13. Τίνες οὖν ὅροι τῷ μεγάλῳ τε καὶ σμικρῷ,
14. καθάπερ ἑκάστῳ τῶν εἰρημένων, οὐκ ἔχομεν εἰπεῖν, ἀλλ’ εἰς
15. τοσοῦτον ἔτι πλάτος ἡ νόησις ἐκτέταται τοῦ μεγάλου, ὥστε
16. καὶ αὐτοῦ τοῦ κόσμου παντὸς εἰπεῖν, εἴ τι μεῖζον δύναιτό τις
17. νοῆσαι, καὶ τοῦτο δέξεται τὴν τοῦ μεγάλου κατηγορίαν.
18. ἀλλὰ καὶ μύρμηξ καὶ κώνωψ καὶ κέγχρος καὶ εἴ τι τούτου
1. μικρότερον εἴη ζῶον, ἢ σπέρμα, δέχεται τὴν τοῦ μεγάλου
2. κατηγορίαν. οὐ γὰρ μύρμηξ μόνον, ἀλλὰ κέγχρος τις καὶ
3. κώνωψ μέγας λέγεται. δῆλον οὖν τό γε τοσοῦτον, ὡς ἕκαστον
4. τοῖς ὁμογενέσι παραβαλλόμενον ἢ μικρὸν, ἢ μέγα λέγομεν,
5. ἁπλῶς δ’ οὐδέν. καὶ ταύτῃ διήνεγκε τὸ μεῖζον τοῦ
6. μεγάλου, τὸ μὲν μεῖζον παντὸς τοῦ μικροτέρου δύνασθαι
7. μεῖζον λέγεσθαι, τὸ μέγα δ’ οὐ παντὸς, οὗ τινος μεῖζον,
8. ἀλλὰ τὸ μόνον τῶν ὁμογενῶν. οὕτω δὲ καὶ περὶ μικροτέρου
9. καὶ μικροῦ χρὴ διορίζεσθαι καὶ περὶ ταχέος καὶ θάττονος καὶ
10. βραδέος καὶ βραδυτέρου τὸν αὐτὸν τρόπον, εἴ γε καὶ ἵππος
11. βραδὺς λέγεταί τις καὶ μύρμηξ ταχύς. ὁμοίως δὲ καὶ τῶν
12. ἄλλων ἕκαστον ὠνομασμένων εὑρήσεις ἔν τε τοῖς τῶν σφυγμῶν
13. γένεσιν ἅπασι καὶ κατὰ τὴν ὅλην ἰατρικήν. ἤδη δὲ καὶ κατὰ
14. τὸν σύμπαντα βίον τῶν ἀνθρώπων καὶ σκληρὸν καὶ σκληρότερον
15. καὶ μαλακὸν καὶ μαλακώτερον καὶ πυκνὸν καὶ πυκνότερον
16. καὶ τἄλλα πάντα παραπλήσια τὰ μὲν πρὸς ἕτερον
17. ὅ τι δήποτε παραβάλλεται, τὰ δὲ πρὸς μόνα τὰ κατὰ τὸ ἐν
18. αὐτοῖς γένος. ἆρ’ οὖν ἤδη τὸ πᾶν ἔχομεν, ἢ καὶ τούτῳ τις
1. τῷ λόγῳ λείπει διορισμός; οὐ γὰρ ἅπασι τοῖς ἐκ ταὐτοῦ γένος
2. τὸ μέγα παραβάλλοντες οὕτως ὀνομάζομεν. οὐ γὰρ ἂν
3. Ἀχιλλεύς θ’ ἅμα καὶ Αἴας ἐλέγοντο μεγάλοι καὶ Πολυδάμας
4. καὶ Μίλων, εἴ γε τοῦ μὲν Αἴαντος ὁ Ἀχιλλεὺς, τοῦ δὲ Μίλωνος
5. Πολυδάμας ἦν μείζων, ἀλλὰ δῆλον ὅτι τῷ μέσῳ τε
6. καὶ μετρίῳ καὶ συμμέτρῳ προσαγορευομένῳ καθ’ ἕκαστον
7. γένος ὥσπερ κανόνι καὶ κριτηρίῳ τἄλλα παραβάλλοντες,
8. ὅσα μὲν ὑπὲρ αὐτὸ, μεγάλα πάντ’ εἶναι λέγομεν, ὅσα δ’
9. ἐναντία, σμικρά. καὶ τοῦτ’ ἔστιν μὲν κᾀν τῷ βίῳ παντὶ,
10. μάλιστα δ’ οὖν ἐν ταῖς τέχναις· περὶ γὰρ τὴν τοῦ συμμέτρου
11. θήραν ἔχουσιν ἅπασαι, καὶ τοῦτ’ ἐκπορίζειν σπεύδουσι ταῖς
12. οὐσίαις περὶ ἃς καταγίγνονται, καὶ πολὺ σιτίον ἐδηδοκέναι
13. τόνδε τινά φησιν ὁ ἰατρὸς, ὅταν ὑπὲρ τὴν τοῦ τρεφομένου
14. σώματος ᾖ φύσιν, καὶ ὀλίγον αὖθις, ὅταν ἀπολίπηται συμμετρίας
15. τοῦ τρεφομένου. οὕτω γοῦν ἀθλητῇ δύο μνᾶς κρεῶν
16. ὀλίγον εἶναι λέγοντες, τῷ νοσοῦντι πολλάκις ἀπαγορεύομεν
17. χυλοῦ πτισάνης ἐκροφῆσαι λεκάνιον, ὡς πλέον ὂν τοῦ συμμέτρου.
