Galenus. De dignoscendis pulsibus (De dign. puls.) [n° 063 Fichtner] [GalLat]

Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1

De dignoscendis pulsibus, 1.1, ed. Kühn, 1824, vol. 8, p. 766-776. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:1.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ

ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Α.

1. Τῆς περὶ τοὺς σφυγμοὺς θεωρίας εἰς τέτταρα
2. μέρη νενεμημένης τὸ μὲν πρῶτον ἐξαριθμεῖται τὰς κατ’
3. εἴδη τε καὶ γένη διαφορὰς αὐτῶν, τὸ δὲ δεύτερον αὐτὸ δὴ
4. τοῦτο, ὃ νῦν ἐστιν ἡμῖν προκείμενον, τὸ περὶ τῆς διαγνώσεως
5. αὐτῶν, τὸ δὲ τρίτον τὰς αἰτίας τῆς γενέσεως ἑκάστου διδάσκει,
6. τὸ δὲ τέταρτόν τε καὶ ἔσχατον, οἷόν τι δηλοῦν
7. πέφυκεν ἰατροῖς μὲν ἁπάντων τὸ τιμιώτατον, ὥστε
8. καὶ τἄλλα διὰ τοῦτο μεταχειρίζονται, φιλοσόφοις δ’, ὅσοι
9. τὴν περὶ φύσεως ἐπιστήμην ἐζήτησαν, οὐ παντελῶς ἄτιμον·
1. ὅθεν εἰκότως τὸ μὲν πρῶτον ἁπάντων μόριον κοινὸν ἐξ ἴσου
2. ἰατροῖς τε καὶ φιλοσόφοις, τὸ δὲ δεύτερόν τε καὶ τέταρτον
3. ἰατρῶν μᾶλλον ἴδιον, ὥσπερ τὸ τρίτον φιλοσόφων. ταῦτ’
4. ἄρα τὸ μὲν τρίτον ἱκανῶς ἀμφοτέροις ἐσπούδασται, τοῖς
5. μὲν αὐτὸ δὴ τὸ τιμιώτατον ὑπάρχον, τοῖς δ’ ἐγγύτατα τοῦ
6. τιμιωτάτου, τὸ δὲ τέταρτον ἧττον μὲν τούτου, μόνων ἰατρῶν
7. ὑπὲρ αὐτοῦ γραψάντων, μᾶλλον δὲ τῶν ἄλλων. τὸ δὲ
8. πρῶτον ὑπὸ μὲν τῶν σοφιστῶν ἀμετρότερον, ἰατροῖς δὲ,
9. ὅσοις τῶν ἔργων τῆς τέχνης πλείων φροντὶς ἢ τοῦ ληρεῖν ἐν
10. διατριβαῖς, αὐτάρκως ἐσπούδασται. λοιπὸν δὲ τὸ δεύτερον,
11. οὔτε φιλοσόφων τις ἔγραψεν, οὐ γὰρ δὴ τῷ τρίτῳ γε, ἀλλὰ
12. τῷ τετάρτῳ χρήσιμον ἦν, οὔτε ἰατρῶν, πλὴν ἐπὶ βραχὺ παντελῶς
13. οἱ περὶ τὸν Ἀρχιγένην. δεῖται δὲ λόγου μὲν
14. ἥκιστα συχνοῦ τοῦτο, χρόνου δ’ ὁμοῦ τῶν ἄλλων ἁπάντων
15. μακροτέρου. πρὸς γὰρ τὸ χρῆναι τὴν ἁφὴν ἀσκῆσαι, ὥστε
16. τῆς παρὰ μικρὸν ἀκριβῶς αἰσθάνεσθαι διαφορᾶς, οὐδ’ ἐφ’
17. ἡμῖν ἐστιν ἡ ἄσκησις αὐτῆς. τὴν μὲν γὰρ τῶν ἀρμένων τε καὶ
18. ὀργάνων χρῆσιν, ἔτι τε τὰς ἀνατομὰς, καὶ τὴν περὶ τοὺς
1. ἐπιδέσμους τε καὶ βρόχους ἐμπειρίαν, ὅσαι τ’ ἄλλαι χειρουργίαι
2. τοῖς ἰατροῖς ἀναγκαῖαι, τάχ’ ἄν τις καὶ χωρὶς τῶν ἔργων ἐκμάθοι.
