ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ
ΣΦΥΓΜΩΝ ΛΟΓΟΣ Δ.
1. Ὅσα μὲν ὑπάρχει τοῖς σφυγμοῖς κατὰ τὸν
2. ἴδιον τῆς οὐσίας αὐτῶν λόγον, ἔμπροσθεν εἴρηται πάντα·
3. περὶ δὲ τῶν ἄλλων, ὅσα μήτ’ ἄνευ τῆς κινήσεως τῶν ἀρτηριῶν
4. διαγνωσθῆναι δύναται μήτ’ ἐστὶν αὐτῆς ἴδια, νῦν ἐροῦμεν.
5. ἔστι δή τις ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν ἁπτομένοις
6. ἡμῖν οἷον πληγὴ γιγνομένη κατὰ τὴν ἁφὴν, ἣν, ὅταν
7. μὲν βίαιος ᾖ, κυρίως σοι δόξουσι πληγὴν καλεῖν, οὐ μὴν οὕτως
8. κᾂν ἀβίαστος ᾖ. περὶ ταύτης δὴ τῆς ὄντως πληγῆς, ἣν
9. βίαιον προσβολὴν εἶναί φαμεν, σκεπτέον ἀκριβῶς. ἕπεσθαι
1. γὰρ οὐκ ὀλίγοις εἴδεσι σφυγμῶν δοκεῖ, σκληρῷ καὶ σφοδρῷ
2. καὶ μεγάλῳ καὶ ταχεῖ καὶ ὑψηλῷ καὶ σπασμώδει καὶ κλονώδει.
3. ἵν’ οὖν τις μὴ ἐξαπατηθεὶς τῷ κοινῷ συμπτώματι περὶ τὴν
4. διάγνωσιν αὐτῶν σφαλῇ, σκεπτέον ὑπὲρ ἁπάντων ἐπιμελῶς.
5. εἰ μὲν γὰρ ἄλλοις γνωρίσμασι διακρίνειν αὐτοὺς δυνατόν ἐστι,
6. ἐκεῖνα μαθόντες ἔχοιμεν ἂν ἤδη τὸ πᾶν· εἰ δ’ ἀδύνατον, ἀποχρήσει
7. γοῦν τὸ γιγνώσκειν, ὡς κοινὸν τοῦτο πλειόνων ἐστὶ
8. σφυγμῶν. ἀρχὴ δὲ τῆς σκέψεως ἀρίστη τὸ μαθεῖν τὴν αἰτίαν
9. δι’ ἣν πολλοῖς οὕτω σφυγμοῖς ἓν κοινὸν ἕπεσθαι δοκεῖ
10. πάθημα, τὸ βίαιον τῆς πληγῆς. ᾧδ’ οὖν, ἐπειδὴ χρὴ μὲν
11. ἀπωσθῆναι τὴν ἁφὴν ὑπὸ τοῦ σφυγμοῦ, μέλλουσαν αἰσθήσεσθαι
12. τῆς προσβολῆς αὐτοῦ, ὠθεῖται δ’ οὐχ ὁμοίως διὰ παντὸς,
13. ἀλλὰ ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον, ποτὲ δὲ ὥστε
14. ψαύειν μόνον, ὅσαι κινήσεις αὐτὴν ὠθοῦσι καὶ ἀνατρέπουσιν
15. ἐπὶ πολὺ, βίαιον αὗται φαντασίαν ἐργάζονται τῆς πληγῆς.