18. καὶ μέγαν οὖν σφυγμὸν καὶ μικρὸν ἐροῦμεν τὸν
1. ἐξιστάμενον τῆς συμμετρίας, καὶ τούτους μὲν πολλοὺς ἑκατέρους,
2. ἕνα δὲ τὸν σύμμετρον, ὃν χρὴ θηρᾶσαί τε καὶ τῇ
3. μνήμῃ παραθεμένους ἐπάγειν τοῖς ἄλλοις ἅπασιν οἷον
4. μέτρον τι δίκαιον ὑπ’ αὐτῆς τῆς φύσεως ὡρισμένον. ὅπως
5. οὖν αὐτὸν ἐξεύρωμεν, ἤδη σκοπῶμεν. ἐπὶ τοῦτο γὰρ ὁ πᾶς
6. σπεύδει λόγος καὶ τούτου χάριν εἴρηται τὰ πρόσθεν ἅπαντα.
7. εὕροιμεν δ’ ἂν αὐτὸν, εἴπερ δυναίμεθα, μεθόδῳ. χρήσιμον γὰρ
8. τοῦτο πρὸς τὸ κατὰ πάντων τῶν συμμέτρων ἕνα λόγον ἔχειν,
9. καὶ μὴ ζητεῖν αὖθις, ὅπως μὲν εὑρίσκειν χρὴ τὸ κατὰ τὴν κίνησιν
10. σύμμετρον, ὅπως δὲ τὸν κατὰ τὴν ἡσυχίαν, ἢ τὸ
11. τῆς ἀρτηρίας σῶμα. καὶ πρῶτον μὲν τοῦτ’ ἴδωμεν, εἰ χρὴ
12. καθ’ ἕκαστον γένος σφυγμὸν ἕνα ζητεῖν τὸν σύμμετρον, ἢ
13. πλείους, ἄλλον μὲν ὡς ἐν ἡλικίᾳ σύμμετρον, ἄλλον δ’ ὡς
14. ἐν ἕξεσι σωμάτων, ἄλλον δ’ ὡς ἐν κράσεσιν, ἄλλον δ’ ὡς
15. ἐν ὥραις, ἢ χώραις, ἢ καταστάσεσιν, ἢ ἐπιτηδεύμασιν, ἢ
16. ψυχικαῖς διαθέσεσιν. ἐν ἅπασι γὰρ τούτοις τοὺς μὲν μεγάλους,
17. τοὺς δὲ μικροὺς, τοὺς δὲ συμμέτρους λέγομεν εἶναι
1. σφυγμοὺς, καὶ τοὺς μὲν ταχεῖς, τοὺς δὲ βραδεῖς, τοὺς δὲ
2. συμμέτρους, καὶ κατὰ τὰς ἄλλας διαφορὰς ὡσαύτως. καὶ
3. τάχ’ ἄν τινι δόξειε τοῦτ’ εὐλογώτερον εἶναι καὶ τῇ χρείᾳ μᾶλλον
4. ὁμολογοῦν, τὸ καθ’ ἕκαστον γένος σφυγμῶν ἕνα ποιεῖν
5. τὸν σύμμετρον. ἐπισκεψώμεθα οὖν ἀκριβέστερον αὐτὸ, καὶ
6. προχειρισάμενοι γένος ἓν σφυγμῶν ὡς ἐν παραδείγματι τὸ
7. τῶν μεγάλων τε καὶ μικρῶν, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν ἐλέγομεν,
8. τὸν μέσον αὐτῶν, καὶ τὸν σύμμετρον ἐξευρεῖν πειραθῶμεν,
9. ἰδίᾳ μὲν ἐν ἡλικίαις, ἰδίᾳ δ’ ἐν ὥραις τε καὶ χώραις
10. καὶ φύσεσι καὶ κράσεσι καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τοιούτοις.
11. ἀρκέσει γὰρ, εἰ τοῦθ’ εὕροιμεν, εἰς τὴν χρείαν, εἴ τε
12. πρόκειται μὲν ἡμῖν τὸν οἰκεῖον ἑκάστου τῶν εἰρημένων σφυγμῶν
13. εἰδέναι, καὶ τὰς εἰς τὸ παρὰ φύσιν ἐκτροπὰς αὐτοῦ διαγινώσκειν.
14. ἡ δὲ νῦν εἰρημένη διδασκαλία φαίνεται τοῦθ’
15. ἡμῖν ἐκπορίζουσα. σκεψώμεθ’ οὖν ἀκριβῶς, εἰ δυνατὸν ἐξευρεῖν
16. αὐτό. φαίνεται γὰρ ἐμοὶ μὲν χαλεπώτατον, ἴσως δὲ καὶ
17. ἀδύνατον. ἡ χαλεπότης δ’ ἐν τῷ μηδὲν τῶν εἰρημένων ἰδίᾳ
1. καὶ καθ’ αὑτὸ λαβεῖν δύνασθαι. πότε γὰρ ἰδίᾳ καὶ καθ’
2. αὑτὴν ἔστιν ἰδεῖν τὴν ἐν ταῖς ὥραις διαφορὰν τῶν σφυγμῶν
3. ἄνευ σώματος, ὃ καὶ μὴ κράσεως πὼς ἔχει καὶ ἕξεως καὶ ἡλικίας
4. καὶ τῶν ἄλλων τῶν εἰρημένων; ὥστ’ οὐκ ἂν ἔχοις εἰπεῖν,
5. ἦρι μὲν τηλικοῦτος σφυγμὸς οἰκεῖος, θέρει δ’ ὁ τηλικοῦτος.
6. ἐρωτηθεὶς γὰρ ἐν τίνι καὶ λέγεις σώματι, πότερον ἐν θερμοτέρῳ
7. τὴν κρᾶσιν, ἢ ψυχροτέρῳ καὶ ἰσχνῷ, ἢ παχεῖ· καὶ ἀκμάζοντος,
8. ἢ γέροντος, ἢ ψυχρῷ χωρίῳ, ἢ θερμῷ, καὶ ἀνδρὸς,
9. ἢ γυναικὸς, καὶ κατὰ τὰς ἄλλας διαφορὰς ὡσαύτως.
