ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ
ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Β.
1. Ὅπως μὲν οὖν χρὴ τὰ μέρη τοῦ σφυγμοῦ
2. διαγινώσκειν ἐν τῷ πρὸ τοῦδε λόγῳ δεδήλωται· ὡς δ’ ἄν τις
3. καὶ τὰ τοῖς μέρεσιν αὐτοῖς ὑπάρχοντα γνωρίζειν ἱκανὸς εἴη,
4. νῦν ἐροῦμεν, ἀπὸ τοῦ τῆς διαστολῆς ἀρξάμενοι λόγου. καὶ
5. γὰρ κυριώτατον τοῦτο τῶν τοῦ σφυγμοῦ μερῶν καὶ πλείστην
6. μὲν ἔχον τὴν ποικιλίαν τῆς διαγνώσεως, πλείστην δὲ τῆς δι’
7. ἑαυτοῦ προγνώσεως τὴν χρείαν. ὄντων δὲ πλειόνων τῶν ὑπαρχόντων
8. ταῖς διαστολαῖς, κυριώτατον ἁπάντων καὶ κατὰ τὸν
1. τῆς οὐσίας τῶν σφυγμῶν μάλιστα λόγον ἡ κίνησίς ἐστιν.
2. ἁπάσῃ δὲ κινήσει χρόνος τέ τις ἐν ᾧ γίνεται συμβέβηκε καὶ
3. τάχος, ἢ βραδύτης, ἢ ὁμαλότης, ἢ ἀνωμαλία, καὶ πρὸς
4. τούτοις ἔτι διάστημα καθ’ οὗ φέρεται. περὶ τούτων οὖν
5. πρῶτον λεγέσθω. καὶ γὰρ οὐδὲ δοκεῖ τοῖς πλείστοις τῶν ἰατρῶν
6. ἑτέρα μὲν ἡ τοῦ χρόνου τῆς κινήσεως εἶναι διάγνωσις,
7. ἑτέρα δ’ ἡ τοῦ τάχους τε καὶ τῆς βραδύτητος. εἰ γὰρ γνωσθείη
8. πόσος τίς ἐστιν ὁ χρόνος, εὐθὺς καὶ πότερα ὠκέως, ἢ
9. βραδέως, ἢ συμμέτρως κεκίνηται, δῆλον ὑπάρχειν φασίν.
10. ἐμοὶ δ’ ἑτέρα μὲν ἡ τοῦ χρόνου φαίνεται διάγνωσις, ἄλλη
11. δὲ ἡ κατὰ βραδύτητα καὶ τάχος. οὐ γὰρ εἰ βραχύτερος ὁ τῆς
12. κινήσεως εἴη χρόνος, ἤδη καὶ τὸν σφυγμὸν ὠκύτερον εἶναί
13. φημι. τὴν δ’ ἀπάτην τοῖς οὕτως ὑπολαμβάνουσιν ἐκ τοῦ
14. κατὰ τὸν ταχὺν καὶ βραδὺν σφυγμὸν ὅρου νομίζω γεγονέναι,
15. ὃς, ἐὰν μὲν τοῦθ’ ὃ νοοῦσιν οὗτοι δηλοῖ, μοχθηρός ἐστιν,
16. εἰ δ’ ὡς ἡμεῖς ἀκούομεν, ὁ μὲν ὅρος ὀρθὸς, οὗτοι δ’ οὐ
17. συνιᾶσιν αὐτοῦ. λέγει μὲν γὰρ ὁ ὅρος, ταχὺν εἶναι σφυγμὸν
18. τὸν ἐν ὀλίγῳ χρόνῳ τὴν κίνησιν περιγράφοντα καὶ βραδὺν
19. τὸν ἐν πολλῷ. τοῦ δ’ ὀλίγου καὶ τοῦ πολλοῦ πρὸς τὶ λεγομένων,
1. οὗτοι μὲν οἴονται τοὺς τῶν σφυγμῶν χρόνους ἀλλήλοις
2. παραβάλλεσθαι. τὸ δ’ ἀληθὲς οὐκ οὕτως ἔχει.
3. πολλάκις γὰρ ἡ τοῦ μακρότερον τὸν χρόνον ἔχοντος σφυγμοῦ
4. κίνησις ὠκυτέρα τῆς τὸν βραχύτερον ἐχούσης ἐστίν. καὶ
5. τοῦτ’ εἰ μή τις ἀκριβῶς διαγνοίη, πολλὰ καὶ μεγάλα τῶν ἐκ
6. τῆς διὰ σφυγμῶν προγνώσεως εὑρισκομένων ἀγνοήσει. τοῖς
7. μὲν οὖν ἡμῶν πεπειραμένοις ἐπ’ αὐτῶν τῶν ἀῤῥώστων καὶ
8. τόπους πεπονθότας πολλάκις εἰρηκότων, πρὶν γυμνῶσαι τὰ
9. μέρη, καὶ τῶν ἐπιγινομένων τε καὶ προγεγονότων αἰτίων
10. καὶ συμπτωμάτων ἕκαστον οἶδ’ ὅτι τῶν νῦν λεχθησομένων
11. οὐδὲν ἄπιστον εἶναι δόξει. τὴν γὰρ ἀκριβεστάτην ἁπασῶν πίστεων
12. ἐσχήκασιν οὗτοι διὰ τῆς τῶν προῤῥηθέντων ἀληθείας,
13. τοῖς δ’ ἄλλοις ἄπιστος τήν γε πρώτην ὁ λόγος φαίνεται
14. καὶ θρασὺς, εἰ τοσούτους τε καὶ τοιούτους ἰατροὺς σφάλλεσθαι
15. λέγοιμεν ἐν ταῖς τοῦ τάχους τε καὶ τῆς βραδύτητος διαγνώσεσιν.
