5. Σφυγμός ἐστι διάστασις καὶ συστολὴ
6. ἀρτηριῶν, πάντοθεν τοῦ χιτῶνος ἐπανισταμένου καὶ πάλιν
7. εἰς ἑαυτὸν συντρέχοντος ὑπὸ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως,
8. παρεπομένη διαπαντὸς ἐν τῷ ὑγιαίνειν καὶ νοσεῖν, πρὸς αἴσθησιν
9. ληπτή. φαίνεται δὲ καὶ οὗτος ὁ ἀνὴρ παραλελοιπὼς
10. μὲν τὴν καρδίαν, τὴν δὲ τοῦ χιτῶνος τῶν ἀρτηριῶν κατὰ κύκλον
11. ἐπανάστασίν τε καὶ συνίζησιν ὀνομάζων σφυγμὸν, ἅσπερ
12. οἱ πλεῖστοι συστολήν τε καὶ διαστολὴν ἐκάλεσαν. ὃ δ’ ἄλλοι
13. τινὲς ἐκ τῶν Ἡροφιλείων παρέλιπον, αὐτὸς προσέθηκεν·
14. ὑπὸ γὰρ ψυχικῆς καὶ ζωτικῆς δυνάμεως ἔφη γίνεσθαι τὴν
15. εἰρημένην τῶν ἀρτηριῶν κίνησιν, ἐκ περιττοῦ μὲν προστιθέμενον,
16. εἰ τὸν ἐννοηματικὸν ὀνομαζόμενον ὅρον ἀποδιδοίη τις,
17. οὐκ ἐκ περιττοῦ δὲ τοῖς ἀξιοῦσι τοὺς ὅρους οὐσιώδεις λέγεσθαι.
18. τῶν γὰρ ἐν γενέσει πραγμάτων ὁ περιέχων τὸ ποιοῦν
1. αἴτιον ὅρος ἄριστος εἶναι δοκεῖ. τῶν τοιούτων δ’ ἐστὶ καὶ
2. ὁ σφυγμὸς, ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχων, ὥσπερ καὶ
3. πᾶσα κίνησις. εἰ δ’ ἀληθῶς, ἢ οὐκ ἀληθῶς ὑπὸ ψυχικῆς καὶ
4. ζωτικῆς δυνάμεως ἔφη γίνεσθαι τὸν σφυγμὸν, οὐ μικρὰ ζήτησις
5. ἐκδέχεται τὸν λόγον, ἣν ὁ πάντ’ ἐν πᾶσι λέγειν βουλόμενος
6. ἐπεισάξει τῇ προκειμένῃ σκέψει, καίτοι γ’ οὐκ οὔσης
7. ἀνάγκης· οἱ γὰρ τὴν οὐσίαν τοῦ πράγματος ἑρμηνεύοντες
8. ὅροι κατὰ τὰ δόγματα τῶν ὁριζομένων γίγνονται, πρὸς ἃ
9. τὴν μὲν ἀντιλογίαν ἰδίᾳ χρὴ ποιεῖσθαι, δι’ αὐτὰ δὲ τὸν ὅρον,
10. ὡς οὐ νομίμως γεγονότα μὴ συκοφαντεῖν. ἐν δὲ τῇ περὶ τῆς
11. ἀληθείας σκέψει τῶν εἰρημένων, ἐν αὐτῇ περιέχεται καὶ ἡ
12. τοιαύτη πᾶσα μακρολογία εἰ δ’ ἐγκαλεῖν τις ἐθέλοι διότι
13. συνέχεεν εἰς ἔνα λόγον ἀμφοτέρους τοὺς ὅρους, τόν τε ἐννοηματικὸν
14. ὀνομαζόμενον, ὃς κατὰ τὴν κοινὴν ἔννοιαν προέρχεται,
15. καὶ τὸν οὐσιώδη καλούμενον, ὃς τὴν οὐσίαν ἑρμηνεύει
16. τοῦ πράγματος, ὀρθῶς τ’ ἐγκαλέσει καὶ πολλοὺς τῶν εἰρημένων
17. ὅρων ὑπευθύνους ἀποδείξει τῇ τοιαύτῃ κατηγορίᾳ. τὴν
18. ἀρχὴν μὲν γὰρ ἁπάσης τῆς διδασκαλίας ἀπό τινος κατὰ τὴν
19. ἔννοιαν ὁρισμῶν γίγνεσθαι προσῆκεν, ἀπ’ ἐκείνης δ’ ἤτοι
1. κατὰ βραχὺ μεταβαίνειν ἐπὶ τοὺς οὐσιώδεις, ἢ ἀθρόως ἐπὶ
2. τὸν ἀκριβῶς ἑρμηνεύοντα τὴν οὐσίαν τοῦ προκειμένου πράγματος.
3. εἴρηται δέ μοι κατὰ τὴν ἀρχὴν εὐθέως τοῦδε τοῦ
4. πράγματος, ὁποῖον μέν τινα τὸν ἀκριβῶς τὸν ἐννοηματικὸν
5. ὅρον προσῆκεν εἶναι, ὁποίους δὲ τοὺς ἀποχωροῦντας αὐτοῦ
6. κατὰ βραχύ. διόπερ οὐδὲ χρονίζειν ἔτι κατὰ τὸν λόγον
7. ἀναγκαῖον. ὥσπερ γὰρ τοῦτο λέλεκται πρόσθεν, οὕτω καὶ
8. περὶ τῶν ἄλλων ὅλων, ὅσα κατὰ τὸν ὅρον ὁ Χρύσερμος
9. εἶπεν.
⟨
(De puls. diff.) [n° 062 Fichtner] [GalLat]
De pulsuum differentiis
Περὶ διαφορᾶς σφυγμῶν
Différences du pouls
The Different Kinds of Pulse (Diff. Puls.)
De pulsuum differentiis, 1824, vol. 8, p. 493-765. urn:cts:greekLit:tlg0057.tlg059.verbatim-lat1
Pino Campos, 2010 (spa).
De pulsuum differentiis, 4.9, ed. Kühn, 1824, vol. 8, p. 741-743. urn:cts:greekLit:tlg0057.tlg059.1st1K-grc1:4.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