16. ἐπὶ πολὺ δ’ ὠθεῖν δύνανται κινήσεις ἥ τε τῇ σκληρότητι τῆς
17. ἀρτηρίας οἷον θλῶσα τὴν ἁφὴν καὶ ἡ τῇ ῥώμῃ τῆς κινούσης
18. αὐτὰ δυνάμεως οἷον ἀνατρέπουσα, καὶ ἡ τῷ μεγέθει
1. τῆς διαστολῆς ἐπὶ πλεῖστον ἐξικνουμένη, καὶ ἡ τῷ τάχει τῆς
2. φορᾶς ὠθοῦσα συντόμως, καὶ ἡ διὰ τὸ ὕψος οἷον ἐγκαταβαίνουσα,
3. καὶ ἡ διὰ τὸ τετάσθαι δυσκίνητος, καὶ ἡ διὰ τὸν κλόνον
4. ἅμα τάσεώς τε καὶ σκληρότητος καὶ ταχείας προσβολῆς
5. ἔμφασιν ἔχουσα. ταῦτ’ ἄρα παμπόλλοις ἐστὶν ἐντυχεῖν ὁσημέραι
6. τῶν ἰατρῶν ἅπαντας τοὺς εἰρημένους σφυγμοὺς σφοδροὺς
7. εἶναι λέγουσιν. εἰ μὲν οὖν ᾐσθάνοντο τῆς ἐν αὐτοῖς διαφορᾶς,
8. τοῦ καλεῖν ὅπως ἠβούλοντο κοινῇ πάντες οὐδὲν ἂν ἐφροντίσαμεν·
9. ἐπεὶ δ’ ὥσπερ ὄνομα κοινὸν ἐπιφέρουσιν, οὕτω καὶ
10. τὴν φύσιν ἁπάντων μίαν εἶναι νομίζουσιν, πειρατέον αὐτοῖς
11. ἐνδείξασθαι τὴν ἀπάτην ἀπὸ τῶν προφανεστάτων ἀρξαμένους,
12. οἷον εὐθέως ἀπὸ τοῦ ταχέος. πρόχειρον γὰρ ἐντεῦθεν
13. τὸ σφάλμα τῷ γε δυναμένῳ συνιδεῖν τὸ τάχος τῆς προσβολῆς
14. οὐ ταὐτὸν ὂν τῷ βιαίῳ τῆς πληγῆς. τά τε γὰρ ἄλλα
15. καὶ μέχρι πλείονος ὁ ταχὺς ὠθεῖν οὐ δύναται τὴν ἁφὴν, ἂν μὴ
16. καὶ μέγας ᾖ. ᾧ δῆλον, ὅτι μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔχει
17. τοῦτο σύμπτωμα. τὸ γὰρ ὅταν ᾖ ταχὺς μόνον, οὐ διὰ τὸ
18. μέγεθος ὑπάρχον, τῇ δὲ τοῦ μεγέθους παρουσίᾳ προσγινόμενον
1. αὐτῷ πῶς ἄν τις ἴδιον εἶναι λέγοι; ὁ γοῦν ταχὺς ἅμα καὶ
2. μικρὸς οὐκ ὠθεῖ μέχρι πολλοῦ τὴν ἁφὴν, ἀλλά τοι τὸ μέχρι
3. τοῦ πολλοῦ μεγέθους ἐστὶν οἰκειότερον, ἢ καὶ τούτου κατὰ
4. συμβεβηκός. ἂν γὰρ ἀναμνησθῶμεν ὅσα περὶ τῆς τοῦ μεγέθους
5. διαγνώσεως εἰρήκαμεν, οὐ τῷ μέχρι πλείονος ἔσω χωρεῖν,
6. ἀλλὰ τῷ κατὰ πολλὰ μόρια μήκους θ’ ἅμα καὶ πλάτους
7. καὶ βάθους ἅπτεσθαι τῆς ἁφῆς ἐγνωρίζετο. τὴν γὰρ κατὰ κύκλον
8. τοῦ σφυγμοῦ περιφέρειαν ἱκανὴν τὸ μέγεθος οὖσαν αἰσθήσει
9. διαγνόντες, ἐπ’ αὐτῇ λοιπὸν ἤδη συνελογισάμεθα τὴν
10. ἐκ πολλοῦ βάθους ἄνοδον, οὐκ ἀκολουθησάσης παντὶ τῷ διαστήματι
11. τῆς ἁφῆς, ἀλλὰ τῆς ἐκτὸς τελευτῆς μόνης αἰσθομένης.