16. εἰ δ’ ἀνάσχοιτό τις καὶ προσοῖτο τῶν νῦν λεγομένων
17. ἐπακοῦσαι λόγων, οἶδ’ ὅτι κᾂν μὴ τελέως αὐτὸν πείσω
18. πιστεύειν, ἀλλ’ ἀποστήσω τοῦ παντάπασιν ἀπιστεῖν τοῖς λεγομένοις.
1. οὐ γὰρ οἷόν τε μεταπεῖσαι ῥᾳδίως περὶ τῶν ἐκ μακροῦ
2. χρόνου παμπόλλοις ὡμολογημένων, καὶ μάλισθ’, ὅταν
3. οὕτω παμπόλλης τε καὶ ἀκριβοῦς δέηται θεωρίας. καὶ εἰ τῇ
4. θεωρίᾳ δέ τις αὐτῶν παρακολουθήσειεν, ἀλλ’ ἵνα καὶ τῇ
5. πείρᾳ γε κρίνῃ, παμπόλλης γε δεῖται κατὰ τὴν ἁφὴν τριβῆς.
6. ὁ γοῦν μυρμηκίζων καλούμενος σφυγμὸς, ἀκριβοῦς αἰσθήσεως
7. δεόμενος εἰς διάγνωσιν, ὡς ἂν εἰς ἐσχάτην ἀμυδρότητά τε καὶ
8. μικρότητα καταπεπτωκὼς, τὴν ἀρχὴν ὅλως ἐστὶ λανθάνων
9. τοὺς ἀγυμνάστους τὴν ἁφήν. ὥστε πολλάκις ἀσφύκτους εἶναι
10. λέγουσι τοὺς ἀνθρώπους ἐφ’ ὧν ὁ τοιοῦτος εὑρίσκεται σφυγμός.
11. εἰ τοίνυν τοῖς ταχὺν εἰποῦσιν αὐτὸν ἀντιλέγοιμι, καὶ
12. πόθεν ἐσφάλην δεικνύοιμι, τίς ἄν μοι κριτὴς γένοιτο; τοὺς
13. γὰρ μηδ’ εἰ τὴν ἀρχὴν ὁ σφυγμὸς οὗτος ὑπάρχει τῷ νοσοῦντι
14. διαγνῶναι δυναμένους πῶς ἂν ποῖός τίς ἐστι διδάξαιμι;
15. ταῦτ’ ἄρα καὶ λέγειν ὀκνῶ περὶ τῆς τοιαύτης θεωρίας.
16. ἀρκεῖ γὰρ ἐπὶ τῶν ἔργων δεικνύναι τὴν ὕπαρξιν αὐτῆς.
17. ἐπεὶ δ’, ὅπερ ἐλέχθη καὶ καταρχὰς, οὐ πρὸς τοὺς πολλοὺς
18. ταῦτα τὰ γράμματα σύγκειται, ἀλλὰ τὸν ἕνα τῶν μυρίων
1. ἄξιον ἀναμένει, δι’ ἐκεῖνον γραπτέον τοὺς λόγους, οἳ μυριάκις
2. πρότερον ὡς ἀδύνατοί τε καὶ ἀλαζόνες προπηλακισθήσονται,
3. πρὶν εἰς τὸν ἄξιον ἀφικέσθαι. δέομαι γὰρ ἐγὼ νῦν ἀκροατοῦ
4. τινὸς, οἷος ἦν Ἀρχιγένης, ἵν’ εἴπω πρὸς αὐτὸν οὑτωσί· τί δή
5. ποτ’, ὦ γενναιότατε, ταῦτα γράφεις ἐν τῷ περὶ σφυγμῶν σου
6. γράμματι, περὶ τοῦ μυρμηκίζοντος σφυγμοῦ διαλεγόμενος ὡδί
7. πως κατὰ λέξιν; σύνθετος δέ μοι δοκεῖ εἶναι ἐκ μικρότητος,
8. ἀμυδρότητος, πυκνότητος, ἀναγκαίως δὲ καὶ ταχύτητος. οὐ
9. γὰρ οἶδα τί σοι βούλεται τὸ πάντων ἔσχατον εἰρημένον. ὥστε
10. τά γε πρὸ τούτου συνίημί τε καὶ ἀποδέχομαι παντὸς μᾶλλον
11. ἀληθῆ τε ὄντα καί σοι πρέποντα. τὸ δ’ ἀναγκαίως ἐζεῦχθαι
12. ταχύτητα τῷ μυρμηκίζοντι πῶς εἴρηται ζητῶ. πλέον γάρ ἐστι
13. τοῦ ψιλῶς ῥηθέντος ἂν, χωρὶς τοῦ προσκεῖσθαι τὸ ἀναγκαίως.
