12. Τούτων δ’ οὕτως ἐχόντων ἑξῆς ἂν εἴη
13. σκοπεῖσθαι, πότερον ὅλης αἰσθανόμεθα τῆς τε διαστολῆς καὶ
14. τῆς συστολῆς, ἢ μόριον ἡμᾶς ἑκατέρας διαλανθάνει, καὶ εἰ
15. διαλανθάνει, τί τοῦτό ἐστι καὶ πόσον. ἀρχὴν δὲ καὶ τούτῳ
16. τῷ λόγῳ τὴν περὶ τῆς διαστολῆς κίνησιν ποιησόμεθα καὶ
17. πρῶτον μὲν ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς πολλάκις ἐπὶ
18. πολλῶν ἀῤῥώστων μικροὺς καὶ ἀμυδροὺς ἐχόντων τοὺς
19. σφυγμοὺς, οἷοι μάλιστα τοῖς τε συγκοπτομένοις γίνονται
1. σχεδὸν ἅπασι τοῖς ἀποθνήσκουσι, τινὲς μὲν τῶν ἰατρῶν ἐπὶ
2. βραχὺ τῆς κινήσεως αἰσθάνονται, τινὲς δ’ οὐδ’ ὅλως·
3. δεύτερον δ’, ὅτι καὶ ὁ αὐτὸς ἰατρὸς πολλάκις παρὰ τὸ
4. προσηκόντως τε καὶ ἀκριβῶς, ἢ ῥᾳθύμως τε καὶ ἀμελῶς ἅπτεσθαι,
5. ποτὲ μὲν αἰσθάνεται τῆς κινήσεως, ποτὲ δ’ οὔ. ὅταν
6. οὖν τὴν αὐτὴν ἀρτηρίαν ὁ μέν τις τῶν ἰατρῶν ἄσφυκτον
7. ὑπάρχειν, ὁ δέ τις σφύζειν ἔτι λέγει, καὶ πολλάκις ὁ αὐτὸς
8. ἰατρὸς ἐν ἑνὶ καιρῷ παρὰ τὰς διαφόρους ἐπιβολὰς τῆς χειρὸς
9. ἐν μέρει τἀναντία φησὶ, δῆλον ὡς διαφεύγει μόριόν τι τῆς κινήσεως
10. τὴν ἁφήν. ἴσως τις ἐρεῖ τὸν ἄριστα μὲν πεφυκότα,
11. κάλλιστα δ’ ἐπιβάλλοντα τὴν χεῖρα, τετριμμένον δ’ ἀκριβῶς,
12. ἁπάσης αἰσθάνεσθαι τῆς διαστολῆς. καὶ πῶς τοῦτον εὑρήσομεν;
13. τίς ἡμῖν ἐγγυήσεται φύσιν ἀνθρωπίνην εἰς τοσαύτην
14. ἀκρίβειαν αἰσθήσεως ἥκειν, ὡς μηδὲν αὐτὴν μηδὲ τοὐλάχιστον
15. παρελθεῖν; ἐγὼ μὲν γὰρ οὐδ’ ἐπὶ τῶν ἐκτὸς τούτων σωμάτων,
16. ὧν ἐστιν αὐτῶν ἅψασθαι μηδενὸς ἐπίπροσθεν ὄντος
17. ἑτέρου, δυναίμην ἂν ἀλαζονεύσασθαι βεβαίαν διάγνωσιν, οὐχ
18. ὅπως ἐπὶ σώματος, οὗ πιμελὴ καὶ ὑμένες καὶ δέρμα πρόκειται
1. παχύτερον αὐτοῦ πολλάκις τοῦ τῆς ἀρτηρίας σώματος. εἰ δέ
2. τις οὕτως ἐστὶ θρασὺς, ὡς ἀπαυθαδίσασθαί τε καὶ φάναι
3. τὴν πρώτην ὁρμὴν τῆς κινήσεως γνωρίζειν ἐν ταῖς διαστολαῖς
4. τῆς ἀρτηρίας, ἡδέως ἂν αὐτοῦ πυθοίμην, κατὰ ποίαν ἐπιβολὴν
5. τῆς χειρὸς τοῦτο διαγιγνώσκει, πότερον ἐπιπολῆς
6. ψαύων, ἢ θλίβων, ἢ ἀβιάστως ἐπιβάλλων. ἴσως μὲν οὖν,
7. ἐάν τις τῶν μεγάλων ᾖ σοφιστῶν, ὅσοι τὰ μὲν ἔργα τῆς
8. τέχνης μέχρι τοσούτου τρίβοντές εἰσιν, ὥστε μηδ’ εἰ πυρέττει
9. τὴν ἀρχὴν ὁ ἄνθρωπος εἰδέναι, τῷ λόγῳ δ’ ὑπερφθέγγονται
10. τὴν ἀλήθειαν, οὐδὲ εἰ πλείους εἰσὶν ἐπιβολαὶ τῆς χειρὸς, οὐδ’
11. εἰ καθ’ ἑκάστην αὐτῶν διαφοράν τινα λαβεῖν ἔστιν, ὁ τοιοῦτος
12. ἐπίσταται. καὶ λῆρος αὐτῷ μακρὸς εἶναι δόξει τὰ ἡμέτερα
13. καὶ οὐδ’ ὑπομενεῖ τὴν ἀρχὴν ὑπακοῦσαι τῶν λόγων.
