17. Ὅτι δ’ οὐ προσιόντος, ἢ ἀπιόντος, ἢ
18. θλίβοντος, ἢ ἁπτομένου, ἢ ἀπωθουμένου πρώτην αἴσθησιν
19. ἔχομεν, ἄνευ τῶν κατὰ τὸ ἡμέτερον σῶμα παθημάτων, οὐδ’
1. αὐτὸ οἴομαι λανθάνειν. αἰσθανόμεθα μὲν γὰρ ἀνατρεπομένης
2. ἡμῶν τῆς σαρκὸς ἅμα τῷ περικειμένῳ δέρματι κατὰ τὴν
3. προσβολὴν τῶν σφοδρῶν σφυγμῶν, συνεισέρχεται δὲ αὐτῷ
4. κινουμένου τε καὶ βιαζομένου ἡ γνῶσις. καὶ μὲν δὴ καὶ ἀποχωρούσης
5. τῆς ἀρτηρίας, ἡ μὲν αἴσθησίς ἐστι τῆς ἐν αὐτῷ τῷ
6. ἡμετέρῳ σώματι κινήσεως. ἕπεται γὰρ τὸ εἴσω θλιβὲν ἢ τοῦ
7. δέρματος ἡμῶν ἢ τῆς σαρκὸς μόριον ἀφισταμένῃ τῇ ἀρτηρίᾳ,
8. τὴν ἐξ ἀρχῆς χώραν, ὅθεν ἀπεώσθη, καταλαμβανομένῃ,
9. ἡ δὲ τοῦ χωρίζεσθαι γνῶσις συνεπινοεῖται. πρῶτα γάρ ἐστιν
10. αἰσθητὰ ἐν τοῖς ἡμετέροις σώμασι τὰ παθήματα, δεύτερα
11. δὲ τὰ τούτων ποιητικὰ, ἐκτὸς ὑποκείμενα. τῆς τε οὖν
12. μετὰ τὴν θλίψιν ἀποχωρούσης τῆς ἀρτηρίας γινομένης ἡμῖν
13. ἐν τοῖς ἁπτομένοις μορίοις κινήσεως αἰσθανόμενοι πρό τῆς
14. ἐπὶ τῶν σφοδρῶν σφυγμῶν, κατὰ τοῦτο καὶ τὴν συστολὴν
15. τῆς ἀρτηρίας ὑποπίπτειν αἰσθήσει φαμὲν, ὡς τῶν ποιούντων
16. δηλονότι τὰ ἐν ἡμῖν πάθη συγκεχωρημένων αἰσθητῶν καλεῖσθαι·
17. τό τε τῆς θλίψεως ἄνισον ἐνδείκνυται τὴν τοῦ
18. θλίβοντος ἐπάνοδον. οὐδὲ γὰρ οὐδὲ τὴν ῥώμην οὐδὲ τὴν
19. κίνησιν αὐτοῦ δι’ ἄλλου τινὸς ἐγνωρίσαμεν ἢ διὰ τοῦ τῆς
1. θλίψεως ἀνίσου. ἐπιβαλλόντων γὰρ ἡμῶν τοὺς δακτύλους
2. τοῖς σφοδροῖς σφυγμοῖς, ἡ μὲν πρώτη προσβολὴ βραχὺ παντελῶς
3. ὠθεῖ τὴν ἁφὴν, ἀπὸ ταύτης δ’ ἀεὶ καὶ μᾶλλον ἄχρι
4. τῆς τελευτῆς ἐπιτείνεται ἡ θλίψις, ἥτις ἐνδείκνυται δηλονότι
5. τήν τε κίνησιν καὶ τὴν ῥώμην τοῦ ἀπωθουμένου. θαυμαστὸν
6. γὰρ δὴ, ὅπως οἱ ἀμυδροὶ σφυγμοὶ, κᾂν μέγιστοι τυγχάνωσιν
7. ὄντες, οὐχ ὅπως μικροὶ παντελῶς φαίνονται θλιβόντων,
8. ἀλλὰ καὶ παντάπασιν ἀφανίζονται. καί τις ἴσως ἀγνοῶν, ὡς
9. χρὴ τῶν τοιούτων ἐπιπολῆς ψαύειν, ἄσφυκτον εἶναι φήσει
10. τὸν ἄνθρωπον, ἐξ ὧν αὐτὸς κακῶς ἥψατο ψευδῶς ἀποφηνάμενος.