14. καὶ ἦν μὲν ἂν καὶ τοῦτο ψεῦδος. ἀλλ’ ἄνευ προσθήκης εἰρημένον
15. ἐν μόνῃ τῇ τῆς ἁφῆς ἁμαρτίᾳ ἐφαίνετ’ ἂν ἔχειν τὴν
16. ἀπάτην, τὸ δ’ ἀναγκαίως προσκείμενον λογικήν τιν’ ὑπόληψιν
17. ἐμφαίνει. τίς οὖν ἐστιν αὕτη μαθεῖν ἐδεόμην. ἐγὼ μὲν
18. γὰρ οὐδὲ μίαν ἀνάγκην ὁρῶ, δι’ ἣν ἄῤῥωστόν τε καὶ πυκνὴν
1. καὶ μικρὰν κίνησιν εὐθὺς καὶ ταχεῖαν εἶναι νομιῶ. οὐδὲ γὰρ
2. αὐτὸς ὁ μύρμηξ, ᾧ παρώνυμος ὁ σφυγμὸς, τῶν ὠκέως κινουμένων
3. ἐστὶν, ἀλλὰ βραχείας μὲν αὐτοῦ καὶ ἀμυδρὰς καὶ
4. πυκνὰς τὰς κινήσεις ὁρῶμεν, ὠκείας δὲ οὐδαμῶς. τίνι
5. γὰρ τούτων ἐξ ἀνάγκης ὠκύτης ἕπεται; πότερον τῇ ἀμυδρότητι;
6. ἀλλὰ θαυμάζοιμ’ ἂν, εἴ τις τῶν ἄλλων ἁπάντων ἐπίσης
7. ἐχόντων, διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὠκέως κινήσεται,
8. τοὐναντίον γὰρ ἅπαν ἐπὶ τοῖς ἄλλοις ὡσαύτως ἔχουσιν
9. ἡ ῥώμη τῆς δυνάμεως προσιοῦσα ταχεῖαν τὴν κίνησιν ἐργάζεται,
10. ὡς κᾀν τοῖς περὶ σφυγμῶν αἰτίοις ἀποδείκνυμεν. ἀλλ’
11. οὐδ’ ἡ πυκνότης αἰτία τοῦ τάχους. τίς γὰρ ἀνάγκη τὸν πυκνῶς
12. Ἀθήνηθεν εἰς τὸν Πειραιᾶ πορευόμενον εὐθὺς καὶ τρέχειν;
13. ἄλλαι μὲν γὰρ αἰτίαι τοῦ πυκνῶς τι πράττειν, ἄλλαι
14. δὲ τοῦ ταχέως. ἀλλ’ ἴσως διὰ τὴν μικρότητά φησιν ἐξ ἀνάγκης
15. εἶναι τὸν μυρμηκίζοντα σφυγμὸν ταχύν. τί γὰρ ἄλλο τις
16. ἐπινοήσει; εὔλογον μὲν οὖν τό γε τοιοῦτον, εἰ δὲ καὶ ἀληθὲς
17. ἤδη σκοποῦμεν. ἀναγκαῖον μὲν γάρ ἐστι τὴν ἀρτηρίαν κατὰ
18. βραχυτάτης διαστάσεως φερομένην ἐλάττονα χρόνον ἀναλοῦν
1. ἤπερ ὅτε κατὰ μεγίστης ἐφέρετο, οὐ μὴν ἥτις ἐν ὀλίγῳ χρόνῳ
2. περιγράφεται κίνησις, ἀναγκαῖόν ἐστι ταύτην ὠκεῖαν εἶναι.
3. τὴν οὖν ἐν πολλῷ χρόνῳ γινομένην ὠκεῖαν εἶναι λέγεις; ἴσως
4. ἄν τις ἐπανέροιτο. ἐγὼ δ’ οὐ ταύτην φημί. καθόλου γὰρ
5. οὐκ ἀξιῶ τοῦ χρόνου τὸ ποσὸν ἐπισκοπεῖσθαι μόνον, ἀλλὰ
6. καὶ τῆς διαστάσεως. ὅταν οὖν ἐθέλῃς πυθέσθαι μου τὴν ἐν
7. ὀλίγῳ χρόνῳ γινομένην κίνησιν, ὁποίαν τινὰ εἶναί φημι, πρόσθες
8. εὐθέως τὸ ποσὸν τῆς διαστάσεως, ἵν’ ἀποκρίνω καί σοι.
9. εἰ δὲ μὴ, ἀλλ’ ἐγὼ προσθήσω καὶ διωρισμένως ἐρῶ, τὰς ἐν
10. ἐλάττονι χρόνῳ γινομένας κινήσεις οὐκ ἐξ ἅπαντος εἶναι τῶν
11. ἐν πλέονι συντελουμένων ὠκυτέρας. ἀλλ’ εἰ μὲν ὁ αὐτὸς
12. ὑπάρχει λόγος τῷ τε χρόνῳ πρὸς τὸν χρόνον καὶ τῇ διαστάσει
13. πρὸς τὴν διάστασιν, ἰσοδρομοῦσιν· εἰ δ’ ἤτοι τοῦ χρόνου
14. πρὸς τὸν χρόνον, ἢ τῆς διαστάσεως πρὸς τὴν διάστασιν
15. ὁ λόγος μείζων γένοιτο, τὴν μὲν ὠκυτέραν οὕτως, τὴν δὲ
16. βραδυτέραν ἔσεσθαί φημι κίνησιν. ἐμοὶ μὲν εἴρηται τὸ πᾶν·
17. σὺ δ’ εἰ μὲν ἐνόησας, ἔχοι τάχ’ ἂν ἤδη τὴν προσήκουσαν ὁ
18. λόγος τελευτήν· εἰ δ’ οὐκ ἐνόησας, ἐξηγήσομαί σοι διὰ
1. μακροτέρων τὸ ταχέως εἰρημένον. ὅσαι μὲν ἐν ἴσοις χρόνοις
2. ἵσα μήκη διέρχονται, κινήσεις ταύτας ἰσοχρόνους τε καὶ ἰσοδρόμους