14. ἀλλ’ ἡμεῖς ὥσπερ καὶ τἄλλα τὰ πρόσθεν, οὕτω καὶ ταῦτα
15. πρὸς τὸν τῆς ἀληθείας ἐραστὴν, κᾂν εἷς ᾖ, λέγωμεν, ὡς ἡ
16. μὲν μέση τῶν ἐπιβολῶν, ἡ ἀβίαστος, τοσοῦτον αἰσθητὸν
17. ἕξει τῆς κινήσεως, ἔν γε τοῖς οὐκ ἀμυδροῖς σφυγμοῖς, ὅσον
18. καὶ ἡ ὄψις· ἐν γὰρ τοῖς ἀμυδροῖς καὶ τῆς ὄψεως αὐτῆς ἔλαττον
19. αἰσθήσεται. ἡ δευτέρα δὲ, καθ’ ἣν θλίβομεν, ἐν μὲν
1. τοῖς ἀμυδροῖς ἔτι καὶ μᾶλλον τῆς προτέρας ἀφανῆ τὴν κίνησιν
2. ἐργάσεται τῆς ἀρτηρίας, ἐν δὲ τοῖς σφοδροῖς προτέρα
3. διαγνώσεται. ἡ δὲ τρίτη, καθ’ ἣν οἷον αἰωροῦμεν τὴν χεῖρα,
4. παντελῶς ὀλιγοχρονίου τῆς κινήσεως αἰσθήσεται. τούτων
5. δὲ καὶ τὰς ἀποδείξεις πειραθῶμεν εἰπεῖν, ἀπ’ αὐτῶν τῶν
6. ἐναργῶν λαμβάνοντες τὰς ἀρχάς. τί δ’ ἂν ἐναργέστερον εἴη
7. τοῦ πάσας τὰς ἀρτηρίας μήτ’ ὄψει μήθ’ ἁφῇ φαίνεσθαι κινουμένας,
8. ἀλλὰ μόνας ὅσας τὸ δέρμα καλύπτει, καὶ τοῦτο
9. μὴ πάνυ παχὺ, τὰς δ’ ὑπὸ σαρκὸς κρυπτομένας, ἢ καί τινων
10. ἄλλων σωμάτων, ἀφανῆ τὴν κίνησιν ἔχειν, πλὴν εἴ ποτε τῶν
11. ἐπικειμένων ἐκτακέντων ἰσχυρῶς αἰσθητὴ γένοιτο; καὶ αὐτῶν
12. δὲ τῶν αἰσθητὴν ἀεὶ τὴν κίνησιν ἐχουσῶν ἀρτηριῶν ὅσα
13. γυμνότερα μόρια καὶ ὑπ’ αὐτῷ τῷ δέρματι, σαφεστέραν
14. ὄψει τε καὶ ἁφῇ τὴν κίνησιν ἐνδείκνυται. καὶ ἡ μεγίστη τῶν
15. ἀρτηριῶν ἡ κατὰ τὴν ῥάχιν ἀφανῆ τέως ἔχουσα τὴν κίνησιν,
16. ἐκτακέντος τοῦ ζώου διασημαίνει κατὰ τὸ ἐπιγάστριον· ᾧ
17. δῆλον ὅτι τὰ μὲν κουφότερα σώματα ῥᾳδίως συνεξαίρουσιν
18. αἱ ἀρτηρίαι διαστελλόμεναι, τὰ δὲ βαρύτερα δυσχερέστερον.
