Galenus. De dignoscendis pulsibus (De dign. puls.) [n° 063 Fichtner] [GalLat]

Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1

De dignoscendis pulsibus, 3.3, ed. Kühn, 1824, vol. 8, p. 901-916. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:3.3

18. Περὶ δὲ τῶν ῥυθμῶν ἐφεξῆς ἐροῦμεν
19. εἰς ταύτην τὴν τάξιν τῆς διδασκαλίας ἀγόμενοι κατὰ τὴν
1. οἰκειότητα τῆς διαγνώσεως, ἐπεί τοι κατά γε τὴν φύσιν αὐτῶν
2. τῶν πραγμάτων τὰ καθ’ ἓν μόριον σφυγμοῦ καὶ μάλιστα τὴν
3. διαστολὴν συνιστάμενα γένη πρότερον ἐχρῆν ἐπελθεῖν, ὡς ἐν
4. τοῖς περὶ διαφορᾶς σφυγμῶν ἐποιήσαμεν. ἀλλ’ ἐπεὶ τὰ μὲν ἐν
5. ἑνὶ μορίῳ συνιστάμενα γένη τὰ μὲν εἰρημένων ὑπόλοιπα κοινῆς
6. δεῖται διδασκαλίας, τὸ δὲ τῶν ῥυθμῶν τοῖς προειρημένοις
7. δύο γένεσιν ἔζευκται κατὰ τὴν διάγνωσιν, ὡς αὐτὸς περὶ
8. αὐτῶν λόγος ἐνδείξεται, διὰ τοῦτ’ ἐφεξῆς ἐροῦμεν περὶ ῥυθμῶν,
9. τὸν περὶ σκληρότητος καὶ σφοδρότηρος λόγον εἰς τὸ
10. μετὰ τούτου βιβλίον ἀναβαλλόμενοι, ὥσθ’ ἕκαστον τῶν ὑπομνημάτων
11. τελείαν ἔχειν τῶν παρακειμένων ἀλλήλοις κατὰ
12. τὴν διάγνωσιν τῶν γενῶν τὴν διδασκαλίαν. ἐπεὶ τοίνυν ὁ
13. ῥυθμὸς ἐν τῷ παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ
14. χρόνῳ τῆς συστολῆς γίνεται, χρὴ δηλονότι διαγνωστικοὺς ἡμᾶς
15. ὑπάρχειν ἰδίᾳ πρότερον ἑκατέρου τοῦ χρόνου. τοῦτο δ’ οὐ
16. πάνυ τι ῥᾴδιον. εἰ γὰρ ἐν τῷ πρώτῳ βιβλίῳ λεχθέντων ἀναμνησθείημεν,
17. ἡνίκ’ ἐζητοῦμεν πότερα πάσης αἰσθέσθαι δυνατόν
18. ἐστι τῆς διαστολῆς καὶ τῆς συστολῆς, ἢ διαφεύγει τι τῆς 
1. κινήσεως ἡμᾶς ἑκατέρας, εἰσόμεθα ὅπως χαλεπόν ἐστι, μᾶλλον
2. δ’ ἀδύνατον ἅπαντος τοῦ κατὰ ταύτας χρόνου τὴν διάγνωσιν
3. ποιήσασθαι. δέδεικται γὰρ ἐκεῖ τά γε πρῶτα τῆς διαστολῆς,
4. τὰ δὲ τελευταῖα τῆς συστολῆς ἄγνωστα. καθ’ ὅσον δ’ ἄν τι
5. τῆς κινήσεως διαλανθάνῃ, κατὰ τοσοῦτον, οἶμαι, καὶ τοῦ χρόνου
6. διαφεύξεται. πρῶτον δ’ αὐτὸ τοῦτο πάλιν ἀναμνηστέον τε
7. καὶ διοριστέον, ὡς οὐ ταὐτὸν ἦν τό τ’ ἐν τῷ πρώτῳ βιβλίῳ ζητηθὲν
8. καὶ τὸ νῦν ὀλίγον ἔμπροσθεν. ἐκεῖ μὲν γὰρ ἐζητεῖτο περὶ
9. διαστολῆς ἁπλῶς, ἐνταυθοῖ δὲ περὶ τοῦ κατὰ τὸ ἐν αὐτῇ ποσὸν
