1. Ποίῳ δέ τινι τρόπῳ τὴν ἐπιβολὴν
2. τῆς χειρὸς προσήκει ποιεῖσθαι, μετὰ τοῦτο ἡμῖν ζητητέον
3. ἐστὶν, ἆρά γε διὰ παντὸς ἄνωθεν τῆς ἀρτηρίας, ἢ κάτωθεν,
4. ἢ ποτὲ μὲν οὕτως, ποτὲ δ’ ἐκείνως, καὶ πότερα θλίβοντας,
5. ἢ ψαύοντας, ἢ ἐπιτιθέντας ἁπλῶς, ἢ ποτὲ μὲν οὕτως, ποτὲ
6. δ’ ἐκείνως, ὡς ἂν ἡ τοῦ σφυγμοῦ δέηται φύσις. οὐδὲ γὰρ οὐδὲ
7. περὶ τούτων οὐδὲν διώρισται τοῖς πρὸ ἡμῶν. ἡμεῖς δὲ καὶ
8. ταῦτα ζητήσαντες, ὅσα τῷ τε λογισμῷ καὶ τῇ πείρᾳ περὶ
9. αὐτῶν ἐξεύρομεν, εἰς τὸ κοινὸν φέροντες καταθήσομεν, ἵν’,
10. εἰ μὲν αὐτάρκη φαίνοιτο, πᾶν ἤδη τὸ δέον ἔχοι παρ’ ἡμῶν ὁ
11. λόγος, εἰ δὲ μὴ, ἀλλ’ ἐπὶ πλέοσί γε τοῖς χρηστοῖς εὑρημένοις
12. ἄλλος τις καὶ ἄλλος ῥᾷον ἐξευρίσκοι τὸ λεῖπον. εἰ μὲν δὴ
13. μετὰ τοῦ θλίβειν ἐπιβάλλοιμεν τὴν ἁφὴν, οὐδεμίαν εὑρίσκοιμεν
14. αἰσθητὴν διαφορὰν ἐκ τοῦ κάτωθεν, ἢ ἄνωθεν τῆς ἀρτηρίας
15. ἐπιφέρειν τὴν χεῖρα. καὶ εἰ ψαύοντες δὲ μόνον, οἷον
16. αἰωροῦντες τοὺς δακτύλους, οὐδ’ οὕτως οὐδεμιᾶς αἰσθανόμεθα
17. διαφορᾶς. ὁ δὲ τρίτος τρόπος τῆς ἐπιβολῆς, ὁ μεταξὺ
18. τοῦ θλίβειν τε καὶ ψαύειν ἐπιπολῆς, οὐδὲ συστῆναι δύναται
1. κάτωθεν ἁπτομένοις τῆς ἀρτηρίας. ἐκλῦσαι γὰρ ἁπασῶν τηνικαῦτα
2. χρὴ τὴν χεῖρα τῶν κατὰ προαίρεσιν κινήσεων οἷον
3. πάρετον ἐπιθέντα. τοῦτο δ’ εἰ δράσαιμεν, ὑπὸ τοῦ βάρους
4. καταφερομένης τῆς κατὰ τὴν ἀρτηρίαν ἐπαφῆς, ἀποῤῥυήσεται.
5. κατὰ τοῦτον οὖν τὸν τρόπον τῆς ἐπιβολῆς μόνον ἄνωθεν
6. ἔστιν ἅψασθαι, κάτωθεν δ’ οὐδέποτε. γίνεται δ’ ἐν
7. αὐτῷ πολλάκις μὲν καὶ πάνυ σαφὴς ἡ συστολὴ, πολλάκις δ’
8. ἀμαυρὰ μὲν, οὐ μὴν ἄδηλός γε τοῖς ἠσκημένοις, ἐπὶ μὲν τῶν
9. σφοδρῶν καὶ μεγάλων καὶ μὴ ταχέων ἐναργὴς, ἐπὶ δὲ τῶν
10. συμμέτρων ἐν ἅπασι τοῖς εἰρημένοις γένεσιν ἀμαυρά. τὸ δ’
11. ὅτι θλιβόντων τοὺς σφοδροὺς καὶ μεγάλους καὶ μὴ ταχεῖς
12. σφυγμοὺς ἐναργεστάτη πασῶν ἔσται συστολὴ, πρόσθεν εἴρηται,
13. τὰς δ’ αἰτίας τούτων οὐ χαλεπὸν ἐξ ὧν ἐν ἐκείνοις
14. εἶπον ἐξευρίσκειν. εἰς ὅσον γὰρ ὑπὸ τῆς ἀρτηρίας διαστελλομένης
15. ἀνατρέπεσθαι συμβαίνει τὴν ἁφὴν, εἰς τοσοῦτον ἀποχωρούσης
16. αὐτῆς αἰσθητὴν ἀνάγκη γίνεσθαι τὴν συστολήν.
