1. Ἵν’ οὖν ὁλόκληρον ἔχωσιν οἱ φιλομαθεῖς
2. τὴν ὁδὸν τῆς ἀσκήσεως, μὴ τὸ καθόλου μόνον ἀρκεσθῶμεν
3. αὐτῆς εἰρηκότες, ἀπὸ τίνων ἄρχεσθαι σφυγμῶν προσήκει
4. γυμνάζειν τὴν ἁφὴν ἐν τῷ ζητεῖν τὴν συστολὴν, ἀλλὰ καὶ
5. οἵστισιν ὑπάρχουσιν οὗτοι νοσοῦσί τε καὶ ὑγιαίνουσιν, ἐφεξῆς
6. εἴπωμεν. εἰ γὰρ ἔτι τοῦτο μάθοιεν, ῥᾷον, οἶμαι, τοῦ προκειμένου
7. τύχοιεν, ἐπὶ μὲν οὖν τῶν ὑγιαινόντων ὅσοι σύμμετροί
8. τε τὴν ἕξιν εἰσὶ καὶ τὴν φύσιν εὔκρατοι, καὶ τῆς ἡλικίας
9. ἐν ἀκμῇ μάλιστα, καὶ τῶν ὡρῶν τοῦ ἔτους ἐν τῷ ἦρι
10. καὶ γῆν ἐποικοῦσιν εὔκρατον, εὐρωστοῦσί τε καὶ λύπης καὶ
11. δέους καὶ πλησμονῆς καὶ κινήσεως ἐκτός εἰσιν, οὗτοι πάντες
12. σφοδρὸν καὶ μέγαν ἔχουσι τὸν σφυγμόν. εἰ δὲ καὶ γυμνάσαιντο
13. σύμμετρα καὶ λουτροῖς μετρίοις θαλφθεῖεν, ἢ οἶνον
14. μὴ πολὺν πάνυ προσενηνεγμένοι τύχοιεν, ἢ θυμοῖντο, ἢ ἀνδρίζοιντο,
15. οὐ μεγάλους ἔτι καὶ σφοδροὺς ἁπλῶς, ἀλλ’ εἰς
16. ἄκρον μεγίστους τε καὶ σφοδροτάτους ἕξουσι τοὺς σφυγμούς.
17. οἱ αὐτοὶ δὲ νοσοῦντες οὗτοι τὸν ἀκριβῆ τριταῖον, ἢ
18. καῦσον τὸν ἐπιεικῆ καὶ ἁπλοῦν, ἤ τινα ἄλλον θερμὸν ἰσχυρῶς
1. καὶ οἷον ζέοντα πυρετὸν, καὶ τῶν ἐφημέρων τινὰ τῶν ἐπὶ
2. βουβῶσι καὶ ἐγκαύσεσι καὶ κόποις μετρίοις συνισταμένων, μεγίστους
3. καὶ τόθ’ ἕξουσιν καὶ σφοδροτάτους σφυγμούς. εἰ
4. δὲ τινὰ μὲν ὧν εἶπον παρείη αὐτοῖς, τινὰ δὲ μὴ, σφοδροὺς
5. μὲν καὶ μεγάλους ἔτι ἔχοιεν ἂν, ἀλλ’ ἧττον, εἰ οὕτως ἔτυχεν,
6. εἴ τινος ἀκμάζοντος καὶ ὑγιαίνοντος, οὐ μὴν συμμέτρου τὴν
7. ἕξιν, ἀλλ’ ἤτοι πίονος, ἢ ἰσχνοῦ, χωρίον οἰκοῦντος ψυχρὸν,
8. ἅπτοιο τῶν σφυγμῶν, σφοδροὺς μὲν εὑρήσεις αὐτοὺς καὶ
9. μεγάλους, ἀλλ’ οὐχ ὁμοίους τοῖς προειρημένοις. οὐ μὴν ἀλλὰ
10. κᾀπὶ τῶν τοιούτων ἁπάντων, ἐφ’ ὧν ὁ σφυγμὸς ἔτι μένει
11. σφοδρὸς καὶ μέγας, εἰ καθ’ ὃν εἴπομεν τρόπον ἅπτοιο τῆς
12. ἀρτηρίας, αἰσθήσῃ τῆς συστολῆς, ἐναργέστατα δ’ ἐφ’ ὧν
13. εἴρηται μέγιστός τε καὶ σφοδρότατος. ὅτι μὲν οὖν εἰ σφοδρότατος
14. εἴη, μᾶλλον ἐμπίπτει τῇ ἁφῇ, καὶ διὰ τοῦτο ἡ
15. ἔφοδος αὐτοῦ σαφεστέρα γίγνεται, πρόσθεν ἐλέχθη· ὅτι δὲ
16. καὶ εἰ μέγιστος, ᾧδ’ ἂν μάλιστα μάθοις, εἰ νοήσεις, ὅτι τοσοῦτον
17. ἐν ταῖς συστολαῖς ἡ ἀρτηρία κάτω πέφυκε φέρεσθαι,
1. ὅσον ἐν ταῖς διαστολαῖς ἄνω φέρεται. εἰ δὲ τοῦτο, μετὰ
2. μεγίστης διαστάσεως ἑκατέραν ἀνάγκη φέρεσθαι τὴν κίνησιν,
3. ἄνω μὲν ἐν τῷ διαστέλλεσθαι, κάτω δ’ ἐν τῷ συστέλλεσθαι,
4. ὥστε τὴν μὲν ἄνω θεῖν ἐπὶ πλεῖστον, τὴν δ’ ἀφίστασθαι.
