Galenus. De dignoscendis pulsibus (De dign. puls.) [n° 063 Fichtner] [GalLat]

Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1

De dignoscendis pulsibus, 1.4, ed. Kühn, 1824, vol. 8, p. 790-792. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:1.4

11. Ταῦτα διά τε κύστεων καὶ ἀσκῶν
12. καὶ φυσῶν καὶ τῶν τοιούτων ἁπάντων ὀργάνων ἔνεστι πείρᾳ
13. μαθεῖν, ὅτῳ μὴ πάνυ ἐναργὴς ἡ διὰ τοῦ λόγου ἔνδειξις.
14. εὑρεθήσεται γὰρ ἐπὶ πάντων ἔνθα μὲν ἀβίαστος ἡ τῶν
15. ἁπτομένων ὁμιλία καὶ ἡ ἀποχώρησις ἄνευ χρόνου γιγνομένη,
16. θατέρου δ’ ὑπάρχοντος ἰσχυροτέρου, εἰς ὅσον ἂν ὠθούμενον
17. εἴη τὸ ἀσθενέστερον, εἰς τοσοῦτο καὶ τὸ κινούμενον, ὅταν
18. ἀφίστηται τὸ βιασάμενον. εἰ δὲ δὴ καὶ κάτωθεν ἄνω τὸ
19. θλῖβον ἔρχοιτο, πολὺ δήπου ῥᾷόν τε καὶ θᾶττον τηνικαῦτα 
1. τὸ ἀσθενέστερον ἀκολουθήσει τῷ ἰσχυροτέρῳ, σύμμαχον τῆς
2. ἀκολουθήσεως προσλαβὸν τὴν εἰς τὸ κάτω ῥοπήν. δυνήσει δὲ
3. πληρώσας ἢ ἀσκὸν ἢ κύστιν ἤ τι τοιοῦτον ἄλλο ὑγρᾶς
4. οὐσίας ἢ ἀέρος ἐπιπολῆς μὲν ψαύειν αἴρων τε καὶ αὖθις
5. προσφέρων μὲν δακτύλους, ἔπειτα δ’ ἤδη καὶ ὠθεῖν τε καὶ
6. βιάζεσθαι πρόσω, κᾀνταῦθα πάλιν ἐναλλὰξ αἴρων τε καὶ
7. προσφέρων. ὄψει γὰρ ἐναργῶς τὴν μὲν ἑτέραν τῶν ἀποχωρήσεων
8. τὴν ἐπὶ τῇ ψαύσει χωρὶς αἰσθητοῦ χρόνου, τὴν δ’
9. ἑτέραν τὴν ἐπὶ τῇ θλίψει μετά τινος ἀεὶ χρόνου γιγνομένην.
10. καὶ κατὰ μὲν τὴν προτέραν ἀκίνητον ὄψει τὸ ἀγγεῖον,
11. εἴτε προσάγοις εἴτ’ ἀπάγοις τὸν δάκτυλον, ἐν δὲ τῇ δευτέρᾳ
12. κινούμενον οὐ προσβάλλοντος μόνον, ἀλλὰ καὶ ἀφαιροῦντος.
13. ἀνάλογον δή μοι τίθει τῷ μὲν δακτύλῳ ἀρτηρίαν, τῷ
14. δ’ ἀγγείῳ τὸ ἐφαπτόμενον αὐτῆς σῶμα, καὶ μένοντος δηλονότι
15. τοῦ ἁπτομένου καθ’ ἕνα καὶ τὸν αὐτὸν τρόπον, ἡ ἀρτηρία
16. κινουμένη προσίτω τε καὶ ἀποχωρείτω. γιγνέσθω δὲ
17. ἡ μέν τις προσβολὴ τῆς ἀρτηρίας τῷ ἔξωθεν ἁπτομένῳ σώματι
18. οἷον ψαῦσίς τε καὶ ἐπαφὴ, καθάπερ ἐπὶ τῶν ἀμυδρῶν
1. ἔχει σφυγμῶν, ἡ δέ τις οὐ ψαῦσις μόνον, ἀλλὰ καὶ εἰς τὸ
2. βάθος ὦσις, ὡς ἐπὶ τῶν σφοδρῶν. ἀνάγκη τοίνυν ἐπὶ μὲν
3. τῆς προτέρας, ὅταν ἡ ἀρτηρία συστέλληται, τὸ μὲν, ὅτι
4. ἀπεχώρησε τοῦ ἔξωθεν ἁπτομένου δύνασθαι λέγειν, τὸ δ’,
5. ὅτι νῦν ἀποχωρεῖ μὴ δύνασθαι. χρόνου γὰρ ἡ τοιαύτη χρῄζει
6. διάγνωσις, ἀθρόως δὲ καὶ χωρὶς αἰσθητοῦ χρόνου τῶν
7. ἐπιπολῆς ἁπτομένων σωμάτων αἱ ἀποστάσεις γίγνονται. κατὰ
8. δὲ τὴν ἑτέραν προσβολὴν τῆς ἀρτηρίας τὴν ἐπὶ τῶν σφοδρῶν
9. σφυγμῶν, ὑφ’ ἧς ἀπωθεῖσθαι τὴν ἁφὴν ἡμῶν συμβέβηκε,
10. πρότερον μὲν τοῦ χωρίζεσθαι ἡ αἴσθησις, ἐφεξῆς δ’ αὐτοῦ
11. τοῦ κεχωρίσθαι ἡ διάγνωσις, οὐκέτι τῆς αἰσθήσεως τοῦτο
12. γνωριζούσης, ἀλλὰ τῷ παύεσθαι τὸ ταύτης πάθος τοῦ
13. νοῦ τότε ὡς χωριζόμενον νῦν κεχωρίσθαι συλλογισαμένου,
14. τοῦ δ’ ἐπιπολῆς ἁπτομένου τὸ μὲν χωρίζεσθαι παντάπασιν
15. ἀδιάγνωστον, τὸ κεχωρίσθαι δὲ κᾀπὶ τούτων συλλογισμῷ
16. ληπτέον.

Cliquer un n° de page pour en afficher l’image