Galenus. De dignoscendis pulsibus (De dign. puls.) [n° 063 Fichtner] [GalLat]

Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1

De dignoscendis pulsibus, 3.1, ed. Kühn, 1824, vol. 8, p. 878-888. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:3.1

ΤΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΕ

ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Γ.

1. Ὅτι μὲν ἡ τοῦ συμμέτρου καθ’ ἕκαστον
2. γένος σφυγμοῦ νόησίς τε καὶ διάγνωσις ἡγεῖται τῆς τῶν ἀμέτρων
3. καὶ ὡς ἐν τοῖς ἄριστα κατεσκευασμένοις σώμασιν αἱ
4. ἀρτηρίαι πᾶσαι σύμμετρον σφύζουσιν, ἐν τῷ πρὸ τούτου
5. λόγῳ διήλθομεν· εἰς τίνα δὲ χρὴ σκοπούμενον γνωρίσματα,
6. καθ’ ὅν τινα χρὴ τρόπον ἐπιβάλλοντα τοῖς σφυγμοῖς τοὺς
7. δακτύλους ἀσκεῖν τὴν ἁφὴν διαγνωστικὴν ἐξ ἑτοίμου γίγνεσθαι
8. τῆς τε συμμετρίας αὐτῶν καὶ τῆς ἀμετρίας, ἐφεξῆς
9. ἐροῦμεν, ἀπὸ τοῦ κατὰ τὴν κίνησιν ἀρξάμενοι γένους. ὅτι
1. μὲν οὖν τὸ ποσὸν τοῦ χρόνου μόνον οὐχ ἱκανὸν γνώρισμα
2. συμμέτρου τε καὶ ἀσυμμέτρου κινήσεως, ἀλλὰ καὶ τὰς διαστάσεις
3. καθ’ ὧν ἠνέχθη τὸ κινούμενον ἐπιβλέπειν χρὴ, διὰ
4. τῶν ἔμπροσθεν αὐτάρκως ἐπεδείξαμεν, ἔνθα καὶ τοὺς ἐξηγουμένους
5. κακῶς τὸν ὅρον τοῦ ταχέος σφυγμοῦ διηλέγξαμεν, οὐ
6. μὴν αὐτοί γ’ εἴπομεν ὅπως ἀκούειν χρὴ βέλτιον, ἀλλὰ νῦν
7. ἐροῦμεν. οὔτε γὰρ μακροῦ δεησόμεθα λόγου, φθάνοντες ὅσα
8. πρὸς τὴν νόησιν αὐτοῦ συντελεῖ διὰ τῶν ἔμπροσθεν ἐξηγήσασθαι,
9. καὶ ἄλλως χρήσιμος ἡμῖν ὁ λόγος ἔσται πρὸς τὰ παρόντα.
10. τοῦ τοίνυν ἐν ὀλίγῳ χρόνῳ περιγράφοντος ἡμῖν τὴν
11. κίνησιν σφυγμοῦ ταχέος λεγομένου καὶ βραδέος αὖ τοῦ ἐν
12. πολλῷ, πρὶν μὲν διορισθῆναι τὰ σημαινόμενα τῶν ὀνομάτων
13. εἰκότως ἐσφάλλοντό τινες, οἰόμενοι ταὐτὸν ἔκ τε τοῦ πολλοῦ
14. καὶ τοῦ πλείονος, ὀλίγου τ’ αὖ πάλιν καὶ ὀλιγωτέρου δηλοῦσθαι.
