦ προκειμένου
4. πράγματος εἰς τὸν ὁρισμόν. ὁ γοῦν εἰπὼν τὸν ἄνθρωπον
5. εἶναι ζῶον, εἶτα προσθεὶς αὐτῷ διαφορὰν τὸ πεζὸν, εἶθ’
6. ἑξῆς τὸ δίπουν, οὐκέτι δεῖται τὰς ἐν αὐτοῖς τοῖς ἀνθρώποις
7. προσθεῖναι διαφορὰς, ὡς γενέσθαι τὸν ὅρον τοιοῦτον· ἄνθρωπός
8. ἐστι ζῶον πεζὸν δίπουν, καθ’ ὃ τεχνῖται καὶ ἄτεχνοι
9. καὶ σοφοὶ καὶ ἀμαθεῖς γίνονται. μόνων μὲν γὰρ ἀνθρώπων
10. ὄντως εἰσὶν αἱ τοιαῦται διαφοραὶ, περιτταὶ δὲ ὡς πρὸς τὸν
11. οἰκεῖον ὁρισμόν. ἀρκεῖ γὰρ ἤτοι ζῶον πεζὸν δίπουν εἰπεῖν,
12. ἢ ζῶον λογικὸν θνητόν. οὐ γὰρ τὸ προκείμενον εἰς τὸν ὁρισμὸν
13. πρᾶγμα τέμνεσθαι χρὴ, καθάπερ ἔφην, ἀλλὰ τὸ γένος
14. αὐτοῦ, καὶ μέχρι τοσούτου τέμνεσθαι, μέχρις ἂν ἐπὶ τὸ προκείμενον
15. ἀφικώμεθα πρᾶγμα. συμπληρωθείσης δ’ ἀκριβῶς αὐτοῦ
16. τῆς ἐννοίας καὶ τοῦ λόγου τὴν οὐσίαν αὐτάρκως δηλοῦντος,
17. ἄχρηστος ἡ μετὰ ταῦτα προσθήκη πᾶσα, καὶ μάλισθ’ ἡ
18. κατὰ τὴν διαίρεσιν αὐτοῦ τοῦ μέλλοντος ὁρίζεσθαι πράγματος 
1. γιγνομένη. τὸ γὰρ κοινὸν ἁπάντων σφυγμῶν προσήκει δηλοῦσθαι
2. κατὰ τὸν ὅρον, ὅπερ ἐστὶ καθ’ ὃ σφυγμοὶ νοοῦνταί τε καὶ
3. λέγονται, οὐ καθ’ ὃ τοιοίδε τινὲς σφυγμοί. ὡς ἐάν γέ τινος
4. ἐφάψηται διαφορᾶς ὁ κατὰ τὸν ὅρον λόγος, ὑποκάτω τοῦ προκειμένου
5. πράγματος οὔσης, ἀφορμὴν παρέξει τοῖς ἐγκαλεῖν βουλομένοις
6. ὡς κακῶς τῶν ἄλλων παραλελειμμένων. ὡς γὰρ ὁ
7. Ζήνων προσέθηκεν, ἐάν τε ἐν τοῖς ἴσοις ἐάν τ’ ἐν τοῖς ἀνίσοις
8. χρόνοις συντελῆται, τὴν κατὰ χρόνον ἔν γε τοῖς σφυγμοῖς διαφορὰν
9. ἐνδεικνύμενος, οὕτως ἄλλος προσθήσει τὴν κατὰ μέγεθος,
10. εἶτ’ ἄλλος τὴν κατὰ σφοδρότητα, καὶ ἄλλος μέν γε τὴν
11. κατὰ πυκνότητα, τὴν κατ’ ἀριθμὸν δ’ ἄλλος, ἁπάσας δὲ τὰς
12. ὑπολοίπους διαφορὰς ἄλλος τις καὶ ἄλλος. ταῦτα μὲν οὖν
13. εἰκότως ἐμέμψαντο τῷ τοῦ Ζήνωνος ὅρῳ, πλεονασθέντι περιττῶς.
14. εἶχον δ’ ἐγκαλεῖν, εἴπερ ἐβούλοντο, καὶ τὰ παρὰ
15. τοῖς διαλεκτικοῖς εἰρημένα περὶ τῶν πλεοναζόντων ὅρων κατὰ
16. τὴν λέξιν. ἐπιδεικνύουσι γὰρ οἱ ἄνδρες ἐκεῖνοι τὴν τῆς λέξεως
17. αὔξησιν, μείωσιν ἐργαζομένην τοῦ κατὰ τὸν ὁρισμὸν πράγματος,
18. καθάπερ εἰ καὶ τὸν ἄνθρωπόν τις εἴποι πεζὸν δίπουν
19. ζῶον γεωμετροῦν. οἱ γὰρ μὴ γεωμετροῦντες οὐκ ἔσονται
1. ἄνθρωποι. προδήλου γεγονυίας ἤδη καὶ τῆς κατὰ τοῦτον
2. τὸν ὅρον ἀντιλογίας αὐτῶν, εἰς ὅσον ἐκτείνεσθαι δύναται,
3. μεταβῶμεν ἀπὸ τοῦ Ζήνωνος ἐπὶ τὸν Χρύσερμον, ὁριζόμενον
4. οὑτωσὶ τὸν σφυγμόν·

Cliquer un n° de page pour en afficher l’image