10. ὥστε φαίνεται δεῖν κατὰ τὴν ὅλην τῶν ὑποκειμένων σωμάτων
11. φύσιν ἐπισκοπεῖσθαι τὸν οἰκεῖόν τε καὶ οὐκ οἰκεῖον σφυγμὸν,
12. ἵνα εἰδῶμεν, εἰ οὕτως ἔτυχεν, ὅτι Δίωνι μὲν ὁ σφυγμὸς τηλικοῦτός
13. ἐστι φύσει, Θέωνι δὲ τηλικοῦτος. ἀλλὰ καὶ τοῦτ’
14. ἄτοπον, οὐ μόνον τῷ χρῆναι καθ’ ἕκαστον ἄνθρωπον ἰδίαν
15. ἡμᾶς ἔχειν μνήμην τε τῶν οἰκείων σφυγμῶν καὶ μὴ δύνασθαι
16. περὶ μηδενὸς διαγνῶναι μηδὲν ᾧ πρῶτον οὐκ ἐντυγχάνομεν,
17. ἀλλὰ καὶ τῷ μηδ’ ἀπ’ αὐτοῦ τοῦ Δίωνος, εἰ τύχοι, τὸν ἕνα
18. τοῦτον τὸν οἰκεῖον σφυγμὸν ἐν ἑκάστῳ γένει δυνατὸν ἰδίᾳ
1. καὶ χωρὶς τῆς τῶν ἔξωθεν πραγμάτων περιστάσεως λαβεῖν.
2. πότε γὰρ καὶ λήψει; πότερα τοῦ ἐν χειμῶνι Δίωνος, ἢ τοῦ
3. κατὰ τὸ θέρος, καὶ πότερα τοῦ ἐν Ῥώμῃ, ἢ τοῦ ἐν Λιβύῃ,
4. καὶ τοῦ ἰσχνοτέρου γεγονότος, ἢ τοῦ παχυτέρου, καὶ ἀργότερον,
5. ἢ ἐπιπονώτερον διηγημένου, καὶ ἐνδεέστερον, ἢ δαψιλέστερον
6. διῃτημένου, καὶ οἶνον, ἢ ὕδωρ πεπωκότος, ἢ
7. διψῶντος; οὐ γὰρ ἔστιν ἄνευ τούτων καὶ ἄλλων μυρίων
8. περιστάσεων ἰδίᾳ ποτὲ καὶ ταὐτὸ λαβεῖν τὸ Δίωνος σῶμα.
9. μένει τοίνυν καὶ νῦν ἔτι ἡ ἐξ ἀρχῆς ἀπορία. τὸν γὰρ τῇ
10. ὅλῃ φύσει τοῦ ὑποκειμένου σώματος οἰκεῖον σφυγμὸν, ὃν δὴ
11. καὶ σύμμετρον ἐκαλοῦμεν, ἐν ἴσῳ τῷ μέτριον εὑρεῖν ἀδυνατοῦμεν.
12. ἄμεινον οὖν ἴσως μὴ ταύτῃ μετιέναι τὴν περὶ
13. τοῦ σφυγμοῦ διάγνωσιν, ἀλλ’ ὡς τοῖς εἰσαγομένοις ἐγράψαμεν,
14. ἐφ’ ἑκάστου τῶν εἰρημένων αἰτίων τὴν τροπὴν ἐκμαθεῖν.
15. ἔστι γάρ τιν’ εὑρεῖν τοῦ τοιούτου μέθοδον, ἣν καὶ νῦν παραγράψαντες
16. πρότερον ἐφεξῆς ἐπισκεψώμεθα, πότερ’ αὐτάρκης
17. ἐστὶν εἰς ἅπαν, ἢ καὶ αὐτὴ κατά τι ἐλλιπής. εἴη δ’ ἂν ἡ
18. μέθοδος τοιάδε, προχειρισαμένων ἡμῶν ἕνεκα παραδείγματος
1. ἕν τι τῶν τρέπειν τοὺς σφυγμοὺς πεφυκότων αἰτίων, οἷον
2. γυμνάσιον. προτεθέντος γὰρ σκοπεῖσθαι, τίνα τρόπον τῶν
3. σφυγμῶν ἐργάσεται γυμνάσιον τὴν τροπὴν, λαβὼν οὖν τιν’
4. ἄνθρωπον, ἁπάσας αὐτοῦ τὰς διαφορὰς τῶν σφυγμῶν ἐπίσκεψαι
5. πρότερον, εἶτα γυμνάσας αὖθις ἐπίσκεψαι, τίς μὲν
6. αὐτῶν ἐξετάθη, τίς δ’ ἐξελύθη, καὶ μέχρι πόσου, καὶ οὕτως
7. ἐξευρήσεις, ὁπόσον πέφυκε γυμνάσιον τρέπειν τοὺς σφυγμούς.