15. δειξάντων δ’ ἡμῶν τὰ πρὸς ὁτιοῦν τὸ τυχὸν ἑκάστοτε
16. λεγόμενα, τὰ δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς μόνον,
17. οὐκέτι χαλεπὸν οὐδὲ νῦν εἶναι, πῶς ἐν ὀλίγῳ μὲν χρόνῳ
18. τὴν τοῦ ταχέος σφυγμοῦ κίνησιν περιγράφεσθαι λέγομεν,
1. ἐν πολλῷ δὲ τὴν τοῦ βραδέος. εἰ γὰρ φθάνοιμεν γιγνώσκοντες
2. ἐπὶ πόσῳ χρόνῳ πόσην ἤνυσε διάστασιν ὁ σύμμετρος σφυγμὸς,
3. εἶθ’ ἑτέρου τὸν ἴσον ἔχοντος χρόνον, ἐλάττονα τὴν διάστασιν
4. εὕροιμεν, ἐν πολλῷ χρόνῳ τὸν τοιοῦτον ἐροῦμεν κεκινῆσθαι.
5. θαυμαζέτω δὲ μηδεὶς, εἰ δυοῖν κινήσεων τὸ ποσὸν
6. τοῦ χρόνου ταὐτὸν ἐχουσῶν, τὴν ἑτέραν μόνον ἐν πολλῷ
7. χρόνῳ γεγονέναι φαμὲν, οὐ μὴν ἀμφοτέρας ὁμοίως. καὶ γὰρ
8. δυοῖν ἅμα παίδων πεμφθέντων εἰς διαφέροντας τόπους, εἶτ’
9. ἐπανελθόντων ἅμα, τὸν μὲν ἕτερον ἐπῃνέσαμεν, ὡς ἐν ὀλίγῳ
10. χρόνῳ τὴν ὁδὸν ἀνύσαντα, τὸν δ’ ἕτερον ἐψέξαμεν, ὡς ἐν
11. πολλῷ. πρὸς γὰρ τὸ τῆς ὁδοῦ μῆκος ἀποβλέποντες ὀλίγον
12. ἢ πολὺν τὸν χρόνον εἶναί φαμεν, οὐχ ἁπλῶς. κατὰ
13. τοῦτο μὲν δὴ καὶ σφυγμὸν ἐροῦμεν ἐν ὀλίγῳ χρόνῳ γιγνόμενον
14. ταχὺν εἶναι, καὶ βραδὺν ἐν πολλῷ, καὶ τοὺς ὅρους τοὺς
15. εἰρημένους ἀποδεξόμεθα καθ’ ὃν εἰρήκαμεν τρόπον ἐξηγούμενοι.
16. εἰ δέ τῳ βίαιος ὁ τοιοῦτος εἶναι δοκεῖ τρόπος, ἀναμνησθεὶς
17. ὅτι κατὰ θάτερον σημαινόμενον ἀκουόντων τῆς λέξεως,
18. ἀπεδείχθησαν ψευδεῖς οἱ ὁρισμοὶ, πειράσθω ποιεῖν ἑτέρους
1. ὅρους. οὐ γὰρ πῶς ἄν ὁρίσαιτο, νῦν ἡμῖν πρόκειται σκοπεῖν,
2. ἀλλὰ τὰς ἐννοίας τῶν πραγμάτων ἀκριβῶς διαρθρῶσαι, μή
3. πῃ σφαλέντες ἐν ταύταις καὶ περὶ τὴν διάγνωσιν αὐτῶν τῶν
4. σφυγμῶν σφαλῶμεν. ὅπερ οὖν ἀναγκαῖον ἦν εἰς τὴν διάγνωσιν,
5. ὑφ’ ἡμῶν εἰρημένον. εἰ δέ τις βούλοιτο μαθεῖν ἐπ’
6. αὐτῷ συντιθέναι τινὰς ὁρισμοὺς, οὐκ ἄχαρι μὲν ἴσως γυμνάσιον
7. γυμνάσαιτ’ ἂν, οὐ μὴν τοῖς γε προκειμένοις ἀναγκαῖον.