3. ὀνομάζομεν· ὅσαι δ’ ἐν ἴσῳ μὲν χρόνῳ, μείζονα δ’
4. ἀνύουσι διαστήματα, ταύτας ὠκυτέρας. ὁμοίως δὲ καὶ ὅσαι
5. διάστημα μὲν ἴσον, ἐλάττονι δὲ χρόνῳ. παραδείγματος δ’
6. ἕνεκα δύο τινὲς ἄνθρωποι σταδίους πεντήκοντα διερχέσθωσαν
7. ὥρᾳ μιᾷ, ἰσοδρόμους ἂν εἴποις τοὺς τοιούτους· εἰ δ’ ὁ μὲν
8. ἕτερος ὥρᾳ μιᾷ διανύσειεν, ὁ δ’ ἕτερος τριάκοντα, δῆλον ὡς
9. θᾶττον ἂν εἴη κινούμενος ὁ πρότερος ὁ τὴν μείζονα διάστασιν
10. ἐν ἴσῳ χρόνῳ διελθών. εἰ δὲ τοὺς πεντήκοντα σταδίους
11. ὁ μὲν ὥρᾳ μιᾷ, ὁ δὲ τρισὶν εἰ οὕτως ἔτυχε διέλθοι, δῆλον
12. ὡς ὁ πρότερος ὠκύτερος, εἴ γε τὸ ἴσον διάστημα θᾶττον
13. ἤνυσεν. ἐν μὲν δὴ τούτοις οὐδὲν ἀσαφές. ἴσως δ’ ἐν τοῖς
14. ἐφεξῆς, ἄν γε μὴ προσέχωσι τὸν νοῦν· προσέχουσι δὲ κᾀκεῖνα
15. παραπλησίως τούτοις ἔσται σαφῆ. ποιήσωμεν γὰρ δυοῖν
16. τινων κινήσεων τὴν μὲν ἐν ὥρᾳ μιᾷ πεντήκοντα, τὴν δ’
17. ἐν τρισὶν ἑκατὸν πεντήκοντα διανύουσαν σταδίους. ἆρα οὖν
18. καὶ ταύτας ἂν εἴποιμεν ἰσοδρόμους; πάνυ μὲν οὖν. εἰ
19. γὰρ ἡ τοὺς πεντήκοντα κινηθεῖσα σταδίους ἐν ὥρᾳ μιᾷ
1. ταῖς τρισὶν ἔτυχε κινουμένη, πάντως ἄν που καὶ αὕτη πρὸς
2. τοὺς πεντήκοντα τοὺς ἑκατὸν ἐκινήθη. καὶ εἰ τούτους ἐν
3. τρισὶν ὥραις κινουμένη μιᾷ μόνον ὥρᾳ κινηθεῖσα ἔτυχε, πάντως
4. ἂν καὶ ἥδε τοὺς πεντήκοντα μόνους ἐκινήθη. ὥστ’ εἶεν
5. ἂν ἰσόδρομοι αἱ ἐν ἴσοις χρόνοις ἴσα διαστήματα περαίνουσαι.
6. προσέχειν οὖν δεῖ τοῖς τε τῶν διαστάσεων μήκεσι καὶ τοῖς
7. τῶν χρόνων, ἵν’ εἰ μὲν ὃν ἔχει λόγον ἡ διάστασις πρὸς
8. τὴν διάστασιν, τὸν αὐτὸν ὁ χρόνος ἔχοι πρὸς τὸν χρόνον,
9. ἰσοδρόμους εἶναι λέγωμεν τὰς κινήσεις. εἰ δ’
10. ἤτοι μεῖζον ἔχοι τὸ διάστημα πρὸς τὸ διάστημα ἤπερ
11. ὁ χρόνος πρὸς τὸν χρόνον, ἢ ὁ χρόνος πρὸς τὸν χρόνον
12. ἤπερ ἡ διάστασις πρὸς τὴν διάστασιν, μηκέτι ἰσοδρόμους
13. αὐτὰς εἶναι νομίζωμεν. ἔστω γὰρ ἡ μὲν διάστασις τῆς διαστάσεως
14. τετραπλάσιος, ὁ δὲ χρόνος τοῦ χρόνου διπλάσιος·
15. δῆλον ὡς μείζονα λόγον ἡ διάστασις ἕξει πρὸς τὴν
16. διάστασιν ἤπερ χρόνος πρὸς τὸν χρόνον, καὶ οὕτως γένοιτ’
17. ἂν ἡ ἑτέρα τῶν κινήσεων ὠκυτέρα. φέρε γὰρ εἶναι τῆς μὲν
18. τὴν διάστασιν τετρακοσίων πηχέων, τῆς δὲ ἑκατὸν, τὸν δὲ χρόνον
1. τῆς προτέρας μὲν δυοῖν, τῆς δ’ ἑτέρας μιᾶς ὥρας, εἰ τοίνυν
2. ἡ μὲν ἑτέρα τῶν κινήσεων ἐν δυοῖν ὥραις τετρακοσίους διῆλθε
3. πήχεις, ἡ δ’ ἑτέρα ἐν μιᾷ τοὺς ἑκατὸν, δῆλον ὡς, ἐὰν μὲν τὴν
4. προτέραν τοὺς ἑκατὸν μόνους κινουμένην νοήσωμεν, ἐν ὥρας
5. ἡμίσει μέρει κινηθήσεται. καὶ οὕτως ὠκυτέρα τῆς δευτέρας
6. γενήσεται, τὴν ἴσην διάστασιν ἐν ἐλάττονι χρόνῳ κινηθεῖσα.
7. ἐὰν δὲ τὴν δευτέραν τοὺς τετρακοσίους νοήσωμεν κινουμένην,
8. τεττάρων ὡρῶν αὕτη δεήσει, καὶ οὕτως ἔσται βραδυτέρα
9. τῆς προτέρας, εἴ γε τὸ ἴσον διάστημα πλέονι χρόνῳ κινήσεται.