10. χρόνου. ἐν μὲν οὖν τῷ ζητεῖν ἁπλῶς εἰ πάσης αἰσθάνεσθαι
11. δυνατόν ἐστι τῆς διαστολῆς, ὅσον ἂν διαφεύγῃ τῆς κινήσεως
12. τὴν ἁφὴν, τοῦτ’ ἂν ἀδιάγνωστον εἶναι φήσομεν. ἐν δὲ τῇ διαγνώσει
13. τοῦ κατ’ αὐτὴν ποσοῦ πηλίκον ἐστὶ τὸ διάστημα καθ’
14. οὗ κεκίνηται σκοπούμεθα. καὶ δέδεικται μικρῷ πρόσθεν, ὡς
15. εἰ μόνου τοῦ πέρατος τῆς διαστολῆς ἀκριβῆ τὴν διάγνωσιν
16. σχοίημεν, συλλογισμὸς ἡμῖν παρακείμενος αἰσθήσει τὴν ἔνδειξιν
17. τοῦ κατ’ αὐτὴν ποσοῦ ποιήσεται. δυνατὸν οὖν ἐστι μηδενὸς
18. ἄλλου μέρους τῆς κινήσεως πλὴν τοῦ ἔξω πέρατος αἰσθανομένους
19. ὅση μέν τίς ἐστι κατὰ τὸν χρόνον ἀγνοεῖν,
1. καθ’ ὅσον ἐνήνεκται διαστήματος, διαγιγνώσκειν. τούτων οὖν
2. τὸ μὲν ἕτερον ἐν τῷ πρώτῳ βιβλίῳ τὴν ζήτησιν ἔσχε, τὸ δ’
3. ἕτερον οὐ πρὸ πολλοῦ πεπαύμεθα διεξιόντες. ἀναμνησθῶμεν
4. οὖν πάλιν, ὡς ἐν τοῖς σφοδροῖς σφυγμοῖς, εἰ θλίψαιμεν συμμέτρως
5. τὴν ἀρτηρίαν, τὰ μὲν πρῶτα κινήσεως γνωριοῦμεν,
6. ἀγνοήσομεν δὲ τὸ ποσὸν τοῦ διαστήματος. ἔτι δὲ καὶ τοῦτο
7. προσαναμνησθῶμεν, ὃ ἐν τῷ δευτέρῳ βιβλίῳ κατ’ ἀρχὰς εὐθὺς
8. ἐδείχθη, μὴ ταὐτὸν εἶναι ποσότητα χρόνου κινήσεως ἐξετάζειν
9. καὶ τάχος, ἢ βραδύτητα διαγιγνώσκειν. τούτων γὰρ ἡμῖν εἰς
10. τὰ παρόντα δεῖ πάντων, ἵν’ ἀκριβῶς καὶ διηρθρωμένως εἰδῶμεν,
11. εἰ διενήνοχεν ἡ τοῦ διαστήματος καθ’ οὗ τὴν κίνησιν
12. ἐνηνέχθαι συμβέβηκεν διάγνωσις τῆς τοῦ χρόνου, καὶ ὡς
13. ἑκατέρων ἑτέρα τίς ἐστιν ἢ τάχος ἢ βραδύτητα σκοπουμένη.
14. μετρεῖ γὰρ ἡ μὲν πρώτη λεχθεῖσα τοῦ διαστήματος τὸ
15. ποσὸν, ἡ δὲ δευτέρα τοῦ χρόνου τῆς κινήσεως τὸ ποσὸν,
16. ἡ δὲ τρίτη τὸ ποιὸν τῆς κινήσεως. εἰς οὖν τὴν περὶ
17. τῶν ῥυθμῶν διάγνωσιν οὔτε τῆς πρώτης οὔτε τῆς τρίτης,
18. ἀλλ’ αὐτῆς τῆς δευτέρας μόνης δεόμεθα. τοιαύτην τοιγαροῦν
1. εἶναι χρὴ τὴν ἐπιβολὴν τῆς ἁφῆς, οἵα μάλιστ’ ἂν ἅπασαν ἀκριβῶς
2. θεωρήσειε τὴν κίνησιν τῆς ἀρτηρίας. ὡς ὅσα κατὰ τὸ
3. πρῶτον βιβλίον εἴρηται, ζητούντων ἡμῶν, εἰ πάσης αἰσθήσεσθαι
4. δυνατόν ἐστι τῆς κινήσεως, ἀναμνησθῆναι προσήκει
5. γνόντας ἓν καὶ ταὐτὸν ἐκεῖνό τε καὶ τοῦτ’ εἶναι τὸ πρόβλημα
6. τῇ γε δυνάμει, προβάλλεσθαι δὲ τῇ λέξει διαφερόντως.