8. ὁμοίως δὲ καὶ περὶ λουτρῶν καὶ πομάτων καὶ ἐδεσμάτων καὶ
9. τῶν ἄλλων ἁπάντων, ἐκ τῆς καθ’ ἕκαστον ἄνθρωπον πείρας
10. ἕτοιμον εὑρεῖν τὰς τροπάς. οὕτω μὲν ἡ πεῖρα ῥᾴστη, τὰ δὲ
11. τῶν ἐπὶ τῇ τοιαύτῃ πείρᾳ λογισμῶν οὐκέτι ῥᾴδια. κίνδυνος
12. γὰρ ὥσπερ ἐν πάσῃ πείρᾳ σφαλῆναι παρὰ τὸ ἀδιόριστον,
13. οὕτω κᾀνταῦθα. διχῶς δὲ τοῦτ’ αὐτὸ ἀδιόριστον γίνεται,
14. τὸ μὲν τῷ μὴ τεμεῖν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς,
15. τὸ δὲ τῷ μὴ σκέψασθαι τοῖς τρέπουσιν αἰτίοις τίνα
16. μὲν προηγουμένως, ἢ πρώτως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ,
17. τίνα δὲ κατὰ συμβεβηκὸς ἠκολούθησε. τὸ μὲν δὴ μὴ
18. τέμνειν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς τοιόνδε·
1. δεῖται γὰρ ὁ λόγος, ἵν’ ᾖ σαφὴς, παραδείγματος. εἴ τις ἀποφήναιτο
2. τῶν γυμνασαμένων τοὺς σφυγμοὺς τοιούσδε γίγνεσθαι,
3. μὴ διορισάμενος, μήθ’ ᾧ τινι λέγῃ τῷ γυμνασαμένῳ
4. μήτε πῶς γεγυμνασμένῳ μήτε πότε μήθ’ ὁπόσα, παρὰ τὸ
5. μὴ τέμνειν τὸ κοινὸν εἰς τὰς διαφορὰς ἐσφάλη· τίνι γὰρ καὶ
6. λέγω τῷ γυμνασαμένῳ, πῶς ἡλικίας ἔχοντι, πῶς δὲ ἰσχύος,
7. ἢ ἀσθενείας, πῶς δὲ χυμῶν, πῶς δὲ ἕξεως, πῶς δὲ
8. κράσεως, πῶς δὲ τῆς τῶν μορίων τοῦ σώματος συμπηγίας,
9. πῶς δὲ τοῦ πρὸς τὸ γυμνάσιον ἔθους. εἰς τοσαῦτα γὰρ
10. διαιρεῖται τὸ τίνι. τὸ δὲ πῶς ἐγυμνάσατο πάλιν εἰς ἄλλας
11. τέμνεται διαφορὰς, ἆρά γε συντόνως, ἢ οὒ, καὶ ὀξέως, ἢ οὒ,
12. καὶ ὁμαλῶς, ἢ οὔ. καθ’ ἕκαστον γὰρ τούτων οὐχ ὡσαύτως τραπήσεται.
13. ὁμοίως δὲ καὶ περὶ τὸ πότε διαφέρουσαν ἀνάγκη
14. γενέσθαι τὴν τροπήν. οὐ γάρ ἐστι ταὐτὸν ἐδηδοκότα γυμνάζειν
15. ἢ νῆστιν, καὶ λυπούμενον ἢ χαίροντα, καὶ πρόθυμον
16. ἢ ῥᾴθυμον, καὶ ἐῤῥιγωκότα ἢ διατεθερμασμένον, καὶ πλέονα
17. τοῦ δέοντος ἢ ἐλάττονα, ἢ σύμμετρα κεκοιμημένον. ὁμοίως
18. δὲ καὶ περὶ τὸ ποσὸν τῶν γυμνασίων ἡ τροπὴ διάφορας γενήσεται.
19. οὐ γὰρ ὡσαύτως τὰ σύμμετρα τοῖς πλείοσιν, ἢ ἐλάττοσιν
1. ὑπαλλάξει τοὺς σφυγμούς. τὸ δὲ κατὰ συμβεβηκὸς, ἢ
2. πρώτως γίνεσθαι τὴν τροπὴν, ᾧδε χρὴ διορίζεσθαι. μή τι
3. ἆρα περιττωμάτων μὲν ἦν μεστὸς, ἀρξαμένῳ δ’ αὐτῷ
4. γυμνάζεσθαι ῥυέντων εἰς τὴν γαστέρα πλειόνων χυμῶν μοχθηρῶν,
5. ἢ δάκνεσθαι τὸ στόμα συνέβη τῆς γαστρὸς τῇ κακίᾳ τῶν
6. χυμῶν, ἢ βαρυνθῆναι τῷ πλήθει, ἢ ἀνατρέπεσθαί τε καὶ
7. ναυτιᾷν, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον ἢ ἀναλύειν, ἢ ἐκλύεσθαι,
8. ἢ καταψύχεσθαι, ἢ πνίγεσθαι. τούτων γὰρ ἕκαστον
9. ἀλλοιώσει τοὺς σφυγμοὺς καί τις ἴσως οἰήσεται κατὰ
10. τὸν τοῦ γυμνασίου λόγον αὐτοὺς τετράφθαι. καὶ γὰρ εἰ πληθωρικὸς
11. ὢν, καὶ τοῖς κατὰ θώρακα καὶ πνεύμονα νοσωδέστερος,
12. ἀρξάμενος ὠκέως γυμνάζεσθαι, δύσπνους γένοιτο,
13. τραπήσονται μὲν οἱ σφυγμοὶ κατὰ τὸν τῆς δυσπνοίας
14. λόγον, ἴσως δ’ οἰήσεται κατὰ τὰ γυμνάσια. πῶς οὖν χρὴ
15. διορίζεσθαι πρὸς τὸ μηδὲν ἐν τῇ πείρᾳ σφάλλεσθαι, εἴρηται
16. μὲν ἑτέρωθι μακρότερον, εἰρήσεται δὲ κᾀνταῦθα διὰ βραχέων.