1. ὅσα δ’ ἱκανῶς βαρέα, ταῦτ’ οὐδόλως κινοῦσιν. ἔτι δ’ ἂν
2. μᾶλλον ὃ λέγω μάθοις σαφῶς, εἰ ἐν ταῖς ἐπιφανῆ τὴν κίνησιν
3. ἐχούσαις ἀρτηρίαις ἔξωθεν ἐπιβάλλοις τι κατὰ τοῦ δέρματος
4. ἕτερον σῶμα λεπτὸν, οἷον φύλλον, ἢ ὑμένα, ἢ ὀθόνιον,
5. ἢ ῥάκος, ἤ τι τοιοῦτον ἄλλο. φανεῖται γάρ σοι κινούμενον
6. αὐτῇ διαστελλομένῃ. δεύτερον δ’ αὖθις ἶσον ἐπιβάλλοντι τῷ
7. προτέρῳ, πολλῷ νῦν ἧττον ἄμφω φανεῖται κινούμενα, καὶ
8. εἰ τρίτον ἐπιβάλλοις, ἧττον ἔτι μακρῷ, καὶ εἰ τέταρτόν γε
9. καὶ πέμπτον, ὥστε καὶ εἰ παντάπασιν ἀκίνητα εἶναί σοι δόξει
10. τὰ ἐπικείμενα γεγονέναι. καὶ εἰ μὲν ἔτι μᾶλλον σφοδρὸς ὁ
11. σφυγμὸς εἴη, πλειόνων ἐπίθεσιν ἀνέξεται σωμάτων, εἰ δ’
12. ἧττον, ἐλαττόνων, εἴ δὲ μηδόλως εἴη σφοδρὸς, ἴσως ἂν οὐδὲ
13. τὴν ἑνὸς ἀνάσχοιτο σώματος ἐπιβολήν. εἰ δὲ καὶ ἀμυδρὸν
14. αὐτὸν ἐπινοήσαις γινόμενον, οὐχ ὅπως τι τῶν ἔξωθεν ἐπικειμένων
15. τῷ δέρματι οὐ κινήσει σωμάτων, ἀλλ’ οὐδ’ αὐτὸ πολλάκις
16. τὸ δέρμα. καὶ γὰρ οὖν καὶ φαίνεται τοῦθ’ οὕτως γιγνόμενον,
17. εἰς ὅσον γὰρ ἂν εὐρωστότερος ὁ τόνος ᾖ τῆς ἀρτηρίας,
18. εἰς τοσοῦτον ὄψει τὸ δέρμα κινούμενον. ἐκλυθέντος δ’ ἱκανῶς
1. τοῦ τόνου, παντάπασιν ἀκίνητον φαίνεται. ὡς οὖν ἡ μὲν
2. ἰσχυροτέρα κίνησις τῆς ἀρτηρίας οὐ τὸ δέρμα μόνον, ἀλλὰ
3. καὶ πολλὰ τῶν ἔξωθεν ἐπιτιθεμένων σωμάτων ἠδύνατο συγκινεῖν,
4. ἡ δ’ ἀσθενεστέρα τὸ δέρμα μόνον, ἡ δ’ ἔτι μᾶλλον
5. ταύτης ἀῤῥωστοτέρα οὐδὲ τὸ δέρμα, τί θαυμαστὸν, εἶναι
6. ταύτης ἑτέραν πάλιν ἀσθενεστέραν, ἣ μηδὲ τοὺς ὑποκειμένας
7. ὑμένας ταῖς ἀρτηρίαις, μηδὲ τὴν πιμελὴν ἐξαίρειν δυνήσεται;
8. τίς οὖν ἁφὴ τῆς τοιαύτης αἰσθήσεται κινήσεως; οὐδεμία δηλονότι.