3. καὶ τά γε πολλὰ οὕτω δρῶμεν, μιμήματα τῶν ἀληθινῶν
4. μηχανώμενοι, δι’ ὧν εἰς μὲν τὸ τέλειον ἐλθεῖν οὐχ οἷόν
5. τε, πλεῖστον δ’ οὖν προελθεῖν καὶ πλησίον τοῦ τέλους ἀφικέσθαι
6. δυνατόν. ἐν δὲ τῇ περὶ τοὺς σφυγμοὺς τριβῇ, τί ἄν
7. τις ἐξεύροι μίμημα δορκαδίζοντος, ἢ σκωληκίζοντος, ἤ τινος
8. τῶν σπανίως μὲν γινομένων, μέγα δέ τι δηλούντων; οὐδὲν
9. οὐδ’ ἐγγύς· ἀλλὰ λόγῳ μὲν αὐτῶν τὴν φύσιν ἑρμηνεῦσαι δυνατώτερος
10. ἕτερος ἑτέρου. ὥστε δ’ ἀσκῆσαι γνωρίζειν ἐντυχόντα
11. ῥᾷστα καὶ ἀκριβέστατα, χωρὶς τῆς ἐπ’ αὐτῶν τῶν ἔργων τριβῆς,
12. οὐδὲν ἂν εὕροις τοιοῦτο μηχάνημα τοῖς ἰατροῖς ἐπινενοημένον,
13. οἷα περὶ τὰς ἄλλας χειρουργίας. διά τε οὖν τοῦτο
14. χρόνου δεῖται μακροῦ καὶ προσέτι διὰ τὴν τῆς φύσεως τῶν
15. πραγμάτων ἀκρίβειαν. εἰ γὰρ οἱ πλαστικοὶ μὲν καὶ γραφικοὶ
16. τὴν ὄψιν, οἰνοτροπικοὶ δὲ καὶ μαγειρικοὶ τὴν γεῦσιν, τὴν
17. ὄσφρησιν δὲ οἱ περὶ τὴν τῶν μύρων σκευασίαν, καὶ τὴν ἀκοὴν
18. οἱ μουσικοὶ, καίτοι τὴν ὕλην τῆς τέχνης ἄφθονον ἔχοντες,
1. οὐχ ἡμέραις, οὐδὲ μησὶν, ἀλλ’ ἔτεσι συχνοῖς εἰς ἀκρίβειαν
2. ἀσκοῦσιν, πόσου χρὴ δοκεῖν δεῖσθαι χρόνου τὸν ἰατρὸν εἰς
3. τὴν τῆς ἁφῆς ἄσκησιν; ὃν καθ’ ἕνα χρόνον πάμπολλα χρὴ
4. γνωρίσαι παθήματα τῆς ἀρτηρίας, οὐχ ὡς οἱ πλαστικοὶ τὰ
5. σχήματα μόνον, ἢ οἱ γραφικοὶ τὰς χρόας, ἀλλὰ πρῶτον μὲν
6. τὸ ποσὸν τῆς διαστάσεως, εἶτα τήν τε ποιότητα καὶ τὸν
7. χρόνον τῆς κινήσεως, κᾄπειθ’ οὕτω τὸν τόνον τῆς κινούσης
8. αὐτὰ δυνάμεως, εἶτ’ αὐτὸν τὸν χιτῶνα τῆς ἀρτηρίας,
9. ὅπως ἔχει. ταῦτα γὰρ πάνθ’ ἅμα γνωρίζειν χρὴ, διαστελλομένης
10. αὐτῆς. καὶ μὲν δὴ καὶ τὴν τῆς θερμασίας ποιότητα