11. οἱ σφοδροὶ δ’ ἅπαν τοὐναντίον ἐρειδόντων ἰσχυρῶς
12. δέονται τῶν ἁπτομένων εἰς τὴν τῆς ῥώμης αὐτῶν διάγνωσιν.
13. ἀπωθεῖσθαι γὰρ τηνικαῦτά σοι μᾶλλον δόξουσιν,
14. ὅταν ἐπὶ πλεῖον αὐτοὺς βιάζῃ. καὶ γοῦν καὶ τὴν συστολὴν
15. αἰσθητὴν οἱ σφοδροὶ μὲν ἅπαντες ἔχουσι, τῶν ἀμυδρῶν δ’
16. οὐδεὶς, αὐτῶν δὲ τῶν σφοδρῶν ἄλλος ἄλλου μᾶλλον, ἢ
17. παρ’ αὐτὸ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ σφοδρότητι, ἢ διὰ
18. μέγεθος καὶ μικρότητα, ἢ διὰ σκληρότητα καὶ μαλακότητα,
1. ἢ διὰ βραδύτητα καὶ τάχος. ὅστις γὰρ ἂν μέγιστός θ’ ἅμα
2. καὶ σφοδρότατος καὶ σκληρὸς, καθ’ ὅσον οἷόν τε μεγέθει
3. μιχθῆναι σκληρότητα, καὶ μὴ ταχὺς, σαφεστάτην οὗτος ἔχει
4. τὴν συστολήν. οἱ δ’ ἄλλοι πάντες καθ’ ὅσον ἂν τούτων τινὸς
5. ἔλαττον ἢ πλέον μετέχωσι, κατὰ τοσοῦτον ῥᾷον ἢ χαλεπώτερον
6. γνωσθήσονται. προσεθήκαμεν δ’ ἐπὶ τῆς κατὰ τὴν
7. σκληρότητα καὶ τὸ μέγεθος μίξεως τὸ, καθ’ ὅσον ἐνδέχεται,
8. τοῦδε χάριν, ἵνα μή τις ὑπονοήσῃ δύνασθαί ποτε γενέσθαι
9. τὸν αὐτὸν ἅμα σφυγμὸν ὥσπερ μέγιστόν τε καὶ σφοδρότατον,
10. οὕτω καὶ σκληρότατον. οὐ γὰρ οἷόν τε συνελθεῖν ὥσπερ
11. σφοδρότητι τὸ μέγεθος, οὕτω καὶ σκληρότητι, μεγίστους
12. μὲν γὰρ καὶ σφοδροτάτους σφυγμοὺς πολλάκις ἂν εὕροις,
13. σκληροτάτους δ’ ἅμα καὶ μεγίστους τοὺς αὐτοὺς οὐκ ἂν εὕροις,
14. οὐ μὴν οὐδὲ σκληροὺς ἅμα καὶ μεγίστους, ἀλλ’ ὁ μέσος
15. σκληροῦ καὶ μαλακοῦ σφυγμὸς, ὁ σύμμετρός τε κατὰ φύσιν,
16. ἅμα τῷ μεγίστῳ πολλάκις εὑρίσκεται. καὶ μὲν δὴ καὶ
17. σκληρόν θ’ ἅμα καὶ σφοδρὸν τὸν αὐτὸν εὑρήσεις πολλάκις,
18. καὶ σκληρός θ’ ἅμα καὶ σφοδρότατος ἔστιν ὅτε φαίνεται,