17. πάσας τὰς εἰρημένας διαφορὰς εἰς τρεῖς ταύτας ἀναγαγεῖν
18. χρὴ τὰς καθόλου, τὸ μὲν ὑποκείμενον σῶμα παραλαμβάνοντας
19. εἰς τὴν πεῖραν, ὑγιαῖνόν τε καὶ κατὰ μηδεμίαν τῶν
1. ἔξωθεν τροπὴν δυναστευόμενον, τὸ προσαγόμενον δ’ αὐτῷ
2. γυμνάσιον σύμμετρον τῇ ποσότητι φυλάττοντας, ἐν δὲ τῇ
3. τροπῇ σκοπουμένους, μή τι κατὰ συμβεβηκὸς ἀπήντησεν, καὶ
4. οὐ κατὰ ταύτην τοῦ γυμνασίου τὴν φύσιν. ἂν γὰρ εἰς ταῦτα
5. τὰ τρία βλέπῃς, ῥᾳδίως ἐξευρήσεις, πῶς καὶ μέχρι πόσου τρέπει
6. τὸ προσιὸν αἴτιον. καὶ οὕτως ἐξέσται σοι καθ’ ἕκαστον
7. εἶδος αἰτίου τῇ πείρᾳ τὴν τροπὴν ἐκμαθόντι χρῆσθαι πρὸς
8. τὰς ἐν ταῖς νόσοις διαγνώσεις, ῥᾳδίως εὑρίσκοντι, πόσον μὲν
9. ἀπὸ τῶν ἔξωθεν αἰτίων ἐτράπησαν οἱ σφυγμοὶ, πόσον δ’
10. ἀπὸ τοῦ νοσήματος. ὥστ’ οὐκέτι σοι δεήσει προγιγνώσκειν
11. ποῖος ὁ φύσει σύμμετρος, ἀλλὰ τὸν ἑκάστῳ τῶν ὑποκειμένων
12. οἰκεῖον ἐπιστάμενος, εἰς ὅσον οὕτως ὑπό τε τῶν ἄλλων αἰτίων
13. καὶ αὐτοῦ τοῦ νοσήματος ἐτράπη, γνωρίζειν δυνήσῃ.
14. καὶ μὴν εἰ μὴ πρὸς ταῦτα δεοίμεθα τῆς τοῦ συμμέτρου γνώσεως,
15. ἐκ περιττοῦ ζητήσομεν αὐτόν. πῶς οὖν ἐροῦμέν τινα
16. μέγαν, ἢ ταχὺν, πρὶν τὸν σύμμετρον ἐξευρεῖν; ἔτι γὰρ ἔοικε
17. τὸ ἐξ ἀρχῆς φυλάττεσθαι ζήτημα. τί δὲ καὶ δεόμεθα τοῦ μέγαν,
18. ἢ ταχὺν λέγειν; ἀποχρήσει γὰρ ἡμῖν τῶν τρόπων μόνων
1. μνημονεύειν ᾧδέ πως λέγουσι· γυμνάσια σύμμετρα τοὺς
2. σφυγμοὺς εἰς μέγεθος καὶ τάχος καὶ σφοδρότητα καὶ πυκνότητα
3. τρέπει. καὶ τοῦτο φήσομεν καὶ τοὺς ἄλλους βουλομένους
4. δηλοῦν ἐν γυμνασίοις φάσκειν μεγάλους καὶ ταχεῖς καὶ
5. σφοδροὺς καὶ πυκνοὺς γίγνεσθαι τοὺς σφυγμούς. ἀλλ’ ἡμεῖς
6. πρῶτον μὲν οὐχ ἁπλῶς ἐροῦμεν ἐν γυμνασίοις, ἀλλ’ ἐν τοῖς
7. συμμέτροις προσθήσομεν. τὰ γὰρ πλείω τῆς φύσεως τοῦ γυμναζομένου
8. σώματος εἰς ἕτερον εἶδος τροπῆς μεθίστησι τοὺς
9. σφυγμούς. ἔπειτα δ’ οὐδ’ ἁπλῶς οὕτω μεγάλους καὶ ταχεῖς
10. ἐροῦμεν, ἀλλὰ καὶ μείζονας καὶ θάττονας καὶ σφοδροτέρους
11. καὶ πυκνοτέρους καὶ τἄλλα πάντα φήσομεν οὕτως χρῆναι λέγειν,
12. οἷον ὅτι κατὰ μὲν τὰς ἡλικίας μέγιστοι μὲν οἱ τῶν
13. ἀκμαζόντων, μικρότατοι δ’ οἱ τῶν γερόντων, οἱ δὲ τῶν
14. παρακμαζόντων μείζους μὲν τῶν ἐν τοῖς γέρουσιν, ἐλάττους
15. δὲ τῶν ἐν τοῖς ἀκμάζουσιν. καὶ κατὰ τὰς ὥρας ὡσαύτως
16. καὶ κατ’ ἄλλα πάντα τὴν αὐτὴν ποιησόμεθα διδασκαλίαν,
17. ἐν ἑκάστῳ τῶν γενῶν τοὺς σφυγμοὺς ἀλλήλοις παραβάλλοντες,
18. οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν ἀποφαινόμενοι. τῷ μὲν
19. οὖν ἐμπειρικῷ τάχα ἂν ἀρκέσειεν ἡ τοιαύτη διδασκαλία. καὶ
1. μετ’ ὀλίγον ἀκριβέστερον ὑπὲρ αὐτῆς ἐπισκεψόμεθα· τῷ δὲ
2. τὰς πρώτας καὶ συνεκτικὰς ὀνομαζομένας αἰτίας ἑκάστου
3. τῶν σφυγμῶν ἐξευρεῖν βουλομένῳ καὶ σὺν λόγῳ τε καὶ μεθόδῳ
4. τὴν τέχνην ἀσκοῦντι τὸ σύμμετρον ἑκάστῳ τῶν γενῶν
5. ἀναγκαῖον ἐπίστασθαι. φέρε γὰρ ζητεῖσθαι διὰ τί μικρὸς ὁ
6. τοῦ παιδίου σφυγμὸς, εἶτα ἀπορεῖν ἡμᾶς αἰτίας εὐλόγους.
7. καὶ γὰρ καὶ ἀπορήσομεν, ἂν μὴ φθάνωμεν ἀκριβῶς ἐξητακότες
8. τὰς τῶν μεγάλων τε καὶ μικρῶν σφυγμῶν τῆς γενέσεως αἰτίας.