9. πρὸς γὰρ αὖ τοῖς εἰρημένοις οὐδὲ τοῦτ’ ἔστιν εἰπεῖν,
10. ὡς θλῖψαι προσήκει τὸ κατὰ τῆς ἀρτηρίας δέρμα πιέσαντα
11. τοῖς δακτύλοις, ἵν’ ἀπαντήσωμεν ἐλλιπῶς ἀναφερομένῳ τῷ
12. σφυγμῷ. καὶ γὰρ ἐπὶ τῶν ἐχόντων αἰσθητὴν κίνησιν, ἀμυδρῶν
13. δὲ, θλιψάντων ἡμῶν τὸ δέρμα παντελὴς ἀσφυξία γίνεται.
14. τί ποτ’ οὖν οἴει πείσεσθαι τὴν μηδὲ τὸ δέρμα κινεῖν δυναμένην
15. ἀρτηρίαν, εἰ προσέτι βαρύνοιμεν αὐτὴν τοῖς δακτύλοις;
16. ἢ δῆλον ὅτι καὶ τὸ σωζόμενον τῆς κινήσεως προσαπολέσθαι;
17. τὸ δ’ ὅλον ἀγνοεῖν μοι δοκοῦσι τὴν ἐκ τῆς ἀνατομῆς θέσιν τῶν
18. ἀρτηριῶν οἱ διστάζοντες ὡς τὸ πρῶτον μέρος τῆς διαστολῆς
19. αἰσθητόν ἐστιν. οὐδεμία γὰρ αὐτῶν τοῦ δέρματος ἅπτεται,
1. ἀλλ’ εἰ καὶ τὰς πάνυ δοκούσας προφανεῖς εἶναι καὶ πλησίον
2. αὐτοῦ παραδείρας ἑκατέρωθεν ἐθέλοις ἐπισκοπεῖσθαι,
3. πολὺ τοὐν μέσῳ φανεῖταί σοι τοῦ τε δέρματος καὶ τοῦ χιτῶνος
4. τῶν ἀρτηριῶν. καὶ γὰρ ἂν καὶ ἀτόπως ἐπέπρακτο μόνον
5. τοῦτο τῇ φύσει, καίτοι μηδὲν εἰκῆ δημιουργούσῃ, κατασκευάσαι
6. μὲν ὄργανον πάντῃ διαστέλλεσθαι δυνάμενον, χώραν
7. δ’ αὐτῷ μηδεμίαν παρασχεῖν ἐν ᾗ κινήσεται. ἀλλ’ οὐκ ἔχει
8. ταῦθ’ οὕτως, πολλοῦ γε καὶ δεῖ· φαίνεται γὰρ ἐν ταῖς ἀνατομαῖς
9. εὐρυχωρία τις ἱκανὴ περὶ τὴν ἀρτηρίαν, εἰς ἣν ἐν
10. ταῖς ἀμετροτέραις σαρκώσεσιν ἡ σὰρξ ἀποχεομένη
11. κωλύει διαστέλλεσθαι τὸ ἀγγεῖον εἰς ὅσον ἐπεφύκει. καὶ διὰ
12. τοῦτο μικρός ἐστιν ὁ τῶν παχέων σφυγμός. τὸ μὲν γὰρ μῆκος
13. αὐτοῦ βραχύτερον γίνεται, καὶ τὸ πλάτος στενότερον, τῷ
14. πλήθει τῆς σαρκὸς θλιβόμενον· ἡ δ’ εἰς ὕψος ἄνοδος κωλύεται
15. τῇ τῶν ἐπικειμένων σωμάτων εὐτροφίᾳ βαρυνθεῖσα. τῶν
16. δ’ ἰσχνῶν μὲν τὴν ἕξιν, τἄλλα δ’ εὐρώστων, ἱκανὸν μὲν τό γε
17. πλάτος καὶ τὸ μῆκος ὁ σφυγμὸς ἔχει, ἀξιόλογον δὲ καὶ τὴν
18. εἰς ὕψος ἀνάβασιν. ἔτι δὲ μᾶλλον ἐφ’ ὧν χαλαρόν ἐστι τὸ
19. δέρμα κατάδηλον γίνεται τὸ τοῦ διαστήματος αὐτοῦ τε
1. καὶ τοῦ τῆς ἀρτηρίας χιτῶνος. εἰ γὰρ οὕτως ἔχοντος σφοδρὸς
2. ὁ σφυγμὸς, ἢ μὴ ἀμυδρός γ’ εἴη, δυνήσῃ τὸ κῶλον
3. ὑπαλλάττων καὶ ποτὲ μὲν ὕπτιον, ποτὲ δὲ πρηνὲς ποιούμενος