1. σφοδρότατον δὲ καὶ σκληρότατον οὐκέτ’ ἂν εὕροις τὸν αὐτὸν,
2. ὥσπερ οὐδὲ μέγιστόν τε ἅμα καὶ σφοδρότατον καὶ ταχύτατον,
3. ἀλλ’ οἱ μέγιστοι καὶ σφοδρότατοι τοὐπίπαν μὲν
4. καὶ ταχεῖς εἰσιν, εἰ δὲ μὴ, ἀλλ’ οὐδὲ βραδεῖς γε. εἰ μὲν οὖν
5. ἐνεδέχετο τὸν αὐτὸν ἅμα γενέσθαι σφυγμὸν σφοδρότατόν τε καὶ
6. μέγιστον καὶ σκληρότατον καὶ βραδύτατον, ἡ πασῶν σαφεστάτη
7. τῶν συστολῶν ἐπὶ τῶν τοιούτων ἐφαίνετ’ ἄν. ἐπεὶ δ’ ἀδύνατος
8. ἡ μίξις, ὁ σφοδρότατος ἔτι καὶ μέγιστος καὶ μὴ μαλακὸς
9. καὶ μὴ ταχὺς ἐναργεστάτην ἕξει τὴν συστολήν. σαφῆ δὲ καὶ
10. ὁ σφοδρότατός γε καὶ μέγας καὶ σκληρός· καὶ μὲν δὴ καὶ ὅσοι
11. σφοδροί θ’ ἅμα καὶ μεγάλοι καὶ σκληροὶ, καὶ τούτων ἧττον
12. μὲν ἢ τῶν πρόσθεν, ὅμως δ’ ἔτι σαφὴς ἱκανῶς ἡ συστολή.
13. τούτων δ’ ἧττον, ἀλλὰ καὶ αὕτη σαφὴς ἡ τοῦ σφοδροῦ καὶ
14. μεγάλου καὶ μαλακοῦ. σαφὴς δ’ ἔτι καὶ ἡ τοῦ σφοδροῦ τε
15. ἅμα καὶ συμμέτρου κατὰ μέγεθος καὶ σκληρότητα· τούτου δ’
16. ἀσαφεστέραν ἔχει τὴν συστολὴν, οὐ μὴν ἀδιάγνωστόν γ’
17. ὁ μέγας μὲν, σύμμετρος δ’ ἐν ταῖς λοιπαῖς δύο διαφοραῖς.
18. καὶ ὅστις δὲ κατὰ τὰς τρεῖς διαφορὰς συμμέτρως ἔχει, δήλη
1. καὶ ἡ τοῦδε συστολή. δυσγνώριστος δ’ ἥ τε τοῦ σφοδροῦ τε
2. καὶ μικροῦ. πάντως δ’ ὁ τοιοῦτος καὶ σκληρός ἐστι, καὶ
3. ἡ τοῦ μικροῦ μὲν καὶ σκληροῦ, συμμέτρου δὲ κατὰ τὸν τόνον,
4. ἔτι μᾶλλον ἀσαφής. εἰ δὲ μικρὸς καὶ μὴ σκληρὸς εἴη, καὶ
5. σύμμετρος κατὰ τὸν τόνον, ἱκανῶς γεγυμνασμένης αἰσθήσεως
6. ὁ τοιοῦτος δεῖται πρὸς τὴν γνῶσιν, ἔτι δὲ μᾶλλον εἰ μικρὸς
7. καὶ μαλακὸς ὢν, μετρίως ἔχοι τοῦ τόνου. ἀμυδρὸς δὲ σφυγμὸς,
8. εἴτε μεγάλῳ μιγνύμενος, εἴτε μικρῷ, δήλην ἔχει τὴν συστολήν.