17. ἀνατρέπεται δ’ ἐν μὲν ταῖς θλίψεσιν ἐπὶ πλέον γ’ ἐν τοῖς
18. προειρημένοις σφυγμοῖς, ἐν δὲ ταῖς ψαύσεσιν εἰς ἶσον τῷ
19. μηδόλως. κατὰ δὲ τὰς μεταξὺ τούτων ἐπιβολὰς, ἃς οἷον
1. παρειμένης τῆς χειρὸς ἔλεγον γίγνεσθαι, συμμέτρως ἀνατρέπεται.
2. ὥστε καὶ τῆς συστολῆς μᾶλλον ἐπὶ ταῖς θλίψεσι ἤπερ
3. ἐν ταῖς ἁπλαῖς ἐπιβολαῖς αἰσθήσεται, καὶ οὐδὲν ἧττον κάτωθεν
4. ἁπτομένων ἢ ἄνωθεν. ὁμοίως γὰρ ἀκολουθεῖ καθ’ ἑκάτερον
5. ἡ ἁφὴ συστελλομένῃ τῇ ἀρτηρίᾳ. χρὴ δὲ καὶ αὐτὴν
6. εἶναι τὴν ἁπτομένην χεῖρα μὴ μόνον εὐαίσθητον, ἀλλὰ καὶ
7. μαλακήν. οὕτω γὰρ ὑπάρξει ῥᾳδίως αὐτῇ καὶ τῶν ἐλαχίστων
8. αἰσθάνεσθαι κινήσεων. ὅτι μὲν οὖν ὥσπερ ὁρῶμέν τε
9. καὶ ἀκούομεν ἑτέρων ἕτεροι φύσει βέλτιόν τε καὶ χεῖρον, οὕτω
10. καὶ διὰ τῆς ἁφῆς αἰσθανόμεθα, πρόδηλον, οἶμαι, παντὶ
11. τοῦτό γε ὑπάρχει· ὅτι δ’, εἰ πρὸς τούτῳ καὶ μαλακή τις ἡ
12. σύστασις εἴη τῆς ἐν τοῖς δακτύλοις σαρκώδους φύσεως, ἑτοιμότερόν
13. τε καὶ μᾶλλον ἐν τῷ προσπίπτειν τὴν ἀρτηρίαν ἀνατρεπομένην
14. κατὰ μείζονος ἐν τῷ συστέλλεσθαι διαστάσεως
15. ἐνεχθήσεται, οὐδ’ αὐτὸ νομίζω τοῖς μεμνημένοις τῶν ἔμπροσθεν
16. εἰρημένων ἀσαφὲς εἶναι. οὐ μὴν οὐδ’ ὅτι κατὰ μείζονος
17. φερομένη διαστάσεως ἐναργέστερον αἰσθήσεται τῆς συστολῆς,
18. οὐδὲ τοῦτ’ ἄδηλον. ὥστ’ εὔλογον τὴν μαλακωτέραν
1. χεῖρα τῆς σκληροτέρας τῶν ἄλλων ἐπίσης ἐχόντων ἀκριβέστερον
2. αἰσθάνεσθαι τῆς συστολῆς. κεφαλὴν οὖν ἤδη ἐπιθέντες
3. τῷ λόγῳ μεταβαίνωμεν ἐφ’ ἕτερον. ζητήσεως οὔσης
4. τοῖς ἰατροῖς περὶ τῆς κατὰ τὰς ἀρτηρίας συστολῆς καὶ τῶν
5. μὲν λεγόντων αἰσθητὴν, τῶν δ’ ἀναίσθητον ὑπάρχειν αὐτὴν,
6. ἐδείξαμεν ἡμεῖς μήτε διαπαντὸς αἰσθητὴν μήτ’ ἀναίσθητον
7. εἶναι διαπαντός. καὶ πρῶτον μὲν τοὺς σφυγμοὺς εἴπομεν
8. ἀφ’ ὧν ἐστιν αἰσθητὴ, δεύτερον δὲ τὰς διαθέσεις ἐν αἷς τοὺς
9. τοιούτους ἐξευρήσομεν σφυγμοὺς, μετὰ ταῦτα δὲ πῶς μὲν
10. ἅπτεσθαι προσήκει τὸν βουλόμενον ἀκριβῶς αἰσθάνεσθαι τῆς
11. συστολῆς, ὁποίαν δ’ εἶναι χρὴ τὴν ἐπιβαλλομένην χεῖρα.
⟨
(De dign. puls.) [n° 063 Fichtner] [GalLat]
De dignoscendis pulsibus
Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1
De dignoscendis pulsibus, 1.7, ed. Kühn, 1824, vol. 8, p. 803-806. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