12. εἰ γοῦν ἀπὸ τῆς πρώτης ὁρμῆς τοῦ διαστέλλεσθαι τὴν
13. ἀρτηρίαν τῆς κινήσεως ἐθελήσαιμεν αἰσθάνεσθαι, πολὺ τοῦ
14. μεγέθους, ὡς καὶ πρόσθεν ἐῤῥέθη, κωλύσομεν· ὥσθ’ ἡμῖν
15. μηδὲ μέγαν ἔτι φαίνεσθαι τὸν σφυγμόν. ἀλλὰ καὶ αὐτὸ τοῦτ’
16. οὐκ ἐν ἅπασιν οἷόν τε ποιεῖν τοῖς μεγάλοις, ἀλλ’ ὅσοι πρὸς
17. τῷ μεγέθει σφοδρότητος μετέχουσι. τοῖς γὰρ μεγάλοις μόνον,
18. οὐ μὴν καὶ σφοδροῖς, οὐδ’ ἀπαντῆσαι δυνατὸν ἀνιοῦσιν, οὐδὲ
1. θλῖψαι τὴν ἀρτηρίαν· ἀπόλλυνται γὰρ εὐθὺς ὅλοι. δῆλον
2. οὖν, ὡς οὐδ’ ὁ μέγας διαγινώσκεται τῷ πλεῖστον ἔσω τὴν
3. ἁφὴν ὠθεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια τοῦ τε μήκους καὶ
4. τοῦ κύκλου τῆς ἀρτηρίας προσπίπτειν. ἆρ’ οὖν ὁ ὑψηλὸς ἐπὶ
5. πλεῖστον ἔσω βιάζεται; καὶ μὴν ὅπερ ὁ μέγας ἐν ταῖς τρισὶ
6. διαστάσεσι, τοῦτο οὗτος ἐν μιᾷ κέκτηται. εἴπερ οὖν μηδ’
7. ἐκεῖνος, οὐδὲ οὗτος. ἀλλὰ μὴν ὁ μέγας ἐδείχθη χωρὶς τοῦ
8. καὶ σφοδρὸς εἶναι μὴ δυνάμενος ἐπὶ πλέον ὠθεῖν τὴν ἁφήν.
9. οὐκ οὖν οὐδὲ ὁ ὑψηλός. εἰ δὲ τῷ μεγάλῳ μὲν ὑπάρχει πολλάκις
10. ἀμυδρότης, τῷ δ’ ὑψηλῷ μὲν, μὴ μεγάλῳ δὲ, τὰ πολλὰ
11. μὲν ἡ σφοδρότης, ἀμυδρότης δὲ οὐδέποτε, τοῦθ’ ἕτερος λογος.
12. ἕξει μὲν γὰρ, ὡς εἶπον, μέχρι πλείονος ὠθεῖν ὁ ὑψηλὸς, οὐ
13. μὴν κατὰ τὸν ἴδιον λόγον, ἀλλ’ ὅτι πάντως σφοδρὸς, ἢ οὐκ
14. ἀμυδρός γέ ἐστιν. ἅπαντες μὲν οὖν οἱ εἰρημένοι σφυγμοὶ
15. φαίνονται σφοδρότητος δεόμενοι πρὸς τῷ μέχρι πολλοῦ τὴν
16. ἁφὴν ὠθεῖν. καὶ διὰ τοῦτο ὅσοις μὲν αὐτῶν διὰ παντὸς σύνεστι
17. σφοδρότης, ἀεὶ βιαίως πλήττουσι, ὅσοις δ’ οὐκ ἀεὶ μὲν,
18. ὡς τὸ πολὺ δὲ, καὶ οὗτοι τὰ πολλὰ βίαιοι φαινόμενοι τοῖς
1. ἀμελέστερον τὰ τοιαῦτ’ ἐπισκοποῦσιν ἐπιστεύθησαν ἀεὶ τοιοῦτοί
2. τινες΄ ὑπάρχειν. ἄλλοι δ’ αὖ σφυγμοὶ διὰ τὴν ἀχώριστον
3. αὐτῶν σκληρότητα βιαίως πλήττουσιν, ὥσπερ ὅ τε κλονώδης
4. καὶ ὁ σπασμώδης. οὐδὲ γὰρ οὗτοι δι’ ἄλλο τι
5. βίαιον ἔχουσι τὴν πληγὴν, ἀλλὰ διὰ τὴν ἀχώριστον αὐτῶν
6. σκληρότητα. καὶ δύο ταῦτ’ ἔοικεν εἶναι μόνα σφυγμῶν εἴδη
7. βιαίως πλήττοντα, τό τε τῶν σφοδρῶν καὶ τὸ τῶν σκληρῶν.