9. τῷ μὲν οὖν μεγίστῳ τὴν ἀρχὴν οὐδὲ μίγνυταί ποτε,
10. καθάπερ οὐδὲ τῷ σκληροτάτῳ, μεγάλῳ δὲ μίγνυται μέν
11. ποτε, ἀλλὰ πάντως ὁ τοιοῦτος ἐσχάτως μαλακός ἐστιν. εἰ
12. δὲ τῷ σκληρῷ μιχθείη, μικρότατος ὁ τοιοῦτος ἐξ ἀνάγκης
13. ἔσται. χρὴ τοίνυν τὸν βουλόμενον ἀσκῆσαι τὴν ἁφὴν, αἰσθάνεσθαι
14. τῆς συστολῆς ἐναργῶς, αὐτό τε τοῦτο πρῶτον ἐπίστασθαι
15. τὸ παραλειφθὲν ὑπὸ τῶν πρεσβυτέρων, ὡς οὔτε
16. παντὸς σφυγμοῦ δυνατὸν αἰσθάνεσθαι τῆς συστολῆς, οὔθ’
17. ὧν αἰσθάνεσθαι δυνατὸν ὁμοίως ἐστὶν ἁπάντων σαφὴς,
18. ἔπειτα δὲ καὶ τοὺς διορισμοὺς μεμνῆσθαι τοὺς ὑφ’ ἡμῶν ἄρτι
1. γεγραμμένους, ἵνα μήτ’ ἐφ’ ὧν ἀδύνατον αὐτῆς αἰσθέσθαι,
2. γλιχόμενος ἐξευρίσκειν, εἶτ’ ἀπορῶν ἀποστῇ τελευτῶν ἁπάσης
3. ὡς ἀναισθήτου, μήτ’ ἐφ’ ὧν δυνατὸν μὲν αἰσθέσθαι, μὴ
4. σαφῶς δὲ, πρώτοις αὐτοῖς ἐγχειρεῖν, αὐτῶν τε τούτων ἀπογνῷ
5. τῆς εὑρέσεως, καὶ πρὸς τὴν τῶν ἄλλων ζήτησιν ἀποκνέοι
6. παντάπασιν. ἀλλ’ ἐφ’ ὧν ἐναργεστάτην συστολὴν φαίνεσθαι
7. συμβέβηκεν, ἀπὸ τούτων ἄρξασθαι, τήν τε τῆς χειρὸς ἐπιβολὴν,
8. ὡς εἴρηται, ποιούμενος καὶ μεμνημένος ὧν εἴρηται
9. σκοπῶν, ὡς χρὴ πάντως ἢ σφοδρὸν, ἢ οὐκ ἀμυδρόν γε τὸν
10. σφυγμὸν εἶναι τὸν μέλλοντα ποιήσειν αἰσθητὴν τοῖς ἁπτομένοις
11. τὴν συστολήν. καὶ τοῦτο μὲν ἀχώριστον ὑπάρχειν
12. αὐτῷ δεῖ, πρὸς δὲ τὴν σαφεστέραν διάγνωσιν οὐ σμικρὰ συντελεῖ
13. τὸ μέγεθος, εἶναι δέ τινα καὶ παρὰ τῆς σκληρότητος ὠφέλειαν
14. καὶ τῆς βραδύτητος. ὥστε μήτ’ ἐν ἀμυδρῷ ποτε σφυγμῷ
15. συστολὴν αἰσθητὴν δύνασθαι γενέσθαι μήτ’ ἀναίσθητον ἐν
16. σφοδρῷ, μᾶλλόν τε καὶ ἧττον ἐναργῆ παρὰ ταὐτὸν τὸν ζωτικὸν
17. καλούμενον τόνον, ἧττόν τε καὶ μᾶλλον ἐνταθέντα καὶ
18. παρὰ τὸ ποσὸν τῆς διαστολῆς καὶ παρὰ τὸ ποιὸν τοῦ τε
19. χιτῶνος τῆς ἀρτηρίας καὶ τῆς κινήσεως.
⟨
(De dign. puls.) [n° 063 Fichtner] [GalLat]
De dignoscendis pulsibus
Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1
De dignoscendis pulsibus, 1.5, ed. Kühn, 1824, vol. 8, p. 792-798. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:1.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