11. σαφέστερον ἡ διὰ τῆς κινήσεως προσβολὴ τῆς ἀρτηρίας γνωρίζει,
12. καὶ εἰ ὁμαλῶς, ἢ ἀνωμάλως ἅπαντα τὰ εἰρημένα γίγνεται
13. καθ’ ἕν τι μόριον καὶ κατὰ διαφέροντα. ταῦτα μὲν
14. ἐν τῷ διαστέλλεσθαι χρὴ γνωρίσαι, παραπλήσια δ’ αὐτοῖς
15. ἐν τῷ συστέλλεσθαι καὶ τὸν μεταξὺ χρόνον ἀμφοῖν ὃν ἠρεμεῖ
16. διττὸν ὄντα, τὸν μὲν ἐπὶ τῷ διασταλῆναι πρὸ τοῦ συστέλλεσθαι,
17. τὸν δ’ ἐπὶ τῷ συσταλῆναι πρὸ τοῦ διαστέλλεσθαι,
18. καὶ τὸν τούτων πρὸς ἀλλήλους λόγον, τοῦ τε τῆς κινήσεως
19. χρόνου πρὸς τὸν τῆς κινήσεως καὶ τοῦ τῆς ἡσυχίας πρὸς
1. τὸν τῆς ἡσυχίας καὶ συναμφοτέρου πρὸς συναμφότερον, ἃ
2. σύμπαντα πρὸ τοῦ δεύτερον πλήττειν τὴν ἀρτηρίαν ἐγνῶσθαι
3. χρὴ τοῦ πρώτου συμπληρουμένου σφυγμοῦ. τοῦ γὰρ
4. δὴ δευτέρου ὑπαρξαμένου ταῦτά τε χρὴ σκοπεῖσθαι περὶ ὧν
5. ἐπὶ τοῦ πρώτου δεδήλωται καὶ παραβάλλειν τὰ κατ’ ἐκεῖνον
6. ῥηθέντα τοῖς κατὰ τοῦτον, ἵν’ ὁμαλότητα καὶ ἀνωμαλίαν αὐτῶν
7. γνωρίσῃς καὶ ἁπάσας τὰς διαφορὰς, εἶτα καὶ τρεῖς καὶ
8. τέτταρας καὶ πέμπτους καὶ πολλοὺς ἑξῆς ἰδεῖν σφυγμοὺς, ἵνα
9. σοι τάξις τε καὶ ἀταξία γνωρισθῇ. ταῦτ’ οὖν ἅπαντα πόσης
10. οἴει δεῖσθαι τριβῆς; ἐμοὶ μὲν γὰρ, εἰ χρὴ μὴ ψευσάμενον εἰπεῖν,
11. ἅπαντος τοῦ ἀνθρωπίνου βίου δεῖσθαι δοκεῖ πρός γε
12. τὴν τελειοτάτην ἐπιστήμην, εἰς δὲ τοσαύτην ὅση καὶ ἡμῖν ἤδη
13. ἐστὶν οὐχ ἓξ μηνῶν μόνον, ἐν ὅσοις οἱ σοφώτατοι μεθοδικοὶ
14. τὴν ἰατρικὴν ὅλην ἐπαγγέλλονται διδάξειν, ἀλλ’ ἐτῶν πάνυ
15. πολλῶν. ἐγὼ μέν γε ἀφ’ οὗ τὸ πρῶτον εἰς ἰατροὺς φοιτᾷν
16. ἠρξάμην παῖς ἔτι ὢν, θαυμαστήν τινα ἐπιθυμίαν ἔσχον τῆς
17. περὶ τοὺς σφυγμοὺς τέχνης· εἶτ’ ἐξ ἐκείνου μέχρι καὶ 
1. εἰς τόδε μελετῶν οὐδέπω μοι δοκῶ πᾶσαν αὐτὴν ἐκμεμαθηκέναι.