7. εἰ δὴ ταῦτα πάντα προνοήσαιμεν, εἰσόμεθα τὸ χαλεπὸν τῆς
8. προκειμένης διαγνώσεως. ἔστω γάρ τινα σφυγμὸν εἶναι μέγαν
9. μὲν, ἀλλ’ ἀμυδρόν· οὔκουν οἷόν τε τούτου φωρᾶσθαι τῆς
10. διαστάσεως ἁπάσης τὴν κίνησιν, ἀλλὰ μόνον τοῦ ἔξω πέρατος.
11. ὡσαύτως δὲ καὶ τῆς συστολῆς, εἴπερ ἄρα, τὴν ἀρχὴν
12. μόνην καὶ τὴν ἀποχώρησιν, ἄλλο δ’ οὐδέν. ἐπιπολῆς οὖν
13. ψαύειν τῶν τοιούτων χρὴ σφυγμῶν, ὡς πολλάκις εἴρηται. τῇ
14. δὲ τοιαύτῃ τῆς ἁφῆς ἐπιβολῇ τοῦ μὲν διαστήματος τῆς διαστολῆς
15. τὸ ποσὸν οἷόν τε διαγνῶναι, τοῦ δὲ χρόνου τῆς κινήσεως
16. ἀδύνατον. ἐπὶ δὲ τῆς συστολῆς οὐ μόνον τοῦ χρόνου
17. τῆς κινήσεως ἀδύνατον ἐξευρεῖν τὸ ποσὸν, ἀλλὰ καὶ τοῦ διαστήματος
18. αὐτοῦ. τελέως γὰρ αὐτῆς ἀναισθήτου γινομένης,
19. ἀνάγκη πάντων ὁμοῦ τῶν ὑπαρχόντων αὐτῇ τὴν ἀπώλειαν
1. γίγνεσθαι. ὥστ’ οὐ μόνον τὸ ποσὸν τοῦ διαστήματός τε καὶ
2. τοῦ χρόνου τῆς κινήσεως, ἀλλὰ καὶ τὸ ποιὸν, ἐν ᾧ τάχους τε
3. καὶ βραδύτητος διάγνωσις ἡμῖν ἐγίγνετο, παντάπασιν ἡμῖν
4. ἀναίσθητον ἔσται. πῶς γὰρ ἂν ἔτι καὶ δύναιτο διαγιγνώσκεσθαι
5. τὸ ποσὸν τῆς κινήσεως, ὅπου μηδόλως αἴσθησις γίνεται
6. κινήσεως; ὑπάρχειν γὰρ δεῖ πρότερον τὴν οὐσίαν τοῦ πράγματος
7. τῆς ποιότητος. ταύτης τοίνυν παντάπασιν ἐκφευγούσης
8. τὴν αἴσθησιν, οὐχ οἷόν τε τὴν ποιότητα διαγιγνώσκεσθαι.
9. πῶς οὖν ἐν τοῖς τοιούτοις σφυγμοῖς οἷόν τε διαγνῶναι τὸν
10. ῥυθμὸν, ἐν οἷς ἄρδην μὲν ἀπόλωλεν ἡ συστολὴ, τῆς διαστολῆς
11. δὲ μόνον τὸ ἐκτὸς ἀποσώζεται πέρας; ἀλλ’ οὐδ’ ἐπ’ ἄλλου
12. τινὸς τῶν ἀμυδρῶν οἷόν τε τῆς συστολῆς αἰσθέσθαι. μόνων
13. τοίνυν τῶν οὐκ ἀμυδρῶν γνωρίζοντες τὴν κίνησιν, τὴν ἐν τῷ
14. διαστέλλεσθαι καὶ συστέλλεσθαι τὴν ἀρτηρίαν, μόνων τούτων
15. καὶ τὸν ῥυθμὸν διαγνωσόμεθα, σύμμετρον οὕτω δηλονότι τὴν
16. ἐπιβολὴν τῶν δακτύλων ποιούμενοι, καθὰ πρόσθεν εἴπομεν,
17. ὡς μηδὲν τῆς ἐκτὸς κινήσεως κωλῦσαι. μᾶλλον γὰρ ἢ δεῖ
18. θλίψαντες τὴν ἀρτηρίαν παύσασθαι τὴν κίνησιν αὐτῆς
19. ἀναγκάσομεν, εἰ μή τις κᾀν τούτοις ἀδιάγνωστος ὁ ῥυθμός·
1. εἴ γε διὰ παντὸς ἡμᾶς τά τε πρῶτα τῆς διαστολῆς καὶ τὰ
2. τελευταῖα τῆς συστολῆς ἐκφεύγει, εἰ μή τι παντελῶς βραχέος
3. ὄντος τοῦ διαφεύγοντος, οὐδὲν ὁ ῥυθμὸς μέγα βεβλάψεται.
4. τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο. διορισμοῦ μέντοι δεῖ τῷ
5. λόγῳ. κατὰ μὲν γὰρ τοὺς σφοδροτάτους σφυγμοὺς ἀληθὲς
6. ἂν εἴη τὸ λεγόμενον, κατὰ δὲ τοὺς ἄλλους οὐκέτ’ ἀληθὲς, καὶ
7. μάλισθ’ ὅσοι σφοδρότητος ὀλίγον μετέχουσιν. ἱκανὸν γὰρ ἦν
8. ἐπὶ τούτων τὸ διαφεῦγον τὴν αἴσθησιν καὶ βλάπτειν ἤδη τὸν
9. ῥυθμὸν δυνάμενον. ἐκ τῶν εἰρημένων οὖν ἁπάντων σαφὲς
10. ἤδη γέγονεν, ὡς ἐν τοῖς σφοδροτάτοις μόνοις σφυγμοῖς ἡ διάγνωσίς
11. ἐστι τῶν ῥυθμῶν. ἐπὶ δὲ τῶν ἄλλων ἁπάντων ἢ καὶ
12. παντάπασιν ἀδιάγνωστος, ὡς ἐπὶ τῶν ἀμυδρῶν, ἢ πόῤῥω
13. τῆς ἀκριβοῦς, ὡς ἐπὶ τῶν ἧττον μὲν σφοδρῶν, οὐδέπω δὲ
14. ἀμυδρῶν. ἡ μὲν οὖν ἀπορία τοιαύτη. πειρατέον δ’ αὐτὴν
15. ἰᾶσθαι καθ’ ὅσον οἷόν τε. πρῶτον μὲν οὖν οὐκ ἐπὶ τῶν ἀμυδρῶν
16. τε σφυγμῶν, οὐ μὴν ἱκανῶς γε σφοδρῶν, ὁμοίας τῆς
17. βλάβης ἔν τε ταῖς διαστολαῖς καὶ ταῖς συστολαῖς γινομένης,
18. ἔνεστί πως ἐντεῦθεν παραμυθήσασθαι τὴν ἀπορίαν. ὃν γὰρ 
1. ἔχει λόγον ὁ πᾶς τῆς διαστολῆς χρόνος πρὸς τὸν πάντα τῆς
2. συστολῆς, τὸν αὐτὸν ἔχει λόγον καὶ τὰ διαφεύγοντ’
3. αὐτῶν τὴν ἁφὴν μόρια, πρὸς ἄλληλα δηλονότι, καὶ τὰ σωζόμενα
4. τὸν αὐτὸν ἕξει πρὸς ἄλληλα λόγον. ὥστ’ εἰς τὴν ἀπ’
5. αὐτῶν πρόγνωσιν οὐ μέγα βεβλαψόμεθα· διπλασίου γὰρ ὄντος,
6. εἰ τύχοι, τοῦ παντὸς τῆς συστολῆς χρόνου τῷ παντὶ
7. τῆς διαστολῆς παραβαλλομένου, διπλασίου δ’ ὁμοίως ὄντος
8. καὶ σωζομένου παραμετρουμένου, τὴν ἀπὸ τῶν ῥυθμῶν πρόγνωσιν
9. ὁμοίαν ἕξομεν ἐκ τῶν αἰσθητῶν μερῶν τῆς κινήσεως,
10. ἣν ἂν καὶ πάσης αὐτῆς σωζομένης ἔσχομεν. ἐπὶ μέντοι τῶν
11. ἀμυδρῶν τὴν ἀπορίαν οὐκ ἔθ’ ὁμοίως οἷόν τε παραμυθήσασθαι.