4. τὰς διαφορὰς τῶν τῆς ἀρτηρίας διαστάσεων, ἃς ἐγὼ
5. νῦν εἶπον, φωράσαι σαφῶς τῇ θλίψει. τῷ μὲν γὰρ πλάτει
6. καὶ τῷ μήκει τὸ πρανὲς σχῆμα πλεονεκτεῖν σοι φανεῖται, τῷ
7. δ’ ὕψει καὶ τῷ χρόνῳ τὸ ὕπτιον. αἴτιον δ’ ἀμφοῖν τὸ
8. χαλαρὸν τοῦ δέρματος, ἐν μὲν τοῖς ὑπτίοις σχήμασι τῆς χειρὸς
9. ὡς ἂν ἄνωθεν ἐπικείμενον καὶ καταπῖπτον ἐπὶ τὴν ἀρτηρίαν,
10. ἐν δὲ τοῖς πρηνέσιν ὡς ἂν κάτω ῥέπον ἐκκρεμαννύμενόν
11. τε καὶ πλεῖστον ἀφιστάμενον. διὰ τοῦτο ἐν μὲν τοῖς
12. ὑπτίοις σχήμασιν ἐν τῷ διΐστασθαι τὴν ἀρτηρίαν ἀπὸ τῶν
13. ὑψηλοτέρων ἐπὶ τὰ πλάγια περιῤῥέον, διπλοῦταί τε καὶ οἷον
14. ῥυτιδοῦται, καὶ πλεῖστον ἀθροιζόμενον ἐνταῦθα κωλύει
15. κατὰ ταῦτα μάλιστα τὰ μέρη, τὸ μέγεθος τοῦ σφυγμοῦ. ἐν
16. δὲ τοῖς πρανέσιν οὐδαμοῦ βαρῦνον, οὐδὲ διακωλύον τὴν κίνησιν
17. τῆς ἀρτηρίας, οὐδὲ τοῦ μεγέθους τοῦ κατὰ τὸν σφυγμὸν
18. ἀφαιρεῖται. πῶς οὖν οὐ καὶ κατὰ τὸ βάθος ἐπὶ πλέον
19. ἐνταῦθα φαίνεται διαστελλόμενος ὁ σφυγμὸς, ἢ εἰ μὴ πλέον,
1. ἀλλὰ τό γ’ ἴσον τῇ κατὰ τὸ ὕπτιον; ὅτι τῇ τοῦ πλάτους τε
2. καὶ τῇ τοῦ μήκους αὐξήσει κατακρύπτεται τὸ βάθος. καὶ
3. ἄλλως, οὗπερ ἕνεκα πάντα ταῦτα λέγεται, χρόνῳ πλέονι φαινομένης
4. ὡς πρὸς τὴν ὄψιν κινεῖσθαι τῆς ἐν τοῖς ἄνω μέρεσι
5. τοῦ κώλου τεταμένης τῆς ἀρτηρίας, συμφαντάζεται καὶ ἡ
6. εἰς ὕψος ἄνοδος μείζων γίνεσθαι. τὸ γὰρ ἐν χρόνῳ πλέονι
7. φαινόμενον ἄνω φέρεσθαι ῥᾳδίως ἀναπείθει τὴν ὄψιν, ὡς
8. κατὰ μείζονος διαστάσεως ἐνηνεγμένον, τὸ δὲ φέρεται μὲν
9. κατὰ τῆς ἴσης, πρός γε τὴν ἀλήθειαν, ὅπως ἂν ἔχῃ θέσεως
10. ἡ ἀρτηρία, τῷ δὲ προτέραν εἰς τὸ δέρμα διαδίδοσθαι τὴν ἐν
11. τοῖς ὑπτίοις σχήμασι κίνησιν ὁ χρόνος αὐξανόμενος, ὡς πρὸς
12. τὴν ὄψιν, ὁ τῆς διαστολῆς τὴν τοῦ βάθους οὕτως συναύξει
13. φαντασίαν. ταῦτά τε οὖν τὰ φαινόμενα καὶ ἄλλα τινὰ παραπλήσια
14. τὰ πρῶτα μέρη τῆς διαστολῆς ἐκφεύγειν ἐνδείκνυται
15. τὴν ὄψιν. ὅσον δέ ἐστι ταύτης τῆς κινήσεως τὸ τῇ
16. ὄψει αἰσθητὸν, τοσοῦτον καὶ τῇ ἀβιάστῳ ἁφῇ κατά γε τοὺς
17. σφοδροὺς σφυγμοὺς, ἐπὶ τῶν γε ἀμυδρῶν, ἔλαττον πολλάκις.