8. εἰσὶ δ’ οἳ κᾀν τούτοις δεῖσθαι σφοδρότητος ἔφασαν πρὸς τὴν
9. σκληρότητα· μὴ γὰρ δύνασθαι μόνην βίαιον ποιήσασθαι πληγὴν,
10. ὥσπερ οὐδ’ εἰ λίθον ἀτρέμα προσάγοις· δεῖ γὰρ δὴ καὶ
11. τούτῳ τόνου τινὸς, εἰ μέλλοι πλήττειν ἰσχυρῶς. ἀλλὰ τούτους
12. μὲν ἐρέσθαι δίκαιον, τί ποτε καὶ βούλονται, πότερον οὐδὲν
13. ὅλως εἶναι σῶμα σκληρὸν, ἀλλὰ τοῦτο τοὔνομα τὸ σκληρὸν
14. μάτην ὑπὸ τῶν ἀνθρώπων εἰρῆσθαι κατ’ οὐδενὸς ὑποκειμένου
15. πράγματος, ἢ πρᾶγμα μὲν εἶναί τι καθ’ οὗ λέγεται,
16. διάγνωσιν δ’ αὐτοῦ μηδεμίαν ὑπάρχειν αἰσθήσει, ἢ δι’ ἄλλης
17. τινὸς αἰσθήσεως, οὐ διὰ τῆς ἁφῆς γνωρίζεσθαι. πάντα γὰρ
18. ἄτοπα τό τε μηδὲν εἶναι σῶμα σκληρὸν τό τε λόγῳ μᾶλλον
1. ἢ αἰσθήσει διαγινώσκεσθαι τό τ’ αἰσθήσει μὲν, ἄλλῃ δέ τινι
2. μᾶλλον ἢ ἁφῇ. καὶ μὴν εἰ συγχωρηθείη γέ τι σκληρὸν εἶναι
3. καὶ διὰ τῆς ἁφῆς γνωρίζεσθαι, τί λοιπὸν ἢ περὶ ὀνόματος
4. ἐρίζοντες εὑρεθήσονται, φάσκοντες ἄνευ τόνου μὴ δύνασθαι
5. βίαιον ἀπ’ αὐτοῦ γενέσθαι τὴν πληγήν; εἰ γὰρ καὶ μὴ βίαιον
6. ἐθέλοιεν καλεῖν, ἀλλ’ οἷον θλῶσάν γε πάντως, ἢ ἀπωθουμένην,
7. ἢ ἀνατρέπουσαν εἰπεῖν ἀναγκασθήσονται. τὸ μέν γε
8. τοῦ τόνου διαμφισβητεῖται. τὴν ἀρχὴν γὰρ οἷός τίς ἐστιν ὁ
9. τόνος ἐν τοῖς τῶν ζώων σώμασι οὐχ ὡμολόγηται πρὸς τῶν
10. εἰς ἐλάχιστα, ἢ εἰς ἄτομα, ἢ εἰς ἄναρμα τὴν ὅλην οὐσίαν
11. καταθραυόντων. μόνοις γὰρ ὁμολογεῖται τοῖς ἡνῶσθαι φάσκουσιν
12. αὐτήν. ὥστ’ οὐδ’ αἰσθήσει διαγνωστὸς ὁ τόνος, ἀλλ’,
13. εἴπερ ἄρα, διὰ σημείου τινὸς, ἢ σημείων, ἤτοι κατ’ ἔνδειξιν,
14. ἢ κατ’ ἀπόδειξιν πιστός. σκληρὸν δὲ καὶ μαλακὸν σῶμα πάντες
15. ἄνθρωποι διαγινώσκομεν αἰσθήσει. καὶ δίκαιον οὐ περὶ
16. τῆς ὑπάρξεως αὐτῶν ζητεῖν, ἀλλὰ περὶ τῆς διαγνώσεως, μᾶλλον
17. δ’ οὐδὲ περὶ ταύτης, ἀλλὰ περὶ τοῦ πῶς ἄν τις ἑρμηνεύοι
18. ἑτέρῳ τὸ γιγνόμενον ἑαυτῷ πάθημα κατὰ τὴν ἁφὴν ἐν τῇ
1. προσβολῇ τῶν σκληρῶν σωμάτων, ὅπῃ τε διαφέρει τοῦτο τῶν
2. σφοδρῶν. ἀλλ’ ἐπεὶ τοῖς ἔμπροσθεν παραλέλειπται, πειραθῶμεν
3. ἡμεῖς αὐτὸ ποιῆσαι, ἀρχὴν τῷ λόγῳ τὰ πᾶσιν ἀνθρώποις