12. καὶ γὰρ ἣν οἱ τὸν χρόνον τῆς διαστολῆς τῷ λοιπῷ
13. παντὶ παραβάλλοντες εὑρίσκειν εὐπορίαν ζητοῦσιν, κίβδηλός
14. ἐστι. πειρατέον δὲ πρότερον εἰπεῖν αὐτὴν σαφῶς, εἶθ’ οὕτως
15. ὅπη μεμφόμεθα δεικτέον. ὄντων τοίνυν τεττάρων μορίων τοῦ
16. σφυγμοῦ, διαστολῆς τε καὶ συστολῆς, καὶ δυοῖν ἠρεμιῶν,
17. ἑτέρας μὲν ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, ἑτέρας δ’ ἐπὶ
18. τῇ συστολῇ πρὸ τῆς διαστολῆς, ὅσοι μὲν ἀδιάγνωστον αἰσθήσει
19. τὴν συστολὴν εἶναί φασιν, ἰδίᾳ μὲν τὸν τῆς διαστολῆς
1. χρόνον τιθέασιν, ὃν δὴ κινήσεως καλοῦσιν, ἰδίᾳ δὲ τῶν ὑπολοίπων
2. δυοῖν μερῶν, ὃν ἠρεμίαν τε καὶ συστολὴν ὀνομάζουσιν,
3. καὶ τὸν τούτων τῶν τριῶν χρόνων πρὸς ἀλλήλους λόγον
4. ῥυθμὸν εἶναί φασιν. ὅσοι δὲ τῆς συστολῆς αἰσθάνεσθαί φασιν,
5. οἱ μέν τινες αὐτῶν τὸν τῆς διαστολῆς μόνον χρόνον τῷ
6. τῆς συστολῆς παραβάλλοντες τὸν ῥυθμὸν γίγνεσθαί φασιν,
7. οἱ δέ τινες προσνέμουσιν ἑκατέρᾳ τῶν κινήσεων τὸν χρόνον
8. τῆς μετ’ αὐτὴν ἡσυχίας. τριῶν οὖν τούτων δοξῶν οὐσῶν περὶ
9. τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν, οἱ μὲν ἀπὸ τῆς δευτέρας ὁμολογήσουσι
10. μηδὲν εἰπεῖν ἔχειν πρὸς τὰς εἰρημένας ἀπορίας, οἱ
11. δ’ ἀπὸ πρώτης τε καὶ τρίτης ἴσως ἂν εὐπορεῖν δόξαιεν, οἱ
12. μὲν, ὅτι τὸν τῆς φαινομένης κινήσεως χρόνον ἅπαντι τῷ
13. λοιπῷ τῷ τῆς ἡσυχίας ὑπ’ αὐτῶν καλουμένης παραβάλλουσιν,
14. οἱ δ’, ὅτι τὸν τῆς φαινομένης κινήσεως χρόνον ἅμα τῷ
15. χρόνῳ τῆς μετ’ αὐτῶν ἡσυχίας πρὸς τὸν λοιπὸν, τὴν ἀρχὴν
16. τῆς συστολῆς ὅρον τῆς τῶν προτέρων δυοῖν χρόνοιν συνθέσεως
17. ποιούμενοι. ἄξιον δ’ ἑκατέρων θαυμάσαι, τῶν μὲν
18. πρώτων, εἰ τὰ περὶ τῆς συστολῆς εἰρημένα μέμνηνται μόνα,
1. τῶν ἐπὶ τῆς διαστολῆς ῥηθέντων ἐπιλαθόμενοι. ἐν γὰρ τοῖς
2. ἀμυδροῖς σφυγμοῖς τὸ μὲν ποσὸν τοῦ διαστήματος ἐν ταῖς
3. διαστολαῖς συλλογισμῷ γνωστὸν ἐδείκνυμεν ὑπάρχειν, τὸν
4. δὲ χρόνον τῆς κινήσεως ἀδιάγνωστον ὑπάρχειν, μόνων τῶν ἐκτὸς
5. αὐτῆς περάτων εἰς αἴσθησιν ἡκόντων. οὐκ οἶδ’ οὖν ὅπως
6. λέγουσι παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ λοιπῷ παντὶ,
7. καὶ γὰρ τοῦ ταύτης χρόνου τὸ αἰσθητὸν ὀλίγον παντάπασιν,
8. εἰ μή τι τοῦτ’ αὐτὸ μόνον ἐθέλουσι παραβάλλειν τῷ λοιπῷ
9. παντί. καὶ γένοιτ’ ἂν οὕτως ὁ ῥυθμὸς αὐτοῖς λόγος τοῦ
10. φαινομένου χρόνου τῆς κατὰ τὴν διαστολὴν κινήσεως πρὸς τὸν
11. λοιπὸν ἅπαντα. τοῦτο δ’ εἰ λέγουσι, δυνατὸν μέν τι λέγουσιν,
12. οὐ μὴν καὶ χρήσιμόν γε, μηδενὸς ἐκ τοῦ τοιούτου ῥυθμοῦ
13. προγνωσθῆναι δυναμένου, καθ’ ὃν ὁ χρόνος τοῦ φαινομένου
14. μέρους τῆς διαστολῆς τῷ λοιπῷ παντὶ παραβάλλεται, τῷ
15. συγκειμένῳ ἔκ τε τοῦ τῆς ἐκτὸς ἠρεμίας καὶ τῆς συστολῆς
16. καὶ τρίτου τοῦ τῆς ἐντὸς ἠρεμίας καὶ τετάρτου τοῦ μὴ φαινομένου
17. μέρους τῆς διαστολῆς. πρὸς δὲ τὸ μηδὲν χρήσιμον
18. ἐκ τῆς τοιαύτης διδασκαλίας δύνασθαι λαβεῖν, ἔτι καὶ τὴν
1. ἔννοιαν οὗτοι τοῦ ῥυθμοῦ συγχέουσιν, ὡς εἰ καὶ μουσικός
2. τις εἶναι προσποιούμενος, οὐ τοῦ τῆς ἄρσεως χρόνου πρὸς
3. τὸν τῆς θέσεως λόγον ἔφασκεν ὑπάρχειν τὸν ῥυθμὸν, ἀλλὰ
4. τοῦ φαινομένου μέρους τῆς ἄρσεως πρὸς τὸν λοιπὸν πάντα.