2. πολλοῖς μὲν γὰρ ἔτεσιν οὐδ’ εἰ σαφῶς ἐστι τῇ ἁφῇ
3. διαγνῶναι τὴν συστολὴν τῆς ἀρτηρίας ἠπιστάμην, ἀλλ’ ἦν
4. ἄπορόν μοι πότερον οἱ περὶ τὸν Ἀρχιγένην καὶ Ἡρόφιλον,
5. ἢ οἱ περὶ τὸν Ἀγαθῖνον καὶ σχεδὸν ἅπαντας τοὺς ἐμπειρικοὺς
6. ἀληθεύουσι, τοσοῦτον ἀπελειπόμην τοῦ πότερον ὅλης
7. αὐτῆς αἰσθάνεσθαι δυνατόν ἐστιν, ἢ μορίου τινὸς, καὶ πόσου
8. τούτου, σαφές τι γινώσκειν. ἀλλὰ καὶ περὶ τῶν τῆς
9. διαστολῆς οὐδὲν ἧττον ἠπόρουν παραπλήσια. καίτοι ταῦτά
10. γε τὰ πρῶτα καὶ οἷον στοιχεῖα τῆς ἐν τοῖς σφυγμοῖς τέχνης
11. ἐστὶν, ὧν ἀγνοουμένων οὐδὲ τῶν ἄλλων οὐδὲν οἷόν τ’ ἦν
12. γνῶναι βεβαίως. τοσοῦτον δὲ μόνον ἠπιστάμην αἰσθήσει διαγινώσκειν,
13. ὅτι διαστέλλεται ἡ ἀρτηρία καὶ οὐκ ἀνέρχεται
14. καὶ κατέρχεται, καθάπερ οἱ ἐμπειρικοὶ καλούμενοι λέγουσιν
15. ἐνδέχεσθαι, καὶ τοῦτ’ ἀληθὲς εἶναι. μὴ γὰρ διαστολῆς, ἀλλὰ
16. πληγῆς μόνον αἰσθάνεσθαι τὴν ἁφήν· εἴτε δ’ ἀνιόντος τινὸς,
17. εἴτε διαστελλομένου, μηκέτι φαίνεσθαι. μόνον δὲ σχεδὸν τοῦθ’
18. ἡμῖν ἐν πολλοῖς ἔτεσιν ἔγνωστο, κᾀπὶ τῶν ἐφεξῆς ἓν, ἡ τοῦ
1. σφοδροῦ σφυγμοῦ διάγνωσις, τῶν δ’ ἄλλων οὐδὲν οὐδέπω
2. γνώριμον ἦν, ἀλλ’ ἐν βαθείᾳ τινὶ κυλινδουμένοις ἀπορίᾳ συχνῶν
3. ἐτῶν, οὐ μὴν ἀφισταμένοις γε τῆς ζητήσεως, ἀλλ’ ἀεὶ
4. καὶ μᾶλλον λιπαρῶς ἐγκειμένοις ἐφαντάσθη ποτὲ συστολὴ σαφὴς
5. τῇ ἁφῇ. τοὐντεῦθεν ἀσκοῦσιν ἐπὶ πλέον οὐ φάντασμα
6. ἔτι ἀμυδρὸν, ἀλλ’ ἐναργὴς ἡ διάγνωσις αὐτῆς οὐδὲν ἧττον
7. τῆς διαστολῆς ἐγίνετο. ἐπὶ ταύτῃ δ’ εἰπεῖν οὔτ’ ἔχω τὸ τάχος
8. τῆς τῶν ἄλλων διαγνώσεως, ἐπιῤῥεῖ γὰρ ἅπαντα, καὶ
9. σαφῶς λοιπὸν ἐφαίνετο καθάπερ ἐν σκότῳ λαμπροῦ φωτὸς
10. ἀθρόως ἐκλάμψαντος. εἴ τις δὲ τοῦτον τὸν λόγον ὡς ἀληθῆ
11. λόγον καὶ μὴ μῦθον δέξαιτο, κερδανεῖ μεγάλα μὴ προαπογινώσκων
12. τῆς τῶν ζητουμένων εὑρέσεως, μηδὲ προαφιστάμενος,
13. κᾂν ὅτι μάλιστα παμπόλλῳ χρόνῳ ζητῶν ἔτ’ ἀγνοῇ.
14. λεληθυῖα γάρ τις ἐν αὐτῷ τῷ ζητεῖν ἕξις ὑποτρέφεται κατὰ
15. βραχὺ προϊοῦσα, πρὸ μὲν τοῦ τελειωθῆναι μηδ’ εἰ ἄρχεταί
16. πω δήλη τυγχάνουσα, τελειωθεῖσα δ’ ἀθρόως ἐκφαίνεται
17. πάντων τῶν προπονηθέντων τὸν καρπὸν ἀποδιδοῦσα διὰ
1. ταχέων, καὶ εἰ ἀγροικότερον φάναι, σὺν αὐτοῖς τοῖς τόκοις.