9. οὐ γὰρ εὑρήσομεν ἐπὶ τῶν παίδων τὰς τοὺς μικροὺς
10. γεννώσας. καὶ μὴν εἰ καὶ καθ’ ἓν ὁτιοῦν ὁ τῆς αἰτίας λογισμὸς
11. σφάλλοιτο, κᾀν τοῖς ἄλλοις ἐν οἷς εὐπορεῖν δοκεῖ δικαίως
12. ὑποπτευθήσεται. πάντῃ γὰρ ὁμολογεῖν αὐτὸν, εἴπερ
13. ἀληθής ἐστιν, ἑαυτῷ προσήκει. διὰ ταῦτ’ οὖν ἀναγκαῖον
14. ἐπίστασθαι τὸν σύμμετρον. ἴσως γὰρ καὶ ὁ τοῦ παιδὸς ὑπὲρ
15. τὸν σύμμετρόν ἐστιν. Ἡρόφιλος γοῦν ποτὲ μὲν εὐμεγέθη τὸν
16. σφυγμὸν τοῦτον ὀνομάζει. τί δή ποτ’ οὖν, φησί τις, ὁ Ἀρχιγένης
17. μικρὸν αὐτὸν εἶναί φησιν; ἴσως ἂν εἴποιμί σοι τὴν αἰτίαν
18. τῆς διαφωνίας, ἂν πρότερον γνῷς, ὅτι τὸ προκείμενον
19. ἀποδέδεικται, τὸ δεῖν εἰς τὴν περὶ τῶν ἐν σφυγμοῖς αἰτίων
1. θεωρίαν ἐπίστασθαι τὸν σύμμετρον ἀνδρὶ λογικῷ τ’
2. εἶναι βουλομένῳ καὶ σὺν τῷ τῆς αἰτίας λογισμῷ πάντ’ ἐπίστασθαι
3. προῃρημένῳ. καὶ τοῦτο μὲν ἴσως ἧττον, (ἐρεῖ γάρ
4. τις μὴ βούλεσθαι λογικὸς εἶναι,) τὸ δ’ ὀλίγῳ πρόσθεν ἀναβληθὲν,
5. ὡς ἄξιον σκέψεως, ἤδη θεασώμεθα, τὸ μηδένα
6. τῶν ἐμπειρικῶν δύνασθαι τὴν τήρησιν ἀκριβῆ καὶ διηρθρωμένην
7. ποιήσασθαι, πρὶν τὸν ἁπλῶς σύμμετρον ἐξευρεῖν.
8. ἐπειδὴ γὰρ αὐτῷ πρόκειται μὴ μόνον εἰ τρέπει τοὺς σφυγμοὺς
9. εἰς τάχος, ἢ μέγεθος, ἤ τι τῶν ἄλλων ἡ παροῦσα περίστασις,
10. ἀλλὰ καὶ μέχρι πόσου τρέπει γιγνώσκειν, ἡ γὰρ
11. ὅλη χρεία τῆς διὰ τῶν σφυγμῶν προγνώσεως ἐν τούτῳ μάλιστα
12. περιέχεται, τὸ δ’ ἄχρι πόσου τρέπει διαγινώσκειν ἀμήχανον
13. ἀγνοοῦντα τὸ κατὰ φύσιν, ἀνάγκη προεπίστασθαι τὸ
14. κατὰ φύσιν ἑκάστου τῶν νοσούντων, εἰ μέλλει τὸ ποσὸν τῆς
15. παρούσης τροπῆς διαγνώσεσθαι. οὐ μὴν ἅπασί γε τοῖς νοσοῦσιν
16. ὑγιαίνουσιν ἐνέτυχεν, ἵν’ ἐκ τῆς πείρας μάθοι, εἶτα
17. μεμνημένος παραβάλλοι τοῖς νοσοῦσι τὴν φύσιν. πῶς οὖν
18. ἔτι δυνήσεται δι’ ἐμπειρίας ἔχειν τὸ προκείμενον; ἢ πάλιν κᾀνταῦθα
1. κατὰ κοινότητάς τινας ἡ τήρησις ἔσται; πῶς καὶ τίνα
2. τρόπον; οὐ γὰρ ἔθ’ ὁμοίως ἐνταυθοῖ δυνατὸν, ὡς ἐπὶ τῶν
3. ἔξωθεν αἰτίων, τὰ μὲν ἄλλα φυλάττειν ἄτρεπτα, μόνον δ’
4. ὑπαλλάττειν καθ’ ὃ τὴν τήρησιν ἐποιούμεθα. καὶ γὰρ καὶ
5. χρώματα καὶ σχήματα καὶ ὀσμαὶ καὶ μήκη καὶ πλάτη καὶ βάθη
6. σωμάτων καὶ λεπτότητες καὶ πάχη καὶ ἡ κατὰ γένη τε καὶ ἡλικίας
7. καὶ χώρας καὶ ὥρας καὶ τὴν παροῦσαν κατάστασιν διαφορὰ
8. πᾶσιν ἐξ ἀνάγκης ὑπάρχει τοῖς ἀνθρώποις, ὥστ’ ἐπειδὴ
9. χωρὶς μὲν τούτων οὐκ ἂν εὕροις οὐδένα, τὴν τήρησιν δὲ τὴν
10. ἐν αὐτοῖς χαλεπὸν ἀγαγεῖν ὑπὸ τῶν ὀλίγον πρόσθεν εἰρημένων,
11. ἐπὶ τῶν ἔξωθεν αἰτίων τροπῶν ἑτέρας τινὸς ἡμῖν
12. δεήσει μεθόδου. ὅτι δὲ χαλεπὸν ἐπὶ τούτου τὴν τήρησιν ποιήσασθαι,
13. μάθοις ἂν, εἰ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ δι’ αὐτῶν
14. τῶν ἔργων ἐθέλοις ἐξευρίσκειν ἀνθρώπους δύο καθ’ ἕν τι
15. μόνον ἑκάστοτε διαφέροντας, ἐν δὲ τοῖς ἄλλοις ἅπασιν ὡσαύτως