5. παραπλήσια δ’ αὐτοῖς καὶ οἱ ἀπὸ τῆς τρίτης αἱρέσεως ἁμαρτάνουσι,
6. μόνῳ τῷ προσνέμειν τὸν χρόνον τῆς ἐκτὸς ἠρεμίας
7. τῷ τῆς διαστολῆς βέλτιον ἐκείνων φρονοῦντες, καθ’
8. ὅσον δ’ ἐπελάθοντο καὶ αὐτοὶ τὸν τῆς συστολῆς χρόνον
9. ἀδιάγνωστον ὑπάρχειν αἰσθήσει κατὰ τοὺς ἀμυδροὺς σφυγμοὺς,
10. ὁμοίως σφαλλόμενοι. τρίτον δ’ αὖ πάλιν ἐξαίρετον οὗτοι
11. προσεπιτίθενται τὸ καὶ τῆς συστολῆς τὴν πρώτην ὁρμὴν αἰσθητὴν
12. εἶναι διὰ παντὸς, οὔσης οὐδὲ ταύτης ἐπὶ τῶν ἀμυδρῶν
13. σφυγμῶν αἰσθητῆς. κατὰ ταῦτ’ οὖν ἅπαντα τὰς ἐν ταῖς αἱρέσεσι
14. πολλὰς ἀπορίας ἀνάγκη συμπίπτειν ἐν ταῖς τῶν ῥυθμῶν
15. διαγνώσεσι, καὶ διὰ τοῦτ’ οἶμαι μηδ’ ἐπιχειρῆσαί τι γράψαι
16. τοὺς μεθ’ Ἡρόφιλον εἰς τὴν ἀπ’ αὐτῶν πρόγνωσιν. αὐτὸς
17. δὲ ὁ Ἡρόφιλος πολλαχόθι μὲν ῥυθμῶν εἰς τὰς προγνώσεις
18. μνημονεύει, χαλεπὸν μὴν ἐξευρεῖν τί ποτε καὶ λέγει τὸν ῥυθμὸν,
19. ἆρά γε τὸν λόγον τοῦ τῆς διαστολῆς μόνον χρόνου πρὸς τὸν
1. τῆς συστολῆς μόνης, ἢ καὶ αὐτὸν τῆς ἑπομένης ἑκατέρᾳ τῶν
2. κινήσεων ἠρεμίας προσνέμει. καὶ διὰ τοῦτο οὐδὲ τοῖς ὑπ’ αὐτοῦ
3. κληθεῖσιν Ἡροφιλείοις ὁμολογεῖται, τί ποθ’ ὑπὲρ αὐτῶν
4. φρονεῖ δεόντως. οὔτε γὰρ ἡ λέξις αὐτοῦ θάτερον ἐνδείκνυται
5. σαφῶς οὔθ’ ἡ τῶν πραγμάτων φύσις ἱκανὴ πιστώσασθαι.