2. προσγεγενημένης δὲ τοῖς μεθ’ ἡμᾶς ἀνθρώποις οὐ σμικρᾶς
3. μοίρας τῆς ἐμῆς εἰς ταῦτα προθυμίας ἄχρι τοῦ καὶ λόγῳ πάντα
4. τὰ τῆς αἰσθήσεως ἐπιχειρεῖν ἑρμηνεῦσαι πάθη, ἐν ἐλάττονι
5. ἂν χρόνῳ καὶ ἀταλαιπωρότερον ἡ περὶ τοὺς σφυγμοὺς
6. ἀσκοῖτο τέχνη. ἐγὼ γὰρ τά τ’ ἄλλα καὶ τὰς ὁδοὺς πειράσομαι
7. ἐνδεῖξαι δι’ ὧν ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι,
8. μόνον εἴη τῆς ἀπλήστου περὶ πλοῦτόν τε καὶ δόξαν σπουδῆς
9. τῆς νῦν κατεχούσης χαλάσαι τοὺς ἀνθρώπους. καὶ οὐδὲν
10. οὐδὲ τῆσδε τῆς πραγματείας πλέον, ἔστ’ ἂν ἀπορῇ τῶν σπουδαζόντων
11. ἀλήθειαν. ἀπορήσει δὲ μέχρις ἂν ἡδονὴ μὲν κρατῇ
12. καὶ βασιλεύῃ, τὸ καλὸν δ’ ἀπεῤῥιμμένον τε καὶ ἄτιμον ᾖ.
13. οὐ γὰρ τρυφώντων ὅδε ὁ λόγος, ἀλλ’ ἱκανῶς συντεταμένων
14. τε καὶ προθύμων δεῖται. τοιοῦτοι δ’ εἰσὶ παντελῶς ὀλίγοι
15. τῶν νῦν. ἀλλὰ κατὰ τὸν Ἡράκλειτον εἷς ἐμοὶ μύριοι, καὶ
16. ἥδιον ἂν τοὺς λόγους πρὸς τοῦτον τὸν ἕνα ποιησαίμην ἢ
17. πρὸς τοὺς μυρίους τοὺς ἑνὸς ἢ οὐδενὸς ἀξίους. οὐ γὰρ
18. δὴ πλήθει τὸ ἀληθὲς, ἀλλὰ φρονήσει κρίνεται. λέγωμεν
1. οὖν ἤδη πρὸς τοῦτον τὸν ἕνα τὸν τῆς ἀληθείας ἐραστὴν, ὅστις
2. πότ’ ἂν ἢ νῦν ᾖ τοιοῦτος ἢ αὖθις γενήσεται, πρῶτον μὲν,
3. ὡς οὐδ’ ἀδύνατόν ἐστι λόγῳ πολλὰ τῶν τῆς αἰσθήσεως ἑρμηνεῦσαι
4. παθῶν, ἔπειτα δ’, ὅτι κᾂν ἀδύνατον ᾖ, οὐ χρὴ τούτου
5. γ’ ἕνεκα τῆς ἡμετέρας σπουδῆς καταγινώσκειν. εἰ
6. γὰρ καὶ μὴ κατὰ πᾶν ἀκριβῶς, ἀλλ’ ἐγγυτέρω γε τοῦ μηδόλως
7. ἀφίκοιτ’ ἄν τις διὰ τοῦ λόγου πρὸς τὴν ἐπίγνωσιν αὐτῶν.
8. τίς γοῦν ἀκριβῶς τὴν ἰδέαν ἑκάστου τῶν ἀνθρώπων διδάξαι
9. λόγῳ δύναται; οὐδ’ εἷς δήπουθεν· ἀλλ’ ὅμως καὶ τοὺς
10. ἀποδιδράσκοντας οἰκέτας κηρύττουσιν ὁσημέραι κατὰ τὰ
11. τῆς ἰδέας γνωρίσματα· καί τινι καὶ τοῦτο μόνον ἤρκεσεν
12. ἀκοῦσαι,

13. Γυρὸς ἔην ὤμοισι, μελάγχροος, οὐλοκάρηνος.