16. ἔχοντας. οὐ γὰρ εὑρήσεις ῥᾳδίως πρὸς τῷ καὶ παμπόλλας
17. γίνεσθαι τὰς τῶν ἐπαλλάξεων συζυγίας καὶ μακροῦ
18. μὲν χρόνου δεῖσθαι πρὸς τὴν τήρησιν, ἀμηχάνου δέ τινος καὶ
1. θαυμαστῆς μνήμης. τά τε γὰρ ἄλλα καὶ τὰ μηδὲν εἰς τὴν
2. τροπὴν τῶν σφυγμῶν διαφέροντα παραφυλάττειν ἀναγκαῖόν
3. ἐστι μέχρι πλείστου τοῖς ἐμπειρικοῖς, ἵν’ αὐτό γε τοῦθ’,
4. ὅτι μηδὲν διαφέρει, βεβαίως ἐπιγνῶσι. καὶ τοῦτ’ ἔστι τὸ μάλιστα
5. τὴν ἄλογόν τε καὶ ἀμέθοδον κίνησιν εἰς ἀπέραντόν τι
6. χρόνου μῆκος ἐκτοπίζον, καὶ διὰ τοῦτ’ ἀεί φαμεν, ὥσπερ
7. οὖν καὶ δι’ ἑτέρων ἐπέδειξα, τηρήσει μόνῃ συστήσασθαι τὴν
8. τέχνην, ἄνευ λογισμοῦ τῶν ἀδυνάτων ὑπάρχειν. κᾂν εἰ συγχωρηθείη
9. γε ταῦτα πάντα, τὸ γοῦν ποσὸν τῆς καθ’ ἕκαστον
10. αὐτῶν τροπῆς ἀμνημόνευτον γενήσεται πρὸς μηδὲν μέτρον
11. ὡρισμένον ἀναφέρειν ἡμῶν τάς θ’ ὑπερβολὰς καὶ τὰς ἐνδείας
12. δυναμένων. πῶς γὰρ ἄν τις μνημονεύσειεν ἅπαντα
13. ταῦτα, συμπλέξας ἀλλήλοις τὰ τοῖς σώμασιν ἐξ
14. ἀνάγκης ὑπάρχοντα μετὰ τοῦ καθ’ ἕκαστον αὐτῶν ποσοῦ;
15. πάντως γὰρ ἡ συμπλοκὴ τοιάδε, τις ἔσται· τῷ λευκῷ
16. μὲν ἐπὶ τοσοῦτον, εὐρυστέρνῳ δὲ ἐπὶ τοσοῦτον·
17. ὁμοίως δὲ παχεῖ μέχρι τοσοῦδε καὶ πλάτους καὶ βάθους
18. τοῦ κατὰ τὸ σῶμα μέχρι τοσοῦδε, προήκοντι, ἄῤῥενι ὄντι
19. καὶ παιδὶ καὶ ἐν ὥρᾳ θερινῇ καὶ ἐν χωρίῳ φύσει ψυχρῷ
1. καὶ ἐν καταστάσει ξηρᾷ τοιόσδε τις ὁ σφυγμός ἐστι. τοιαύτας
2. γάρ τινας συμπλοκὰς ἀπεράντους τὸ πλῆθος ὑπὸ μηδενὸς ἀνθρώπων
3. μήτε τηρηθῆναι μήτε μνημονευθῆναι δυναμένας,
4. ἀλλ’ ἄχρι λόγου μόνον ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς τὸ
5. δυνατὸν ἐχούσας, ἐπ’ αὐτῶν δὲ τῶν ἔργων τῆς τέχνης
6. ἀδυνάτους ἐξελεγχομένας, ἀναγκαῖον ἔσται συμπλέκειν. εἰ δὲ
7. δὴ καὶ τῷ μᾶλλόν τε καὶ ἧττον ἅπασι τοῖς εἰρημένοις αἱ
8. τοιαῦται συζεύξεις μέλλοιεν ἀλλήλων διαφέρειν, ὥσπερ οὖν
9. διαφέρουσιν, εἰς ὅσην ἀμηχανίαν ἄξουσι τὸν τηρητικὸν, οἶμαι
10. πρόδηλον ὑπάρχειν. ἄμεινον οὖν ἴσως μὴ διατρίβειν ἔτι,
11. μηδ’ ἐγχρονίζειν, ἐνδεικνύμενον τὸ χαλεπὸν καὶ ἀπέραντον
12. τῆς ἐμπειρικῆς τηρήσεως, ἀλλ’ αὐτὸν δεῖξαι μέθοδόν τινα λογικὴν,
13. ᾗ χρώμενοι τὸ παρὰ τῆς ἐμπειρίας χρηστὸν ἑτοίμως
14. ληψόμεθα. τίς δ’ ἂν εἴη μέθοδος; ἡ τοιάδε· μάλιστα τὴν
15. ἀρίστην τοῦ σώματος ἡμῶν ἐξευρόντας κατασκευὴν πρῶτα
16. μὲν ἐπισκέψασθαι χρὴ, ποῖοί τινες οἱ κατ’ αὐτήν εἰσι σφυγμοὶ,
17. καὶ τοῦθ’ οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε ποιητέον, ἀλλ’ ἐν
18. τοιαύτῃ καταστάσει λαβόντας τὸν ἄνθρωπον, ἐν οἵᾳ τὴν
19. οἰκείαν κίνησιν οἱ σφυγμοὶ φυλάττουσιν ὑπὸ μηδενὸς τῶν
1. ἔξωθεν αἰτίων τετραμμένοι. γένοιτο δ’ ἂν τοῦτο μήτ’ ἀργίᾳ
2. μακρᾷ κατεσχημένου μήθ’ ὑπόγυιον γεγυμνασμένου, ἀλλὰ
3. μηδ’ ἐν ἀσιτίᾳ μακρᾷ γεγονότος, ἢ ἀρτίως ἐδηδοκότος. εἶναι