6. εἰ μὲν οὖν τὴν ἑτέραν τῶν δοξῶν φυλάττωμεν, ἑπόμενοι τοῖς
7. μουσικοῖς, τοὺς τῶν ἡσυχιῶν χρόνους προσθήσομεν τοῖς τῶν
8. προηγουμένων κινήσεων· εἰ δὲ τὴν εἰς τὰς προγνώσεις χρείαν,
9. τὴν κίνησιν τῇ κινήσει παραβάλλοντες, ἰδίᾳ τὸν τῶν ἡσυχιῶν
10. χρόνον ἐπισκεψόμεθα. ὅταν οὖν δυοῖν θάτερον, ἢ τὴν ἔννοιαν
11. τῆς προσηγορίας ἀναγκαῖον ᾖ διαφθείρειν, ἢ τὴν χρείαν ἀνατρέπειν,
12. ἐν ἀπορίᾳ δυσμεταχειρίστῳ καθιστάμεθα. χρὴ δ’ ὅμως,
13. ἐπειδὴ τὸ ἕτερον αὐτῶν ἑλέσθαι προσήκει, προτιμῆσαι τὸ χρήσιμον
14. εἰς τὰς προγνώσεις, καταφρονήσαντα τοῦ παρὰ τοῖς μουσικοῖς
15. ὀνόματος. τί γὰρ καὶ βλαβησόμεθα προγιγνώσκοντες
16. μὲν ἐκ τοῦ λόγου τὸν κατὰ τὰς κινήσεις χρόνον, ὄνομα δ’ ἴδιον
17. αὐτοῦ μηδὲν ἔχοντες; οὐ γὰρ ἐν οἷς ἀποροῦμεν ὀνόμασιν, ἀλλ’
18. ἐν οἷς προγιγνώσκειν ἀδυνατοῦμεν, ἡ τέχνη βλάπτεται. κείσθω 
1. τοίνυν διὰ τὴν χρείαν ἐν τῷ λόγῳ τοῦ χρόνου τῶν κινήσεων
2. τὸν ῥυθμὸν συνίστασθαι, ζητησόντων ἡμῶν ἰδίᾳ ποτὲ τὸ δοκοῦν
3. Ἡροφίλῳ. ἀλλὰ κᾂν τοῦτο θῶμεν, ἔοικεν ἔτι μένειν ἡ
4. ἀπορία, μήτε παντὸς τοῦ τῆς διαστολῆς χρόνου δυναμένου
5. γνωσθῆναι, πλὴν ἐν τοῖς σφοδροτάτοις σφυγμοῖς, μήτε τῆς
6. συστολῆς τὴν ἀρχὴν ἐπὶ πάντων αἰσθητὴν ἐχούσης. πῶς οὖν
7. Ἡρόφιλος πρῶτός τινα πρὸς αἴσθησιν ὑποτίθεται χρόνον, ᾧ
8. τοὺς ἄλλους μετρῶν ἢ δυοῖν, ἢ καὶ τριῶν, ἢ καὶ πλειόνων
9. εἶναι φάσκει, ἤτοι τελέων τε καὶ ὡς αὐτοὶ καλοῦσιν ἀπαραύξων,
10. ἢ καὶ ἀπηυξημένων ἐπ’ ὀλίγον, ἢ ἐπὶ πλεῖον, ἢ ἐπὶ
11. πλεῖστον; ὡς γὰρ ἐπὶ πάντων ἀκριβῶς τῶν σφυγμῶν διαγινώσκων
12. τοὺς χρόνους εἴτε τῶν κινήσεων μόνων εἴτε καὶ
13. τῶν μετ’ αὐτοὺς ἡσυχιῶν, οὐδὲν γὰρ διαφέρει πρός γε τὴν
14. παροῦσαν ἀπορίαν, ἔοικε ταῦτα γράφειν, εἰ μή τι οὐκ ἐπὶ
15. πάντων, ἀλλ’ ἐφ’ ὧν δυνατὸν, ἐπὶ τούτων μόνον ἡγητέον αὐτὸν
16. τὰ τοιαῦτα γράφειν. τοῦτο μὲν οὖν τάχ’ ἂν ἰδίᾳ ποθ’
17. ὕστερον ἐπισκεψόμεθα· νυνὶ δ’, οὐ γὰρ πρόκειται τὸ δοκοῦν
18. Ἡροφίλῳ ζητεῖν, ἀλλὰ τἀληθές τε ἅμα καὶ χρήσιμον ἐξευρεῖν,
1. τοῦτο πειρατέον ἐνδείξασθαι σαφῶς, ὡς ἐπ’ αὐτῶν τῶν ἔργων
2. ἡμῖν πειρωμένοις εὑρέθη. ἔχει δὲ ᾧδε· τὸ ποιὸν τῆς κινήσεως
3. κατὰ τὴν διαστολὴν τῷ ποιῷ τῆς κατὰ τὴν συστολὴν
4. κινήσεως παραβάλλοντες ἐννέα μὲν τὰς πρώτας εὑρίσκομεν
5. διαφορὰς τὰς ἐν τῷ διαγράμματι δηλουμένας, ἐν ἑκάστῃ δ’
6. αὐτῶν ἄλλας πολλὰς ἀῤῥήτους μὲν λόγῳ, τῷ δὲ μᾶλλον καὶ
7. ἧττον ἐπ’ αὐτῶν τῶν ἔργων διαγιγνωσκομένας. οἷον δέ τι
8. δηλοῦν ἑκάστη διαφορὰ πέφυκεν, ἐν τοῖς περὶ προγνώσεως
9. ἐροῦμεν. ἀλλὰ νῦν γε πρῶτον ὑπογράψομεν τὸ διάγραμμα,
10. σαφὲς ἑτοίμως γενησόμενον τοῖς ἐν τῷ πρώτῳ περὶ
11. διαφορᾶς σφυγμῶν γεγυμνασμένοις. ἐφεξῆς δὲ μηνύσομεν,
12. ὅπως πάλιν ἑκάστῃ διαφορᾷ πολλαὶ συνίστανται τῷ ποσῷ
13. διαφέρουσαι, κᾂν ὁμογενεῖς ὦσι.