8. ὅθεν οὐδ’ ἡμεῖς περὶ τοῦ πῶς ὁρίζεσθαι χρὴ τοὺς τοιούτους
9. σφυγμοὺς ἐροῦμεν. οὔτε γὰρ ἀναγκαῖον ὅλως οὔτ’, εἴ τῳ καὶ
10. ἀναγκαῖον φαίνοιτο, τῆς προειρημένης πραγματείας οἰκεῖον,
11. ἀλλ’ ἐν τῷ τετάρτῳ περὶ διαφορᾶς σφυγμῶν ἱκανῶς εἴρηται
12. περὶ αὐτῶν. τῆς δ’ ἐννοίας μόνης ἀξιώσαντες εἰς τὰ προκείμενα
13. μνημονεύειν, ἐπὶ τὸ συνεχὲς τοῦ λόγου μεταβῶμεν. ἤδη
14. γὰρ ὅπερ ἡμεῖς εὕρομεν ἐν αὐτοῖς, εἰπεῖν καιρὸς, εἰς τὴν διάγνωσιν
15. αὐτοῦ συντελοῦν μέγα. μᾶλλον δ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν,
16. τὸ πᾶν ἤδη ῥηθήσεται. ἀξιοῦμεν γὰρ οὐδὲ τοῦ χρόνου
17. καὶ τῆς διαστάσεως τὸ ποσὸν σκοπεῖν, ἀλλ’ οὐδὲ τὰς ἐν
1. αὐτοῖς ἀναλογίας, ὑπὲρ ὧν ἐν τῷ πρὸ τοῦδε βιβλίῳ διεληλύθαμεν,
2. ἡνίκα τὸν θάττονα καὶ τὸν βραδύτερον ἐδιδάσκομεν
3. σφυγμόν. ἐκεῖ μὲν γὰρ ἀναγκαίως εἴρηται πρὸς τὸ τῆς πλάνης
4. ἐπισχεῖν τοὺς τῷ ποσῷ τοῦ χρόνου μόνῳ διακρίνοντας αὐτοὺς,
5. εἰς δὲ τὴν διάγνωσιν χαλεπὰ καὶ μακρὰ καὶ δυσσυλλόγιστα
6. καὶ δύσκριτα καὶ σχεδὸν ἀδύνατα ἐμοί γ’ ὄντα ἐφάνη.
7. τὸ μὲν γὰρ τάχος τε καὶ τὴν βραδύτητα κατὰ τὴν πρώτην ὁρμὴν
8. τῆς ἀρτηρίας γνωρίζομεν, τὸν δὲ λόγον τοῦ χρόνου πρὸς
9. τὸν χρόνον καὶ τῆς διαστάσεως πρὸς τὴν διάστασιν ἵν’ ἐξεύροιμεν,
10. παμπόλλου δεόμεθα χρόνου. ὥστ’ οὐδ’ ἀναμένομεν
11. αὐτὰ λογίζεσθαι πρὸς τὴν ἐπὶ τῶν ἀῤῥώστων διάγνωσιν, ἀλλ’
12. ὥσπερ εἰ καὶ παρόντα τινὰ θεασάμενοι τύχοιμεν, αὐτὸς ὁ ῥοῖζος
13. τῆς ὁρμῆς ἱκανὸς τὸ τάχος ἐνδείξασθαι, οὕτως ἔχει κᾀπὶ
14. τῆς ἀρτηρίας. καὶ γὰρ ἢ ἠπειγμένην, ἢ ἐκλελυμένην ἔστιν
15. εὑρεῖν τὴν κίνησιν αὐτῆς. ἕκαστον γὰρ τῶν κινουμένων σωμάτων
16. ἐκ τῶν τόπων ἐν οἷς ἑκάστοτε γίγνεται διαγινώσκομεν
17. ὅπως κινεῖται. ὅταν μὲν γὰρ ἐγχρονίζῃ τοῖς τόποις, βραδεῖαν