4. δὲ χρὴ καὶ τὸ περιέχον εὔκρατον δηλονότι καὶ τὸν ἄνθρωπον
5. ἔξω τῶν ψυχικῶν παθημάτων, ἐν γαλήνῃ καθαρᾷ τὴν ψυχὴν
6. ἔχοντα. μετὰ δὲ ταῦτα τὰς μοχθηρὰς τοῦ σώματος κατασκευὰς
7. εὑρόντα πρῶτον μὲν ἐξαριθμήσασθαι τὰς διαφορὰς
8. αὐτῶν, ἔπειτα δὲ τάς τε ὑπερβολὰς, καὶ τὰς ἐνδείας τὰς ἐν
9. αὐταῖς κατιδόντα τῇ συμμέτρῳ τε καὶ ἀρίστῃ παραβάλλειν,
10. καὶ λογίσασθαι μὲν πρῶτον, ὅσον εἰκὸς διαλλάττειν τοὺς ἐν
11. ταῖς τοιαύταις φύσεσι σφυγμοὺς τῶν ἐν τῇ ἀρίστῃ, ἔπειτα
12. καὶ δι’ αὐτῆς τῆς πείρας βασανίσαι τὸν λόγον, εἰ ὁμολογεῖ
13. τοῖς ἐναργέσι, καὶ τοῦτο πολλάκις ποιήσαντα καὶ δι’ ἀσκήσεως
14. μακρᾶς τόν τε λογισμὸν καὶ τὴν ἁφὴν γυμνάσαντα,
15. τότε νομίζειν ἤδη βεβαίως ἐπίστασθαι τόν τε σύμμετρον ἐν
16. ἅπασι τοῖς γένεσιν τῶν σφυγμῶν καὶ τοὺς ὁπωσοῦν ὑπερβάλλοντας
17. τοῦδε, ἢ ἐλλείποντας. ἐμοὶ μὲν εἴρηται τὸ πᾶν·
18. ὅστις δὲ ἢ τὴν φύσιν τοῦ σώματος ἡμῶν, ἢ τὰς μοχθηρὰς οὐκ
1. οἶδεν, ἢ λόγῳ μὲν αὐτὰς ἐπεσκέψατο, διαγινώσκειν δ’ ἐντυγχάνων
2. οὐκ ἐμελέτησεν, οὐδὲ ἂν ἔχοι πλέον ἐκ τοῦ παρόντος
3. λόγου. δικαίως οὖν ἐστιν ἐκεῖνα πρότερον ἐκμαθὼν οὕτως
4. ἐπὶ τάδε ἥκειν. καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἐν αὐταῖς εὑρήσει
5. διαφωνίαν τοῖς τε παλαιοῖς ἰατροῖς πρὸς ἀλλήλους τοῖς
6. τε νεωτέροις οὐ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς
7. παλαιούς. οὔτε γὰρ τίς ἡ ἀρίστη φύσις ὡμολόγηται πᾶσιν
8. οὔτε τῶν μοχθηρῶν ὁ ἀριθμὸς εὕρηταί πως. καὶ τὰ σημεῖα,
9. δι’ ὧν τις ἢ τὰς ἀρίστας, ἢ τὰς μοχθηρὰς γνωρίζοι, παντάπασιν
10. ὀλίγοι τῶν ἰατρῶν ἔγραψαν. εἰ δὲ καὶ ταῦτα πάντα
11. τοῖς ἔμπροσθεν ὡμολόγητό τε καὶ δεόντως εὕρητο, διαγινώσκειν
12. γοῦν ἐπ’ αὐτῶν τῶν ἔργων τὰς φύσεις ἐχρῆν πρότερον
13. ἀσκήσαντας, καὶ οὕτως ἐπιχειρεῖν τῇ περὶ τοὺς σφυγμοὺς
14. τέχνῃ. τάχα τινὲς ἀχθεσθήσονται τῷ πλήθει τῆς ἐπεισαγομένης
15. θεωρίας, ἀλλ’ ἡμεῖς γ’ οὐκ ἀχθεσθησόμεθα προπηλακιζομένου
16. τοῦ πράγματος. οὐδὲ γὰρ ἠλπίσαμέν ποτε πάντας
17. ἀρέσκειν, ἢ ὠφελήσειν αὐτό. πάνυ δὲ τοῦτο σαφῶς καὶ ἀκριβῶς
18. ἐπιστάμενοι, πλὴν ἑνὸς τοῦ τῆς ἀληθείας ἐραστοῦ, τοῖς
1. ἄλλοις ἅπασι λῆρον εἶναι μακρὸν δόξαι τοὺς τοιούτους λόγους,
2. ἐπὶ τὴν διέξοδον αὐτῶν ἐτραπόμεθα τὸν ἕνα τῶν πολλῶν
3. προτιμήσαντες. εἰ δὲ δὴ καὶ ἡμᾶς τις αὐτοὺς ἐθεάσατο περὶ
4. τοῖς νοσοῦσι τά τε προγεγονότα καὶ μέλλοντα προλέγοντας,
5. οἶμαι καὶ τοῦτον, εἰ μὴ παντάπασιν εἴη κηφὴν, ἐρασθήσεσθαι
6. τῆς θεωρίας, εἰ καὶ μακροτέρα φαίνοιτο, χρήσιμον οὕτω
7. καὶ καλὸν τέλος ἐπαγγελλομένης.
⟨
(De dign. puls.) [n° 063 Fichtner] [GalLat]
De dignoscendis pulsibus
Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1
De dignoscendis pulsibus, 2.2, ed. Kühn, 1824, vol. 8, p. 841-860. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