Galenus. De dignoscendis pulsibus (De dign. puls.) [n° 063 Fichtner] [GalLat]

Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1

De dignoscendis pulsibus, 2.4, ed. Kühn, 1824, vol. 8, p. 874-877. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:2.4

1. Ἔστιν οὖν τις αὐτάρκης διαστολὴ τῆς ἀρτηρίας,
2. ὡς μήτε διατείνειν μήτ’ ἀπολιπεῖν τι χαλαρὸν αὐτῆς
3. μόριον, ἣν σύμμετρόν τ’ εἶναι φήσομεν καὶ κατὰ φύσιν·
4. εἰ δὲ μὴ, καθ’ ἕνα καὶ τὸν αὐτὸν ἄνθρωπον ἀναγκασθησόμεθα
5. λέγειν μεγάλους τε καὶ μικροὺς καὶ συμμέτρους ὑπάρχειν
6. σφυγμοὺς, καίτοι δεινὸν ἐν ἀρίστῃ φύσει τὸ μὴ πάντας
7. εἶναι συμμέτρους, πολὺ δὲ δεινότερον τὸν αὐτὸν σφυγμὸν
8. μέγαν θ’ ἅμα καὶ μικρὸν καὶ σύμμετρον γίνεσθαι, τοῖς μὲν
9. μικροτέροις παραβαλλόμενον μέγαν, τοῖς δὲ μείζοσι μικρὸν,
10. ἀμφοτέροις δ’ ὁμοῦ σύμμετρον, δέον, ὅταν μὲν τῷ μικροτέρῳ
11. παραβάλληται, μείζονα καλεῖν αὐτὸν, ὅταν δὲ τῷ μείζονι,
12. μικρότερον, ἀμφοῖν δὲ μέσον. οὕτως γὰρ ἡμῖν
13. ἔξεστι καλεῖν τοὺς ἐν ταῖς ἀρίσταις φύσεσι σφυγμοὺς, ἀλλήλων
14. μὲν μείζονάς τε καὶ μικροτέρους, συμμέτρους δ’ ἅπαντας,
15. εἴπερ τι τῶν ἀνωτέρω λεχθέντων μνημονεύοιμεν, ὁπόταν
16. πρὸς τὴν φύσιν τοῦ ὑποκειμένου σώματος ἀποβλέπειν ἐφάσκομεν
17. δεῖν, ὅταν τὸ σύμμετρόν τε καὶ τὸ μέγα καὶ τὸ μικρὸν
18. ἐξευρεῖν ᾖ προκείμενον, ὅταν δ’ ἁπλῶς ἀλλήλοις παραβάλλωμεν
1. τοὺς ὄγκους τῶν σωμάτων, μεῖζον μὲν καὶ ἔλαττον καὶ
2. μέσον ἀμφοῖν ὀνομάζειν, μέγαν δὲ καὶ μικρὸν καὶ σύμμετρον
3. μηδέπω. τὸ μὲν γὰρ μεῖζον τοῦ ἐλάττονός ἐστιν ὑπερέχον, τὸ
4. δὲ μέγα τοῦ ὁμογενοῦς συμμέτρου μεῖζον, ὥστ’ ἄμφω μὲν
5. ἐν τῷ πρὸς τὶ λέγεσθαι, ἀλλὰ τὸ μὲν μεῖζον πρὸς ἅπαντα τὰ
6. μικρότερα παραβάλλωμεν, τὸ δὲ μέγα πρὸς ἓν μόνον τὸ ὁμογενὲς
7. μέτριον· εἰ γὰρ ἐκείνου μεῖζον εἴη, μέγα καλεῖται. ἀντίστροφα
8. δὲ τούτοις ἐπί τε μικροτέρου καὶ μικροῦ χρὴ νοεῖν.
9. σύμμετρον δὲ καὶ μέτριον εἶναι λεκτέον τὸ κατὰ τὴν οἰκείαν
10. φύσιν ἔχον, ὥσπερ ἀσύμμετρόν τε καὶ ἄμετρον τὸ παρὰ τὴν
11. φύσιν. ἐπεὶ τοίνυν ἐστὶ σῶμα κοῖλον ἡ ἀρτηρία, τὴν διάστασιν
12. αὐτῆς ἀνάγκη ποτὲ μὲν οἰκείως τε καὶ συμμέτρως
13. τῆς τε χρείας, ἧς ἕνεκα πρὸς τῆς φύσεως ἐγένετο τοιαύτη, καὶ
14. προσέτι τῶν χιτώνων τῶν αὐτῆς, ποτὲ δ’ ἀμέτρως ἐπιτελεῖσθαι.
15. δείκνυται δ’ ἐν ἑτέροις, ὡς ἐν ταῖς ἀρίσταις φύσεσιν