14. κᾀγὼ μηδέποτε τοῦ γλυκέος Φαλερίνου πρὶν εἰς τὴν Ῥώμην
15. ἀφικέσθαι γευόμενος, ἡνίκα πρῶτον ἐνέτυχον οὐκ ἠγνόησα
16. δι’ ὧν ἀνεγνώκειν αὐτοῦ γνωρισμάτων ἐξευρών. ἡμέτερος δέ
17. τις ἑταῖρος τὸν ἐν τῇ Λυδίᾳ γεννώμενον οἶνον γλυκὺν, τὸν
18. Καρύϊνον ὑπὸ τῶν ἐπιχωρίων καλούμενον, ἐγνώρισε ῥᾳδίως
1. τοσοῦτον μόνον παρ’ ἡμῶν προακηκοὼς, ὡς ἔοικε τῷ τε γλυκεῖ
2. τῷ Κρητικῷ καὶ τῷ Σκυβελλίτῃ καλουμένῳ κατά τε τὴν
3. χρόαν καὶ γλυκύτητα καὶ πάχος, στύψιν δέ τινα θαυμαστὴν
4. καὶ ἡδίστην παρ’ ἐκείνους εἰσφέρεται. τοιαῦτ’ οὖν
5. καὶ ἡμεῖς ἐρεῖν ἐπαγγελλόμεθα τῆς τῶν σφυγμῶν διαγνώσεως
6. σημεῖα· καὶ προσέτι, πῶς ἄν τις ἐπιβάλλοι τὴν χεῖρα καθ’
7. ἕκαστον· ἐπὶ τινῶν μὲν γὰρ χρὴ βιαίως ἐρείδειν, ἐπὶ τινῶν
8. δὲ μαλακῶς ἅπτεσθαι, καθάπερ ἐπὶ τοῦ σφοδροῦ τε καὶ ἀμυδροῦ,
9. τὸν μὲν γὰρ οὐκ ἂν γνωρίσαις, εἰ μὴ θλίβοις τὴν ἀρτηρίαν,
10. τὸν δ’ οὐχ ὅπως ἂν γνοίης θλίβων, ἀλλὰ καὶ παντάπασιν
11. ἀκίνητος εἶναί σοι δόξει τοῦτο δρῶντι. καὶ μὲν δὴ
12. καὶ ὅσοι μεγάλοι θ’ ἅμα καὶ ἀμυδροὶ σφυγμοὶ, καθάπερ ἐπὶ
13. τῶν ληθαργικῶν, καὶ τούτων τὸ μέγεθος οὐκ ἂν γνοίης, εἰ
14. μὴ πάνυ μαλακῶς ἅπτοιο. ὅτι δὲ καὶ τοὺς ὑψηλοὺς τῶν
15. ἁδρῶν καὶ μεγάλων καὶ σκληρῶν καὶ σφοδρῶν ἱκανὸς
16. ὁ λόγος διδάξαι διακρίνειν, εἰ μέγαν εἴποιμί σοι τοῦτον ὑπάρχειν,
17. ὃς ἂν εἰς τὰς τρεῖς διαστάσεις ἀνάλογον ηὐξημένος ᾖ, εἰς
18. μῆκος καὶ πλάτος καὶ βάθος, ἁδρὸν δὲ τὸν εἰς τὰς δύο μόνας, 
1. πλάτος τε καὶ βάθος, ὑψηλὸν δὲ τὸν εἰς μίαν μόνην τὴν ἄνω,
2. καὶ τὸν μὲν σκληρὸν βίαιον ποιεῖσθαι τὴν πληγὴν τῇ τοῦ
3. χιτῶνος τῆς ἀρτηρίας ποιότητι, τὸν δὲ σφοδρὸν τῇ ῥώμῃ
4. τοῦ ζωτικοῦ τόνου, οὐκ ἂν εἴποις ὡς οὐκ ἀρκεῖ τινι συνετῷ
5. καὶ μὴ ῥᾳθύμῳ παντάπασιν ἀπὸ τούτων ὁρμωμένῳ κτήσασθαί
6. ποτε βεβαίαν ἐπιστήμην τῆς διαγνώσεως αὐτῶν, εἰ
7. μόνον περὶ τὰ πρῶτα καὶ οἱονεὶ στοιχεῖα τῆς τέχνης ἱκανῶς
8. εἴη τετριμμένος, ὑπὲρ ὧν καὶ ἡμεῖς πρῶτον εἰπόντες
9. οὕτως ἐπὶ τὰ λοιπὰ κατὰ τὴν προσήκουσαν τάξιν
10. μεταβησόμεθα.

Cliquer un n° de page pour en afficher l’image