18. εἷναι τὴν κίνησίν φαμεν· ὅταν δ’ ἀπαλλάττηται ῥᾳδίως, 
1. ὠκεῖαν. οἶδα δὲ φυσικὴν ἐκδεξομένην ζήτησιν τὸν λόγον, εἰ
2. τὸ κινούμενον σῶμα καὶ μένει κατὰ τί. δείκνυται μὲν οὖν
3. καὶ αὐτὸ τοῦτο παντὸς μᾶλλον ἀληθὲς ἐν τοῖς περὶ τῆς
4. κινήσεως. ἀλλὰ νῦν φυλαξώμεθα τηλικούτοις ἡμᾶς
5. αὐτοὺς προσαρτᾷν ζητήμασι. ὅπερ δὲ φαντάζεται μόνον ἡ
6. αἴσθησις εἰς τὴν διάγνωσιν τῶν ταχέων τε καὶ βραδέων σφυγμῶν,
7. τοῦτο ἀρκεῖ λεχθῆναι, τὸ τὴν μὲν ἀπολιποῦσαν φαίνεσθαι
8. τοὺς τόπους ἐν οἷς ἑκάστοτε γίγνεται ῥᾳδίως, τὴν δ’
9. ἐπιπλέον ἐν αὐτῷ μένουσαν, καὶ καλεῖσθαι τὴν μὲν ὠκεῖαν
10. οὕτως, τὴν δὲ βραδεῖαν κατὰ τὰς ἐκ τῶν τόπων μεταβάσεις,
11. τῆς αἰσθήσεως τὴν διάγνωσιν ποιουμένης οὐ κατὰ τὸν τῆς
12. ὅλης κινήσεως χρόνον, οὔτ’ ἰδίᾳ καὶ μόνον οὔθ’ ὅσα τῷ ποσῷ
13. παραβάλλεται. καὶ κατὰ τοῦθ’ ἡμῖν ἑτοίμη τοῦ τάχους τε καὶ
14. τῆς βραδύτητος ἡ διάγνωσις γίγνεται, οὐκ ἂν γενομένη, εἴπερ
15. ἀνεμένομεν ποσότητα χρόνων τε καὶ διαστάσεων λαβόντες τὰς
16. ἐν αὐτοῖς ἀναλογίας σκοπεῖσθαι, ἀλλ’ οὐκ ἀναμένομεν δηλονότι.
17. κατὰ γὰρ τὴν πρώτην ἐπιβολὴν τῆς ὄψεως ἀῤῥήτῳ
18. τινὶ χρόνου βραχύτητι προσχρησάμενοι τὴν μονὴν τοῦ κινουμένου
19. σώματος ἐγνωρίσαμεν, ἐφ’ ᾗ συνελογισάμεθα τὴν
1. μετάβασιν. ὅσα γοῦν πόῤῥωθεν ὁρῶμεν, ἔστιν ὅτε ταῦτα μέχρι
2. πλείονος ἡμῖν μένοντα φαντάζεται, κᾂν ὅτι τάχιστα κινῆται,
3. ᾧ καὶ δῆλον ὅτι συλλογισμῷ τὴν κίνησιν, οὐκ αἰσθήσει γνωρίζομεν.
4. ὅταν μὲν γὰρ ἕκαστον τῶν πρώτων αἰσθητῶν μορίων
5. τοῦ κινουμένου σώματος ἐν τῷ πρώτῳ αἰσθητῷ τόπῳ
6. τὸν πρῶτον αἰσθητὸν χρόνον ὑπομένῃ, τηνικαῦτα ἀκίνητον
7. εἶναι δοκεῖ τὸ βλεπόμενον· ὅταν δὲ τὸ πρῶτον αἰσθητὸν μόριον
8. ἐν τῷ πρώτῳ αἰσθητῷ τόπῳ τοῦ πρώτου αἰσθητοῦ
9. χρόνου βραχύτερον ὑπομένῃ χρόνον, τηνικαῦτα κινεῖσθαι δοκεῖ.