18. φανερὸν μὲν γὰρ, ὡς οὐκ ἐνδέχεται κατὰ τὸν τοιοῦτον
1. τρόπον τῆς ἐπαφῆς αἰσθέσθαι τῶν πρώτων τῆς διαστολῆς,
2. ἀλλ’ οὐδ’ εἰ ψαύοις ἐπιπολῆς, οἷον αἰωρῶν τὴν χεῖρα. λοιπὸν
3. οὖν, εἴπερ ἄρα, ἐν ταῖς θλιβούσαις ἐπιβολαῖς τῆς χειρὸς
4. αἰσθέσθαι δυνατὸν τῶν πρώτων τῆς διαστολῆς. ἀλλ’ ὅτι γε
5. μὴ κατὰ πάντας τοὺς σφυγμοὺς, ἀλλ’ εἴπερ οἷόν τε, κατὰ
6. μόνους τοὺς σφοδροὺς, ἄντικρυς δῆλον, εἴ τι μεμνήμεθα τῶν
7. εἰρημένων. τοῦτο μὲν δὴ ἡμῖν μέχρι τοσούτου προελήλυθε,
8. τὸ μηκέτ’ ἄλλην τινὰ ἐπιβολὴν μήτ’ ἄλλον σφυγμὸν ὡμολογῆσθαι
9. τὴν ἀρχὴν τῆς διαστολῆς αἰσθητὴν ἐγχωρεῖν ἐργάζεσθαι,
10. πλὴν τῆς μετὰ θλίψεως ἐν τοῖς σφοδροῖς γινομένης,
11. ἑξῆς δ’ ἴδωμεν, εἰ τοῦτ’ αὐτὸ τὸ ἐνδεχόμενον ὄντως ἀληθές
12. ἐστιν, ἢ μόνον πιθανόν. ἐμοὶ μὲν γὰρ δοκεῖ κᾀν τούτοις
13. διαφεύγειν ἔτι τὰ πρῶτα τῆς διαστολῆς, οὐ μὴν ὁμοίως γ’
14. ὥσπερ ἐπὶ τῶν ἄλλων σφυγμῶν, ἀλλὰ παντελῶς ἐλάχιστον
15. εἶναι τὸ λανθάνον. μάθοις δ’ ἂν, εἰ νοήσαις, ὡς
16. ἀναγκαῖόν ἐστι τὴν ἐκ τῆς ἀρτηρίας ἀρχομένην κίνησιν διαδοθῆναι,
17. πρώτοις μὲν τοῖς περικειμένοις σώμασιν, εἶτα
18. τῷ δέρματι παντὶ, καὶ τότ’ ἤδη τοῖς ἡμετέροις δακτύλοις.