4. ὁμολογούμενα θέμενοι. ἐπεὶ τοίνυν σφοδρά τινα καλοῦμεν οὐ
5. ζῶα μόνον, ὥσπερ λέοντάς τε καὶ ταύρους, ἀλλὰ καὶ τῶν
6. ἀψύχων ἔνια, καθάπερ τά τε τῶν ποταμῶν κατάντη ῥεύματα
7. καὶ ἀνέμους τοὺς μεγάλους, ἕτερα δὲ σκληρὰ, καθάπερ χαλκὸν
8. καὶ σίδηρον καὶ λίθους, ἀναμνησθῆναι χρὴ, τί δή ποτ’
9. ἐστὶν ἀφ’ ἑκατέρων αὐτῶν, ὅταν ὁμιλῶσιν ἡμῖν διάφορα
10. ἐγγινόμενα τοῖς σώμασι παθήματα. τό τε γὰρ βίαιον τῆς
11. προσβολῆς κοινὸν ἀμφοῖν, τῶν τε σφοδρῶν ἀνέμων καὶ τῶν
12. σκληρῶν σωμάτων, πλεονεκτεῖ δ’, οἶμαι, κατὰ μὲν τοὺς ἀνέμους
13. τε καὶ τὰ τῶν ποταμῶν ῥεύματα τὸ ἀνατρέπεσθαι
14. πρὸς αὐτῶν, κατὰ δὲ τοὺς λίθους καὶ τὰ ξύλα τὸ θλίβεσθαί
15. τε καὶ θλᾶσθαι. ἐπὶ μὲν γὰρ τῶν προτέρων, εἰ καὶ
16. πάνυ προθυμηθείημεν ἐναντίοι βαδίζειν πρὸς αὐτὰ, πάντως
17. ἰσχόμεθά τε καὶ ἀνατρεπόμεθα καὶ εἰς τοὐπίσω βιαίως
18. ὠθούμεθα, χωρὶς τοῦ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι
19. τὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν δευτέρων αὐτὸ
1. τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι πλεονεκτεῖ. μάλιστα
2. δ’ ἂν αὐτὸ μάθοις, εἴ τινι τῶν τοῦ σώματος μορίων
3. ἐπιθείης λίθον μὴ πάνυ βαρὺν, ἀλλ’ ὥστε βουληθέντας
4. ἀποῤῥπῖψαι ῥᾳδίως. γνώσῃ γὰρ ὅπως ἐπικείμενος μὲν βαρύνει
5. καὶ θλίβει καὶ θλᾷ καὶ οἷον ἐγκαταβαίνει τῷ δέρματι, ἀπολιπεὶς
6. δὲ καταλείπει τι περὶ τὸ μόριον ἴχνος καὶ γνώρισμα
7. τῆς θλίψεως. ἢ γὰρ κοιλότερον ἑαυτοῦ καὶ μέχρι πολλοῦ
8. διασῶζον τὴν ἕδραν τὸ μέρος ἀπέφηνεν, ἢ πρὸς τούτῳ καὶ
9. πελιδνόν. οὐ μὴν ἄνεμός γε, κᾂν ἰσχυρότατος ὢν τύχῃ,
10. κᾂν ἀνατρέψῃ τινὰ, κᾂν καταβάλῃ, πιλεῖ που καὶ κοῖλον
11. ἀπεργάζεται τὸ σῶμα. μαλακὸς γὰρ ὢν καὶ ῥᾳδίως περισχίζεταί
12. τε καὶ περιῤῥεῖ. διὰ τοῦτο μέγιστα μὲν πλοῖα ῥᾳδίως
13. ὠθεῖ καὶ καταβάλλει πολλάκις, οὐ μὴν κοιλότερόν γέ τι τῶν
14. ξύλων τῶν ἐν αὐτοῖς εἰργάσατο, καθάπερ εἰ λίθος ἦν, ἢ σίδηρος
15. τὸ προσπῖπτον. ταῦτα γὰρ θλάσαι μὲν καὶ συντρῖψαι
16. δύναται, ἀπώσασθαι δὲ καὶ ἀνατρέψαι τοῖς ἀνέμοις παραπλησίως