10. ἕκαστον μὲν γὰρ τῶν εἰρημένων εἰς ἄπειρον τέμνεσθαι
11. δύναται, πρός γε τὴν φύσιν, αἰσθήσει δὲ μετρούμενα, πρῶτά
12. τινα καὶ ἄτμητα κέκτηται μόρια, ᾧ καὶ δῆλον ὅτι συλλογισμῷ
13. μὲν ἅπασα κίνησις, οὐκ αἰσθήσει διαγιγνώσκεται. τῷ
14. δὲ παρακεῖσθαι μὲν αἰσθήσει τὸν συλλογισμὸν, ταχίστην δ’
15. εἶναι τοῦ νοῦ τὴν μετάβασιν, οὐ συλλογισμῷ πολλάκις, ἀλλ’
16. αἰσθήσει διαγινώσκεσθαι δοκεῖ. ὧν γὰρ ἐν τῷ πρώτῳ πρὸς
17. αἴσθησιν χρόνῳ τὸ πρῶτον αἰσθητὸν μόριον ἐν τῷ πρώτῳ
18. πρὸς αἴσθησιν τόπῳ μένει, τούτων μόνων τὰς κινήσεις ἐναργῶς
1. ὁμολογοῦμεν, οὐκ αἰσθήσεσιν, ἀλλὰ συλλογισμῷ λαμβάνειν,
2. ὥσπερ τῆς τε ἐπὶ γνώμονος σκιᾶς καὶ σελήνης καὶ ἡλίου
3. καὶ τῶν ἄστρων ἁπάντων, ὅσα τ’ ἄλλα πλεῖστον ἡμῶν ἀφέστηκεν.
4. ὧν δ’, ὡς ἐῤῥέθη, βραχύτερος ὁ χρόνος τοῦ πρώτου
5. πρὸς αἴσθησιν, ἄχρονος ἥ τε μονὴ καὶ ἡ ἐξάλλαξις τῶν τόπων
6. δοκεῖ, πᾶν γὰρ ὅ τι ἐν ἐλάττονι τοῦ πρώτου πρὸς αἴσθησιν χρόνῳ
7. γίγνεται, τοῦτ’ ἄχρονον εἶναι φαντάζεται. ταῦτα μὲν οὖν
8. ἰδίᾳ κάλλιον πεφιλοσοφῆσθαι τῷ προῃρημένῳ τά τε νῦν προκείμενα
9. καλῶς ἐκμανθάνειν ἄλλα τε πολλὰ τῆς ἰατρικῆς. ἡμῖν
10. δ’ ἀρκέσει καὶ τὰ τοσαῦτα πρὸς ἔνδειξιν τοῦ μὴ χρόνον καὶ
11. διαστημάτων ἐπισκοπεῖσθαι τὸ ποσὸν, ἀλλ’ αὐτὸ τὸ ποιὸν τῆς
12. κινήσεως, ὅπερ ἐστὶ μὲν δύσρητον, ἐξ ὧν δ’ εἴπομεν ὁρμώμενος,
13. ἄν γε μὴ παντάπασιν ἀδύνατός τε καὶ ἀταλαίπωρος
14. ᾖς, οὐ χαλεπῶς τεύξῃ τἀληθοῦς, εἰς δύναμιν ἀνθρωπίνην.
15. ἔτι δὲ μᾶλλον, εἰ τοὺς ἀνωμάλους κατὰ τάχος καὶ βραδύτητα
16. σφυγμοὺς διαγινώσκειν μελετῴης, εὕροις ἂν ὡς ἐν τῷ ποιῷ
17. κινήσεως ἡ γένεσις αὐτοῖς. μιᾶς γοῦν διαστολῆς πολλάκις
18. ἡ μὲν ἀρχὴ τῆς κινήσεως ἐναργῶς ὠκυτέρα φαίνεται, τὸ δ’
1. ἑξῆς βραδύτερον, αὖθις δὲ τὸ πέρας ὠκύτερον οὐ ποσότητάς
2. τινας, ἢ χρόνων, ἢ δυνάμεων, ἢ διαστάσεων ἀριθμούντων
3. ἡμῶν, ἀλλ’ αὐτὸ μόνον τὸ ποιὸν τῆς κινήσεως σκοπουμένων.