10. φανερὸν οὖν ὡς, ὅταν ἡ διάστασις τῇ διαστάσει παραβαλλομένη
11. μείζονα λόγον ἔχῃ, τῷ χρόνῳ τοῦ χρόνου παραμετρουμένου
12. τὴν τοιαύτην κίνησιν ὠκυτέραν ἀναγκαῖον ὑπάρχειν·
13. εἰ δ’ ἔμπαλιν ἡ τῆς προτέρας κινήσεως διάστασις πρὸς τὴν
14. τῆς δευτέρας ἐλάττονα λόγον εἶχεν ἤπερ ὁ χρόνος πρὸς τὸν
15. χρόνον, ἀναγκαῖον ἂν ἦν τὴν προτέραν εἶναι βραδυτέραν.
16. εἰρήσεται δὲ καὶ αὐτοῦ τούτου παράδειγμα. νόησον γὰρ μοι
17. τῆς προτέρας κινήσεως τὸ μὲν διάστημα τοῦ τῆς δευτέρας
18. διαστήματος εἶναι διπλάσιον, τὸν δὲ χρόνον τοῦ χρόνου
1. τετραπλάσιον, ὥστ’ εἰ τύχοι τὴν μὲν προτέραν τέτταρας πήχεις
2. τέτταρσιν ὥραις κινεῖσθαι, τὴν λοιπὴν δὲ δύο πήχεις
3. ὥρᾳ μιᾷ, δῆλον ὡς, ἐὰν τὴν προτέραν τοὺς δύο μόνους πήχεις
4. νοήσωμεν κινουμένην, δυοῖν ὥραιν κινήσετ’ ἂν, καὶ οὕτως
5. ἔσται τῆς δευτέρας τῆς τοὺς αὐτοὺς δύο πήχεις ὥρᾳ μιᾷ
6. κινουμένης βραδυτέρα. ἄν θ’ ἡ δευτέρα τοὺς τέτταρας πήχεις
7. κινηθῇ, δυοῖν ὥραιν κινηθήσεται, καὶ οὕτως ἔσται τῆς
8. τοὺς τέσσαρας τέσσαρσι κινουμένης ὠκυτέρα. τὸ γὰρ ἴσον
9. διάστημα θᾶττον ἀνύσει. τούτου τοίνυν ὑποκειμένου, δύο
10. τινὰς ἐννοήσωμεν ἤδη σφυγμοὺς ἀνίσους τῆς εἰς ὕψος ἀνόδου.
11. ταύτης γὰρ μάλιστα τῆς διαστάσεως εἰς τὸν λόγον δεόμεθα,
12. καὶ ποιήσωμεν εἰ βούλει παραδείγματος ἕνεκα τὸ μὲν βάθος
13. τοῦ βάθους δεκαπλάσιον, τὸν δὲ χρόνον τοῦ χρόνου διπλάσιον·
14. ἆρ’ οὐ φανερῶς ἡμῖν, εἴ τι μεμνήμεθα τῶν προειρημένων,
15. ὁ σφυγμὸς ὁ δεκαπλάσιον ἔχων τὸ ὕψος ὠκύτερος
16. ἔσται πολὺ θατέρου; εἰ γὰρ τὴν αὐτὴν κίνησιν διαφυλάττων
17. ὁ ταπεινὸς δεκάκις αὐξηθείη κατὰ τὴν τοῦ βάθους διάστασιν,
18. ὁμοίως μὲν ὑψηλὸς γενήσεται θατέρῳ, χρόνῳ δὲ πολλῷ πλέονι
19. ἢ κατ’ ἐκεῖνον. εὑρέθη τοίνυν ταπεινός τις σφυγμὸς βραχυχρόνιος
20. ὑψηλοῦ πολυχρονίου βραδύτερος, καὶ τοῦτ’ ἦν τὸ
1. λεγόμενον ἐξ ἀρχῆς, ὡς ἑτέρα μὲν ἡ τοῦ χρόνου τῆς κινήσεως,
2. ἑτέρα δ’ ἡ τοῦ χρόνου τοῦ τάχους ἐστὶ διάγνωσις. ἀλλ’ ἴσως
3. μέχρι μὲν λόγου ἐπινοεῖται ταῦτα, ταῖς δ’ ἀληθείαις οὐ φαίνεται.
4. καὶ μὴν εἰ παραβάλλοις ἀκμάζοντος ὑγιαίνοντος σφυγμὸν
5. παιδὸς σφυγμῷ μυρμηκίζοντι, δεκαπλασίαν τὴν εἰς ὕψος
6. εὑρήσεις ἄνοδον. εἰ δέ γε τὸν αὐτὸν τοῦτον ἀκμάζοντα διαθερμῄνας
7. μετρίως, ἢ λουτροῖς, ἢ τρίψεσιν, ἢ γυμνασίοις εἰς
8. θυμόν τινα καὶ ἀγανάκτησιν ἐμβάλλοις, οὐ δεκαπλάσιον, ἀλλὰ
9. πέντε καὶ δεκαπλάσιον εὑρήσεις αὐτοῦ τὸ ὕψος τῆς κατὰ τὸν
10. ἐν τῷ παιδὶ μυρμηκίζοντα σφυγμὸν ταπεινῆς διαστάσεως. ἀλλ’
11. ὁ μὲν ἐν τῷ παιδὶ μυρμηκίζων ὑπὸ τῆς ἡλικίας ἐπιβοηθεῖται
12. πρὸς τὸ μὴ παντελῶς βραδὺς εἶναι, τὸν δ’ ἐν τῷ γέροντι
13. μυρμηκίζοντα τίς ἂν εἰδὼς ἅπτεσθαι σφυγμοῦ ταχὺν
14. εἶναι λέγοι οὐ μᾶλλον ἢ τὸν σκωληκίζοντα; τούτου μέν γε
15. βραδύτερος οὐκ οἶδ’ εἴ τις ἄλλος ἐναργῶς φαίνεται σφυγμός.