1. οὔκουν ἐνδέχεται παντάπασιν ἄχρονον εἶναι τὴν οὕτω γινομένην
2. τῆς κινήσεως μετάληψιν. εἰ δὲ τοῦτ’ ἀληθὲς εἴρηται, λανθάνειν
3. ἀναγκαῖόν ἐστι τὴν ἀρχὴν τῆς κινήσεως. ἀλλὰ κᾀκ τοῦ
4. πολὺ μακροτέρας αἰσθάνεσθαι τὴν ἁφὴν τῆς μετὰ τὸ συνιζῆσαι
5. τὴν ἀρτηρίαν πρὸ τοῦ διαστέλλεσθαι γιγνομένης ἡσυχίας
6. ἤπερ τῆς μετὰ τὸ διασταλῆναι πρὸ τοῦ συνιζάνειν
7. οὐκ ἀλόγως ἄν τις ὑπονοήσειεν, ἐκφευγόντων ἡμᾶς μορίων
8. τινῶν τῆς ἐντὸς κινήσεως τοῦτο γίνεσθαι. δῆλον γὰρ, ὡς
9. εἴπερ ἄληπτον τὸ πρῶτον τῆς διαστολῆς, εἴη ἄν καὶ τὸ τῆς
10. συστολῆς ἔσχατον ἀδιάγνωστον. οὐ γὰρ ἄν ποτε πλείονος,
11. ἢ μείζονος αἴσθοιτο κινήσεως κατὰ τὴν συστολὴν ἡ ἁφὴ, εἴ
12. γε ἀσμενιστέον ἐστὶ κᾂν τῆς ἴσης αἰσθέσθαι τῆς διαστολῆς.
13. δηλοῦσι δὲ τοῦτο οἱ μηδόλως αὐτὴν αἰσθητὴν εἶναι λέγοντες,
14. οὐκ ὀλίγοι τὸν ἀριθμὸν ὄντες, οὔτ’ εὐκαταφρόνητοι κατὰ τὴν
15. ἐν τῇ τέχνῃ τριβήν. ἡμεῖς δ’, ὅτι μὲν αἰσθητὴ, καὶ πότε,
16. μάλιστα φθάνομεν ἤδη δεδιδαχότες, συναπεδείξαμεν δὲ καὶ
17. ὡς οὐκ ἐνδέχεται πλείονος αἰσθάνεσθαι κινήσεως τὴν ἁφὴν ἐν
1. ταῖς συστολαῖς ἤπερ ἐν ταῖς διαστολαῖς, πλὴν εἰ μεταβολή
2. ποτε κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἢ τῆς συστολῆς γίγνοιτο.
3. τοῦτο δ’ ἐν ταῖς συστηματικαῖς ἀνωμαλίαις συμβαίνει. κείσθω
4. τοίνυν καὶ διὰ τὸ τῆς ἐντὸς ἠρεμίας μέγεθος ἐκφεύγειν τὴν
5. αἴσθησίν ποτε τό τε τῆς συστολῆς πέρας καὶ τὴν τῆς διαστολῆς
6. ἀρχὴν, καὶ ἡμῖν ἤδη καὶ τὸ ἕτερον τῶν ζητημάτων
7. τὴν προσήκουσαν ἐχέτω τελευτήν. ἑξῆς γὰρ ἦν τῷ περὶ τῆς
8. διαστολῆς, εἰ ἔστιν αἰσθητὴ πᾶσα, τὸ περὶ τῆς συστολῆς
9. ὁμοίως ἐπισκέψασθαι. φαινόμεθα δ’ ἐξ ὧν περὶ τῆς διαστολῆς
10. εἴπομεν ἤδη καὶ τὸν περὶ τῆς συστολῆς πεπληρωκέναι
11. λόγον. εἰ γὰρ οὐκ ἐνδέχεται πλείονος αἰσθέσθαι κινήσεως ἐν
12. ταῖς συστολαῖς, ἀλλ’ ἤτοι τῆς ἴσης τῇ κατὰ τὰς διαστολὰς,
13. ἢ ὅπερ ἀληθὲς, ἐλάττονος, πάσης δ’ οὐκ αἰσθανόμεθα τῆς
14. ἐν ταῖς διαστολαῖς, δῆλον ὡς οὐδὲ πάσης αἰσθανόμεθα τῆς
15. ἐν ταῖς συστολαῖς.
⟨
(De dign. puls.) [n° 063 Fichtner] [GalLat]
De dignoscendis pulsibus
Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1
De dignoscendis pulsibus, 1.8, ed. Kühn, 1824, vol. 8, p. 806-817. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:1.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