16. εἰς τοσοῦτον διαστέλλεσθαι πέφυκεν, εἰς ὅσον τήν τε χρείαν
17. ἱκανῶς πληρῶσαι καὶ μηδὲν τοὺς χιτῶνας λυπῆσαι. τὸν οὖν
18. βουλόμενον ἑνὶ κανόνι προσέχειν ἐν ταῖς τῶν μεγάλων τε καὶ
1. μικρῶν σφυγμῶν διαγνώσεσι; τὴν ἀρίστην φύσιν ἐξευρόντα,
2. καὶ γνόντα μιᾶς ἀρτηρίας ἡστινοσοῦν, ἐν αὐτῇ τόν τε τοῦ
3. σώματος ὄγκον τόν τε τῆς διαστολῆς μεμνῆσθαι χρὴ καὶ
4. συλλογίζεσθαι, μέχρι πόσου τὴν μείζονα ταύτης ἀρτηρίαν
5. εἰκὸς ἔχειν μείζονα, καὶ τὴν διαστολὴν ἐν ταῖς ἀρίσταις φύσεσιν·
6. εἶτ’ εἰ μὲν εὑρίσκοιτο τηλικαύτην ἡλίκην ἔσεσθαι στοχάζοιτο,
7. σύμμετρον οὕτω καλεῖν τὸν σφυγμόν· εἰ δ’ ἤτοι μείζονα
8. ταύτης, ἢ ἐλάττονα, μέγαν, ἢ μικρόν. εἴσεται δὲ τὸ
9. τῆς ἀρτηρίας μέγεθος ἐπὶ τῆς ἀρίστης φύσεως ἤτοι διὰ τῆς
10. ἀνατομῆς, εἴτ’ οὖν κατὰ περίπτωσιν εἴτε κατ’ ἐπιτήδευσιν γιγνομένης,
11. ἢ συλλογισάμενος ἐκ τῶν ἐν τοῖς περὶ τῆς ἀρίστης
12. κατασκευῆς εἰρημένων. καίτοι κᾂν εἰ μὴ γιγνώσκῃ τίς ἐστιν ἡ
13. ἀρτηρία τοῖς τὴν ἀρίστην φύσιν ἔχουσιν, ἀλλὰ τόν γε σφυγμὸν
14. αὐτῶν μεμνημένος, εἶτ’ αὖθις συντυχὼν ἑτέρῳ τινὶ καὶ
15. δυνάμενος συλλογίσασθαι, πότερον εἰκὸς μείζονας τοῦτον ἢ
16. μικροτέρας ἐκείνου τὰς ἀρτηρίας ἔχειν, οὕτως ἤδη παραβάλλειν
17. τε τῷ κατὰ τὴν διαστολὴν ὄγκῳ δυνήσεται καὶ στοχάζεσθαι,
18. πότερα σύμμετρος, ἢ μέγας, ἢ μικρὸς ὁ σφυγμός ἐστιν.
19. εἰ μὲν γὰρ ὅσῳ φαίνεται μείζονας τὰς ἀρτηρίας ἔχειν ὁ παραβαλλόμενος
1. ἄνθρωπος, τοσούτῳ καὶ τὴν διαστολὴν αὐτῶν
2. ἔχοι μείζονα, σύμμετρον ἐροῦμεν τὸν σφυγμόν· εἰ δ’ ἤτοι
3. πλέονι τὸ τῆς ἀρτηρίας μέγεθος ἤπερ τὸ τῆς διαστολῆς ὑπερβάλλειν
4. δόξειεν, ἢ ἔλαττον εἴη, μέγαν οὕτως ἢ μικρὸν καλέσομεν·
5. εἰ μὲν τὸ τῆς ἀρτηρίας σῶμα φαίνοιτο μεῖζον ἤπερ τὸ
6. τῶν σφυγμῶν, μικρόν· εἰ δὲ τὸ μὲν τῆς ἀρτηρίας ἔλαττον,
7. τὸ δὲ τῶν σφυγμῶν μεῖζον, μέγαν. οὕτω δὲ καὶ κατὰ τὰ λοιπὰ
8. γένη τῶν σφυγμῶν τό τε κατὰ τὴν κίνησιν αὐτὴν, ἐν ᾧ τάχος
9. τε καὶ βραδύτητα διαγινώσκομεν, καὶ τὸ κατὰ τὴν ἠρεμίαν,
10. ἐν ᾧ πυκνότητα καὶ ἀραιότητα, καὶ τὸ κατὰ τὸν τόνον,
11. ἐν ᾧ σφοδρότητα καὶ ἀμυδρότητα, καὶ προσέτι τὸ κατὰ τὸ
12. σῶμα τῆς ἀρτηρίας, ἐν ᾧ σκληρότητα καὶ μαλακότητα. ἐν
13. ἅπασι γὰρ τούτοις τόν τε σύμμετρον ἐπὶ τῆς ἀρίστης φύσεως
14. ἐξευρήσομεν τούς τε ἀμέτρους ἢ δι’ ὑπερβολὴν, ἢ δι’ ἔλλειψιν,
15. οὐκ ἀλλήλοις, ἀλλὰ τῷ συμμέτρῳ παρεξετάσομεν.

Cliquer un n° de page pour en afficher l’image