16. ὁ μὲν γὰρ μυρμηκίζων διὰ βραχύτητα τὴν ἐναργῆ διάγνωσιν
17. ἐκπέφευγε, ὁ δὲ σκωληκίζων οὐδ’ ἀσαφῶς ἐστι βραδὺς,
18. ἀλλ’ εἴπερ τις ἄλλος ἱκανῶς σαφής. τί δή ποτ’ οὖν καὶ τοῦτον
19. ἐν τοῖς ταχέσιν οἱ πλεῖστοι καταριθμοῦνται, εἰ μή τι
1. πρὸς τὸν μυρμηκίζοντα διασώζειν ὁμολογίαν βουληθέντες ὡς
2. ὑπὲρ ἀναισθήτων ἑαυτῶν ἀποφαίνονται; μεταπιπτόντων γὰρ
3. εἰς ἀλλήλους τῶν σφυγμῶν τούτων ῥᾳδίως καὶ τῆς μὲν τοῦ
4. σκωληκίζοντος ῥᾳδίως ἐσχάτης καταπτώσεως τὸν μυρμηκίζοντα
5. γεννώσης, τῆς δὲ τοῦ μυρμηκίζοντος πρώτης αὐξήσεως τὸν
6. σκωληκίζοντα, φανερῶς ἄτοπον αὐτοῖς ἐδόκει ταχὺν μὲν εἰπεῖν
7. τὸν ἕτερον αὐτῶν, βραδὺν δὲ τὸν ἕτερον. ἐπεὶ τοίνυν
8. ἐτύγχανον οὐκ ὀρθῶς ταχὺν εἰρηκότες τὸν μυρμηκίζοντα, διὰ
9. τοῦτ’ ἐξ ἀκολουθίας ὑπέμειναν οὕτω ψευδῶς τε καὶ φανερῶς
10. ἐναργῆ μαχόμενον ὁμολογῆσαι τὸ καὶ τὸν σκωληκίζοντα ταχὺν
11. εἶναι, καίτοι σκώληκος εἰκάζουσιν αὐτὸν πορείᾳ, καθάπερ
12. τὸν μυρμηκίζοντα μύρμηκος, ὅρα πῶς ὠκέων ζώων,
13. εἶθ’ ἅμα μὲν οὕτως εἰκάζουσιν, ἅμα δὲ ταχεῖς εἶναί φασιν
14. οὐκ αἰσθανόμενοι τῆς πρὸς ἑαυτοὺς μάχης. ἐπεὶ δ’ ἅπαξ
15. εἰς τηλικαῦτ’ ἐνέπεσον ἁμαρτήματα καὶ τοὺς ἐπὶ ταῖς
16. στομαχικαῖς διαθέσεσι σφυγμοὺς ἅπαντας ταχεῖς εἶναι
17. λέγουσιν, οὐδ’ αὐτοὺς ἅπαντας ὄντας ταχεῖς, καὶ ἄλλους
18. μυρίους, οὓς ἑτέρωθι μᾶλλον εἰπεῖν οἰκειότερόν ἐστιν.
1. ἅπαντα δ’ αὐτοῖς ἠκολούθησε τὰ τοιαῦτα σφάλματα διὰ
2. τὸ τῆς ἐννοίας τοῦ τάχους ἀδιάρθρωτόν τε καὶ πάντη συγκεχυμένον.
3. μόνῃ γὰρ τῇ βραχύτητι τοῦ χρόνου κρίνοντες τὸν
4. ταχὺν σφυγμὸν, μὴ προσδιορίζοντες δὲ πῶς ἔχει μεγέθους,
5. ἀφ’ ὧν ψευδῶς ἐδόξασαν, ἀπὸ τούτων ἐν τῇ διαγνώσει σφάλλονται.