4. οὔκουν οὐδ’ ἐπιπολῆς ψαυστέον, ὁπόταν τὸ γένος τοῦτο τῶν
5. σφυγμῶν ἐπισκοποίμεθα. τοῦ γὰρ ἔξω πέρατος τῆς κινήσεως
6. οὕτως ἂν αἰσθανοίμεθα μόνον, οὐ πάσης αὐτῆς. ἐκ δὲ τούτων
7. οὐκ ἄδηλον ἤδη τὸ τοὺς τοιούτους σφυγμοὺς δεῖν εἶναι
8. πάντως μήτε μικροὺς μήτε ἀμυδρούς. οὐ γὰρ οἷόν
9. τε τριχῆ τέμνειν τὴν κίνησιν, οὔτε ἐν ταῖς μικραῖς διαστάσεσιν
10. οὔτ’ ἐν ταῖς ἀῤῥώστοις δυνάμεσι. κωλύει γὰρ ἐπὶ μὲν τῶν
11. προτέρων ἡ σμικρότης, οὐχ ὑπομένουσα τομὴν εἰς αἰσθητὰ
12. μόρια, ἐπὶ δὲ τῶν δευτέρων ἡ ἀῤῥωστία τῆς φύσεως, ὀκλάζουσα
13. πρὸς τὴν θλίψιν. διὰ τοῦτο γοῦν οὐδ’ ἐπὶ τῶν ληθαργικῶν
14. σφυγμῶν ἔστιν φωρᾶσαι τινὰ ἀνωμαλίαν, ἴσως οὖσαν,
15. ὅτι δεῖται μὲν πάντως θλίψεως εἰς τὴν διάγνωσιν,
16. οὐχ ὑπομένει δ’ αὐτὴν ὑπ’ ἀῤῥωστίας. συνετὸν οὖν ἱκανῶς καὶ
17. τετριμμένον ἅμα περὶ τὰς διαγνώσεις εἶναι χρὴ τὸν μέλλοντα
18. τὴν προσήκουσαν ἑκάστου τῶν σφυγμῶν ἐξευρήσειν ἐπαφήν.
1. εἰ γὰρ ὁ μὲν μέγιστός θ’ ἅμα καὶ σφοδρότατος ἰσχυρᾶς ἀνέχεται
2. θλίψεως, τῶν δ’ ἄλλων ἕκαστος εἰς ὅσον ἂν ἤτοι σφοδρότητος,
3. ἢ μεγέθους ἐνδεῶς ἔχῃ, εἰς τοσοῦτον ἐλάττονος,
4. πρῶτον μὲν ἀκριβῶς χρὴ πόσον ἀπολείπονται τοῦ μεγίστου θ’
5. ἅμα καὶ σφοδροτάτου διαγινώσκειν, δεύτερον δὲ συλλογίζεσθαι
6. πόσον ἀρκεῖ τῆς θλίψεως ἐπενεῖναι τοῖς οὕτως ἔχουσιν.