5. τοῦ δ’ ἀφίστασθαι τὴν αἴσθησιν ἐλέγομεν, οὐ τοῦ ἀφεστάναι
6. γίγνεσθαι· ἐφ’ ὅσον οὖν αὐξηθῇ τὸ ἀφίστασθαι τῷ τε τῆς
7. διαστάσεως καὶ τῷ τοῦ χρόνου μεγέθει, καὶ ἡ διάγνωσις ἐπὶ
8. τοσοῦτον αὐτοῦ σαφεστέρα γενήσεται. διὰ τοῦτο ἔφαμεν
9. εἶναι τὴν πρώτην ἄσκησιν τῆς ἁφῆς οὐκ ἐπὶ τῶν σφοδροτάτων
10. μόνον, ἀλλὰ καὶ μεγίστων ἅμα ποιεῖσθαι σφυγμῶν, καὶ
11. μηδ’ ὠκέως πάνυ κινουμένων. ἐλέχθη δ’ ὅτι καὶ ἡ σκληρότης
12. συντελεῖ τι πρὸς τὴν τῆς συστολῆς διάγνωσιν, οὐ μὴν
13. τὴν αἰτίαν εἴπομεν ἐκεῖ. νῦν δ’ οὐδὲν κωλύει καὶ ταύτην ἤδη
14. προσθεῖναι. τῷ γὰρ πληγῆς βιαίῳ μέγα συμβάλλεται καὶ ἡ
15. τοῦ χιτῶνος τῆς ἀρτηρίας σκληρότης. εἴσῃ δ’ αὐτὸ κᾀπὶ τῶν
16. ἐκτὸς σαφῶς, εἰ τῇ ἴσῃ ῥώμῃ χρώμενος, ἢ λίθον σκληρότατον
17. ἐπερείδοις ὁτῳοῦν, ἢ ξύλον, ἤ τι τῶν μαλακῶν.
18. ἀνάγκη γὰρ, οἶμαι, πολὺ θᾶττόν τε καὶ μᾶλλον ὑπὸ τοῦ
1. λίθου θλιφθῆναί τε καὶ ἀνατραπῆναι τὸ ἐπερεῖδον ἢ πρὸς
2. τοῦ ξύλου. τῷ δ’ ἀνάλογον ἔχειν ἀεὶ τῇ κατὰ τὸ διαστέλλεσθαι
3. βίᾳ τὴν αἴσθησιν τοῦ συστέλλεσθαι σαφέστεραι γενήσονται
4. τῶν συστολῶν αἱ διαγνώσεις, ὁπόσαι βιαιοτέραις ἕπονται διαστολαῖς.
5. μέγας δὲ σφυγμὸς οὔτε ῥᾳδίως μίγνυται τῷ σκληρῷ,
6. καὶ τὰς διαθέσεις ἐν αἷς εἰς ταὐτὸν ἥκουσιν ἔν τε τῇ περὶ τῶν
7. κατὰ τοὺς σφυγμοὺς αἰτίων πραγματείᾳ καὶ τῇ περὶ τῆς δι’
8. αὐτῶν προγνώσεως ἐροῦμεν. ἐν δὲ τῷ παρόντι τοσοῦτον ἀρκέσει
9. τοῖς εἰσαγομένοις, παραδείγματος ἕνεκα, μαθεῖν, ὡς τοῖς
10. ἰσχυροῖς μὲν τὴν ζωτικὴν δύναμιν, ἣν καὶ ζωτικὸν τόνον ἔνιοι
11. τῶν ἰατρῶν καλοῦσι, πλημμελήσουσι δὲ κατὰ τὴν δίαιταν
12. ἄλλα τέ τινα, οὐχ ἥκιστα δὲ καὶ περὶ τὰς τῶν οἴνων οὐκ ἐν
13. καιρῷ πόσεις οἱ τοιοῦτοι συμπίπτουσι σφυγμοί. καὶ γὰρ οὖν
14. καὶ ἐπὶ τούτων ὥσπερ κᾀπὶ τῶν ἔμπροσθεν εἰρημένων ἡ συστολὴ
15. τῆς ἀρτηρίας ἐναργής. ὅτι δὲ καὶ ἡ βραδύτης ἐφ’ ὅσον
16. αὔξει τὸν χρόνον τῆς ἀποχωρήσεως, ἐπὶ τοσοῦτον ἐναργεστέραν
17. ἐνδείξεται τὴν κίνησιν, οὐδ’ αὐτὸ χαλεπὸν συλλογίσασθαι.
18. καὶ διὰ τοῦτο καὶ αὕτη συντελεῖ τι πρὸς τὴν διάγνωσιν. οἷον
19. μὲν οὖν εἶναι χρὴ σφυγμὸν τὸν αἰσθητὴν μέλλοντα ποιήσειν
20. τὴν συστολὴν, αὐτάρκως εἴρηται.
⟨
(De dign. puls.) [n° 063 Fichtner] [GalLat]
De dignoscendis pulsibus
Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1
De dignoscendis pulsibus, 1.6, ed. Kühn, 1824, vol. 8, p. 799-802. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