6. ἀλλ’ ἡμεῖς ἐπεδείξαμεν, οἶμαι, σαφῶς ἕτερον μὲν εἶναι
7. τὸν ὀλιγοχρόνιον, ὡς ἄν τις οὕτω καλέσειε, σφυγμὸν, ἕτερον
8. δὲ τὸν ταχύν. ὡσαύτως δὲ καὶ τῶν ἐναντίων αὐτοῖς ἕτερον
9. μὲν τὸν πολυχρόνιον, ἕτερον δὲ τὸν βραδύν. ἴσως οὖν οἴει
10. τὸ πᾶν ἤδη πεπληρῶσθαι τοῦ λόγου, καὶ γινώσκειν σαφῶς
11. ὅτι ταχὺς σφυγμὸς βραδέος διενήνοχεν. ἐγὼ δ’ ηὐξάμην μὲν
12. ἀποχωρῆσαι τῷ σκέμματι τοσοῦτον λόγον, οὐ μήν γ’ οὕτως
13. ἔχει τἀληθὲς, ἀλλ’ ἔστι τὰ νῦν εἰρημένα προοίμιόν τι τῆς
14. τοῦ ταχέος τε καὶ βραδέος σφυγμοῦ διαγνώσεως. ἐν ἅπαντι
15. γὰρ τούτῳ τῷ προειρημένῳ λόγῳ παραβάλλοντες ἀλλήλαις δύο
16. κινήσεις, τὴν μὲν βραδυτέραν, τὴν δ’ ὠκυτέραν ἀπεδείξαμεν,
17. οὐ μὴν περί τε βραδείας καὶ ταχείας εἴπομέν τι. πάμπολυ δ’
1. ὅσον διενήνοχεν ἢ βραδυτέραν λέγειν κίνησιν, ἢ βραδεῖαν,
2. καὶ αὖθις ὠκυτέραν, ἢ ὠκεῖαν. αὐτίκα τὸν μὲν εἰπόντα βραδυτέραν
3. εἶναι τήνδε τὴν κίνησιν ἐπανερωτῶμεν ἧστινος φησιν
4. αὐτὴν εἶναι βραδυτέραν· ἀεὶ γὰρ ἑτέρας ἡ βραδυτέρα λέγεται
5. βραδυτέρα. τὸν δ’ εἰπόντα βραδεῖαν εἶναι τήνδε τινὰ
6. κίνησιν οὐκ ἔτ’ ἐπανερωτῶμεν ἧστινος, ἢ γελοῖοι δόξομεν
7. εἶναι. καὶ σφυγμὸν δ’ εἰ φαίημεν εἶναι βραδύτερον, ἢ θάττονα,
8. πάντως τις ἡμᾶς ἐρήσεται, τίνος βραδύτερον λέγομεν,
9. ἢ τίνος θάττονα. βραδὺν δ’ εἰπόντων, ἢ ταχὺν, οὐκέτ’ οὐδεὶς
10. ἐπανερωτᾷ τίνος. ἆρ’ οὖν ὁ μὲν ταχὺς καὶ βραδὺς τῶν
11. ἁπλῶς λεγομένων εἰσὶν, ὁ δὲ θάττων τε καὶ βραδύτερος τῶν
12. ἕτερον; ἴσως μέν τις ἐκ προχείρου θήσει τοῦθ’ ὡς ἀληθὲς,
13. ἐμοὶ δ’ οὐχ οὕτως ἔχειν δοκεῖ, ἀλλὰ παμπόλλης δεῖται σκέψεως
14. τά τ’ ἄλλα καὶ ὅτι κοινὴ πλειόνων πραγμάτων ἐστὶν
15. ἡ τοιαύτη θεωρία. οὐ γὰρ δὴ περὶ ταχέος τε καὶ βραδέος,
16. ἢ θάττονος καὶ βραδυτέρου διορίσασθαι χρὴ, περὶ μεγάλου
17. δὲ καὶ μικροῦ καὶ μείζονος καὶ μικροτέρου καὶ τῶν
1. ἄλλων τῶν οὕτω λεγομένων παραλιπεῖν, ἀλλ’ ἐπισκέψασθαι
2. πότερα ταὐτόν ἐστι μείζονα φάναι καὶ μέγαν σφυγμὸν, καὶ
3. μικρότερον αὖ καὶ μικρὸν, ἢ διαφέροντα πράγματα ὑπόκεινται
4. τούτοις τοῖς ὀνόμασι. καὶ τὸν μὲν μείζονα νοοῦμεν ἀεὶ
5. τοῦ μικροτέρου μείζονα, καὶ τὸν μικρότερον τοῦ μείζονος
6. μικρότερον, τὸν μέγαν δ’ οὐδενὸς μέγαν, ἀλλ’ ἁπλῶς, ὥσπερ
7. οὐδὲ τὸν μικρὸν οὐδενὸς μικρὸν, ἀλλ’ ἁπλῶς. τὰ δ’ αὐτὰ
8. καὶ περὶ βραχυτέρου καὶ βραχέος καὶ μακροτέρου καὶ μακροῦ
9. καὶ πλατυτέρου καὶ πλατέος καὶ στενοτέρου καὶ στενοῦ
10. καὶ νὴ Δία μαλακωτέρου καὶ μαλακοῦ καὶ σκληροτέρου καὶ
11. σκληροῦ καὶ τῶν ἄλλων ἁπάντων οὕτω λεγομένων ἄξιον
12. διορίσασθαι. σχεδὸν γὰρ εἰς ὅλην τὴν ἰατρικὴν καὶ τὰς ἄλλας
13. δὲ τέχνας ἁπάσας ἐκτείνεται τὸ σκέμμα. καὶ γὰρ θερμότερον
14. λέγομεν καὶ θερμὸν καὶ ψυχρότερον καὶ ψυχρὸν καὶ ξηρότερον
15. καὶ ξηρὸν καὶ ὑγρότερον καὶ ὑγρὸν, καὶ τό γ’ ἐπὶ πᾶσι τούτοις
16. πλέον γε καὶ πολὺ, καὶ πάλιν ἔλαττόν γε καὶ ὀλίγον.