7. ἑκατέρως γὰρ ἁμαρτάνειν ἀναγκαῖον, εἴθ’ ὑπερβάλλοιμεν τῆς
8. ἀναλογίας, εἴτ’ ἐλλείποιμεν· ἐφ’ ὧν μὲν γὰρ ἂν ἔλαττον ἤδη
9. θλίψωμεν, ἐκφεύξεταί τι τῆς ἐντὸς ἡμᾶς κινήσεως, ἐφ’ ὧν δ’
10. ἂν πλέον, τῆς ἐκτός. ὥστε πρῶτον μὲν ἀνώμαλόν ποτε τὴν
11. κίνησιν οὖσαν οὐ γνωριοῦμεν, ἔπειτα δὲ καὶ ψευδῶς ὑπὲρ
12. ὅλης ἀποφανούμεθα πολλάκις ἀφ’ ὧν ἐν τοῖς μέρεσι κακῶς
13. διέγνωμεν. εἰ γὰρ ἤτοι τὸ πρότερον αὐτῆς μόριον ὠκύτερον,
14. ἢ τὸ δεύτερον ὑπάρχει, γιγνώσκοιτο δ’ ἡμῖν αὐτῶν θάτερον
15. μόνον, ἀνάγκη πρῶτον μὲν ὡς ἀνώμαλός ἐστιν ἡ σύμπασα
16. κίνησις ἀγνοεῖν, ἔπειτα δ’ ἤτοι ταχεῖαν, ἢ βραδεῖαν αὐτὴν
17. εἶναι νομίσομεν, οὐδ’ ἑτέραν ἁπλῶς ὑπάρχουσαν. ἧς γὰρ κινήσεως
18. τὸ μὲν πρότερον ᾖ μόριον ὠκὺ, τὸ δὲ δεύτερον βραδὺ, 
1. ταύτην οὐκ ἄν τις οὔτ’ ὠκεῖαν ἁπλῶς οὔτε βραδεῖαν ἐν δίκῃ
2. καλέσειεν. οὐκ οὖν, κεφαλὴν γὰρ ἐπιθέντας τῷ λόγῳ χρὴ μεταβαίνειν
3. ἐφ’ ἕτερα, τὸν σύμμετρον κατὰ τὴν κίνησιν σφυγμὸν
4. ἐπὶ τῆς ἀρίστης κατασκευῆς ἐξετάσαι προσῆκεν, οὐ κατὰ διαστάσεως
5. καὶ χρόνων ποσότητα, ἀλλὰ καὶ αὐτὸ τὸ ποιὸν, ὡς
6. εἴπομεν, ὅπως ἀπαλλάττηται τῶν τόπων ἐφάσκομεν δεῖν σκοπεῖσθαι,
7. καὶ τούτου μνημονεύοντας, ὃς μὲν ἂν θᾶττον ἀπαλλαττόμενος
8. φαίνηται, ταχὺν, ὃς δ’ ἂν βραδύτερον, βραδὺν
9. ὀνομάσαι· ἐμφαίνεσθαι δὲ τοῦτο κατ’ αὐτὴν τὴν πρώτην
10. ἐπιβολὴν τῆς ἁφῆς, πρὶν κατὰ πάσης τῆς διαστάσεως ἐνηνέχθαι
11. τὴν ἀρτηρίαν· ὥστ’ εἴπερ ὁμαλὸς ὁ σφυγμὸς εἴη, οὐ περιμείναντας
12. τὴν ὅλην διαστολὴν ἐκ τοῦ μέρους αὐτῆς περὶ
13. πάσης ἔχειν τεκμήρασθαι· ἀνωμάλου δ’ ὄντος ἁπάσῃ τε χρῆναι
14. παρακολουθεῖν ἐλέγομεν, ἐπιβαλεῖν τε τὴν ἁφὴν διαφερόντως,
15. ὡς ἂν ἔχοι μεγέθους τε καὶ σφοδρότητος ὁ σφυγμός.
16. περὶ μὲν δὴ τοῦ κατὰ τὴν κίνησιν γένους ἱκανὰ καὶ ταῦτα
17. πρός γε τὸ παρόν. αὖθις γὰρ ἡμῖν ἐν ταῖς περὶ τῶν σφυγμῶν
18. διαγνώσεσιν ἀναγκαῖον αὐτῆς ἔσται μνημονεῦσαι.

Cliquer un n° de page pour en afficher l’image