διαστολὴ διαστολὴ διαστολὴ
ταχεῖα σύμμετρος βραδεῖα
ταχεῖα σύμμετρος βραδεῖα
ταχεῖα σύμμετρος βραδεῖα
συστολὴ συστολὴ συστολὴ
ταχεῖα ταχεῖα ταχεῖα
σύμμετρος σύμμετρος σύμμετρος
βραδεῖα βραδεῖα βραδεῖα

6. τῆς τοίνυν πρώτης ἐν τῷ διαγράμματι γεγραμμένης διαφορᾶς
7. ἑκατέραν τῶν κινήσεων ταχεῖαν ἐχούσης, ἐνδέχεται μὲν τὴν ἐν
8. διαστολῇ κίνησιν ἐσχάτως ἠπεῖχθαι, τὴν δ’ ἐν τῇ συστολῇ
9. βραχεῖ τινι τῆς συμμέτρου τε καὶ μέσης ὑπερέχειν, ἢ ἔμπαλιν
10. βραχεῖ μὲν ὑπερέχειν τὴν ἐν τῇ διαστολῇ, παμπόλλῳ δὲ τὴν
11. ἐν τῇ συστολῇ, ἢ ἀμφοτέραν ὀλίγῳ, ἢ ἀμφοτέραν παμπόλλῳ,
12. ἢ τὴν μὲν ὀλίγῳ, τὴν δὲ πλέονι μὲν, ἢ κατ’ ὀλίγον ἐλάττονι,
13. ἢ κατὰ πολὺ, ἢ ὁπωσοῦν ἑτέρως. ἡ γὰρ ποικιλία σαφής.
14. καὶ οὐκ ἔστιν εἰπεῖν ἢ ὡς οὐ φαίνεται τοῦτο γιγνόμενον, ἢ
15. ὡς δηλοῦν οὐδὲν πέφυκε. καὶ γὰρ καὶ γίνεται καὶ δηλοῖ μέγιστα.
16. καὶ ἡμῖν ἀπὸ τῆς τοιαύτης διαγνώσεως ἤρκει προγινώσκειν,
17. οὐ δεομένοις τῶν πρώτων χρόνων ὁλοκλήρων τε καὶ
18. παρηυξημένων. ὅτι δ’ ἡ τοιαύτη διάγνωσις οὐ δεῖται πάσης
1. τῆς κινήσεως, ἀλλὰ καὶ διὰ μέρους αὐτῆς τοῦ τυχόντος δύναται
2. γίγνεσθαι πρόδηλον παντὶ, πλὴν εἰ ἀνώμαλός ποτ’ εἴη·
3. τηνικαῦτα γὰρ οὐκ ἔθ’ ὅμοιον τὸ μέρος τῷ ὅλῳ. κατὰ μέντοι
4. τοὺς ἐσχάτως ἀμυδροὺς σφυγμοὺς οὐδὲ τῇ τοιαύτῃ χρῆσθαι
5. δυνατόν. οὐ γὰρ ἔστιν ἐπ’ ἐκείνων οὐδὲ τὴν πρώτην ἀρχὴν
6. τῆς συστολῆς γνωρίσαι, μή τι γε δὴ μόριον αὐτῆς ἀξιόλογον.

Cliquer un n° de page pour en afficher l’image