17. ἐφ’ ἑνὸς οὖν τινος τὸν λόγον ὡς ἐπὶ παραδείγματος βασανίσαντες,
18. εἰ μὲν τύχοιμεν εὑρόντες τι πλέον, οὕτως ἤδη κᾀπὶ
1. τἄλλα πάντα μεταφέρειν πειρασόμεθα τὴν μέθοδον, εἰ δ’
2. ἀπορήσομεν, αὐτὴν γοῦν τὴν ἀπορίαν ἐπὶ πάντα μετοίσομεν,
3. καὶ δυοῖν θάτερον, ἢ χρησιμωτάτην εἰς πολλὰ μέθοδον ἐξευρήσομεν,
4. ἢ τὴν οἴησιν τοῦ δοκεῖν γιγνώσκειν ἃ μὴ γινώσκομεν
5. ἀποθησόμεθα. φέρε δὴ προκεχειρίσθω γὰρ ἡμῖν εἰς
6. τὴν σκέψιν τό τε μέγα καὶ τὸ μικρὸν, ὅπῃ διαφέρει τοῦ μείζονός
7. τε καὶ μικροτέρου. καὶ πρῶτον μὲν ἁπάντων τῶν
8. κατὰ τὸν βίον λεγομένων, ἐν οἷσπερ εἰθίσμεθά τε καὶ τεθράμμεθα,
9. τί νοοῦμεν τὸ μέγα καὶ τί τὸ μικρὸν, ἀναμνήσομεν
10. αὑτούς. ἆρά γε περὶ τὸ μεῖζόν τε καὶ μικρῶν. ἢ μεῖζον μὲν
11. οὐκ ἀνασχόμεθα τοῦ λέγοντος ἁπλῶς, εἰ μὴ προσθείη τὸ
12. τίνος λέγει μεῖζον, μέγα δ’ ἁπλῶς αὐτοί τε λέγομεν καὶ τῶν
13. ἄλλων ἀκούομεν ἄνευ προσθήκης; ἆρ’ οὖν τῶν καθ’ ἑαυτὰ
14. λεγομένων ἐστὶ τὸ μέγα καὶ τὸ μικρόν; ἀλλ’ εἰ τοῦτο, πάντως
15. δήπουθεν ἢ οὐσίας ἐστὶ δηλωτικὰ, ἢ ποιότητος, ἤ τινος
16. τῶν κατὰ τὰς ἄλλας κατηγορίας λεγομένων. οὐσίας μὲν οὖν
17. οὐκ ἔστι δηλωτικὰ, καθάπερ Σωκράτης ἢ Πλάτων ἢ ἵππος
18. ἢ ἄνθρωπος, οὐ μὴν οὐδὲ ποιοῦ τινος, οὔτ’ οὖν σχήματος,
1. οὐδὲ χρώματος, οὐδὲ θέσεως, οὔτε διαπλάσεως, οὐδόλως
2. οὐδενὸς τῶν οὕτω λεγομένων. ἀλλ’ οὐδὲ τὸ ποῦ δηλοῦν πέφυκεν,
3. ἢ τὸ πότε, οὐ μὴν οὐδὲ τὸ κεῖσθαι, ἢ ἔχειν, ἢ ποιεῖν,
4. ἢ πάσχειν, ἀλλ’ ἐν μόνοις αὐτὰ δεῖ ζητεῖν τοῖς κατὰ τὸ ποσὸν,
5. ἢ πρὸς τὶ λεγομένοις. ἐὰν οὖν, ὥσπερ ὀλίγῳ πρόσθεν ἐφαίνετο,
6. μὴ δοκῇ τῆς πρὸς τὶ κατηγορίας ἔχεσθαι, κατὰ τὴν τοῦ
7. ποσοῦ ζητητέον αὐτά. καὶ μὴν ἀπορώτατόν ἐστιν ὁρίσαι
8. πηλίκον χρὴ νοεῖν ἑκάτερον αὐτῶν, ἆρά γε τὸ μὲν σταδιαῖον
9. μέγα, τὸ δὲ πηχυαῖον μικρόν. καὶ μὴν τὸ μὲν ὄρος μικρὸν
10. λέγομεν, κᾄν σταδιαῖον ᾖ, τὸν δὲ μύρμηκα μέγαν, πάμπολυ
11. δηλονότι πήχεος ἀπολειπόμενον. ἀλλ’ ἴσως φησί τις, ὅπερ
12. τῶν ἡμετέρων ἑταίρων ἤρκεσέν τινι, ποσὸν μέν τι δηλοῦσθαι
13. πρὸς. αὐτῶν, οὐ μὴν ἀφωρισμένον γε τοῦτο, καθάπερ τὸ
14. ποδιαῖον, ἀλλ’ ὡς ἐκεῖνος ἔλεγεν, ἐν πλάτει τε καὶ ἀορίστως·
15. ἆρ’ οὖν ἔχομεν ὅροις περιλαβεῖν τὸ πλάτος αὐτῶν, ὥσπερ
16. τῶν ἄλλων τῶν οὕτως λεγομένων οἷον χοροῦ καὶ πόλεως καὶ
17. ὄρους καὶ στρατεύματος καὶ λίμνης; ἕκαστον γὰρ τούτων
1. μετὰ ποσότητος ἀορίστου λέγεται. δυνατὸν μὲν εἰπεῖν, ὡς
2. οὔτε τοὺς τρεῖς, ἢ τέτταρας χορευτὰς ἤδη νοοῦμεν χορὸν, οὐ
3. μὴν οὐδὲ τοὺς μυρίους ἔτι· καθάπερ οὐδὲ πόλιν, οὔτε
4. τὴν ἐκ τριῶν οἰκιῶν συγκειμένην οὔτε τὴν εἰς χιλίους σταδίους
5. ἐκτεταμένην, οὐδ’ ὄρος οὐ τὸ πηχυαῖον μόνον, ἀλλά τι
6. μεῖζον, οὐδ’ αὖ πάλιν τὸ μέχρι τῆς σελήνης ἀνατεταμένον,
7. οὔτε λίμνην συστατικὴν ὕδατος ἀμφορῶν τριῶν, οὐ μὴν οὐδ’
8. ὥστε τὴν γῆν ὅλην ἐπικλύζειν. ἑκάστου γὰρ τούτων εἰ καὶ
9. μὴ δυνατὸν ἀκριβῶς ἀφορίσαι τὸ ποσὸν, ἀλλ’ ἐξευρεῖν γε δυνατὸν
10. πολλὰ σώματα παντελῶς ἐκπεπτωκότα τῆς νοήσεως
11. αὐτῶν ἐφ’ ἑκάτερον, τὰ μὲν τῷ μηδέπω, τὰ δὲ τῷ μηκέτ’
12. εἷναι τηλικαῦτα.