17. οὐ δύναται. μήποτ’ οὖν οἷς μὲν ἂν ὑπείκουσαν
18. ἔχωμεν τὴν τῆς σαρκὸς φύσιν, ταῦτα μὲν σκληρὰ καλοῦμεν,
19. ἃ δ’ ἂν αὐτῇ ὑπείκῃ τῇ σαρκὶ, καθάπερ τὸ ὕδωρ, μαλακὰ
1. κέκληται; καὶ, τοῦτ’ ἄρ’ ἦν τὸ πρὸς τοῦ Πλάτωνος λεγόμενον,
2. σκληρὰ μὲν, ὅσοις ἂν ἡμῶν ἡ σὰρξ ὑπείκῃ, μαλακὰ δ’, ὅσα
3. ἂν τῇ σαρκί. φέρε γὰρ ἡμῶν τὴν ἁφὴν ὑποπίπτειν ὑγρῷ τινι,
4. παντί που δῆλον, ὡς ἐγκαταβήσεται μὲν αὐτὰ, τὸ δ’ ὑγρὸν
5. εἴξει τε καὶ ὑποδέξεται. σκληρῷ δ’ εἴ τινι προσπέσοι, δῆλον,
6. ὡς αὐτὴ μᾶλλον εἴξει τε καὶ κοίλη γενήσεται. ἵν’ οὖν ἤδη συμπερανώμεθα
7. τὸν λόγον, ἐπινοήσωμεν τὴν ἡμετέραν χεῖρα
8. ποτὲ μὲν ὕδατος ὀξεῖ ῥεύματι, ἢ ἀνέμῳ σφοδρῷ ἐξ ἐναντίας
9. ἀπαντῶσαν, ποτὲ δὲ λίθῳ τινὶ διὰ τῆς ἑτέρας χειρὸς ἀτρέμα
10. προσαγομένῳ, ἆρ’ οὐ πρόδηλον, ὡς ἀπὸ μὲν τῶν προτέρων
11. ἀνατραπήσεται μὲν μὴ θλιφθεῖσα, τὸν δὲ λίθον αὕτη μὲν
12. ἀνατρέψει, θλιφθήσεται δ’ ὑπ’ αὐτοῦ. τὸ μὲν γὰρ σκληρὸν,
13. ὅσον ἐφ’ ἑαυτῷ, κωλύειν οὐχ ἱκανὸν ἡμᾶς ἰέναι πρόσω, ἀλλὰ
14. ἤτοι διὰ βάρος, ἢ διὰ τὴν ἔξωθεν αὐτῷ προσιοῦσαν κίνησιν
15. ἴσχειν ποτὲ δύναται· τὸ δὲ σφοδρὸν κατ’ αὐτὸ τοῦτο τὸ
16. ἴσχειν τε καὶ κωλύειν καὶ ἀπωθεῖσθαι καὶ ἀνατρέπειν νενόηται.
17. δῆλον οὖν, ὡς ἑτέρα μὲν αἴσθησις ἡμῖν ἐν τῇ τῶν σφοδρῶν,
18. ἑτέρα δ’ ἐν τῇ τῶν σκληρῶν ὁμιλίᾳ γίγνεται. τὰ
19. μὲν γὰρ θλίβει μόνον τὴν σάρκα, τὰ δ’ ἴσχει που πρόσω.
1. πολλάκις δ’ εἰς ταὐτὸν ἀμφοτέρων συνιόντων, ὡς εἶναι τὸ
2. προσπῖπτον ἅμα μὲν σκληρὸν, ἅμα δὲ σφοδρῶς κινούμενον,
3. ἀνάγκη καὶ τὴν αἴσθησιν ἡμῖν τὴν ἀπ’ αὐτῶν διπλῆν γίνεσθαι,
4. τὴν μὲν ὡς θλίβοντος, τὴν δ’ ὡς ἀνατρέποντος. καὶ εἴπερ
5. ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει, τὴν τοῦ σκληροῦ σφυγμοῦ
6. διάγνωσιν ἐν τῷ θλίβεσθαι θετέον τὴν ἁφὴν, ὥστ’ εἶναι
7. τὸ μὲν τῆς πληγῆς βίαιον κοινὸν ἀμφοτέροις, τὸ δ’ ἴδιον
8. ἑκατέρου, τὸ μὲν θλίβειν τοῦ σκληροῦ, τὸ δ’ ἀνατρέπειν
9. τοῦ σφοδροῦ. τὰ μὲν δὴ πάθη τῆς ἁφῆς ταῦτα καὶ τὰ
10. συνήθη τοῖς Ἕλλησιν ἐπ’ αὐτοῖς ὀνόματα.