11. Δύναιτο δ’ ἄν τις καὶ δι’ ἑτέρων ὀνομάτων
12. ταῦτα τὰ πράγματα δηλοῦν, ὥσπερ ἀμέλει ῥᾳδίως αὐτὸ ποιήσουσιν
13. οἱ τὸ συνεχὲς τῆς ὅλης οὐσίας διακόπτοντες τῷ κενῷ,
14. τοῦτ’ ἔστιν ἅπαντες ὅσοι σώματα αὐτὰ σμικρὰ καὶ ἀδιαίρετα
15. καὶ ἄτμητα καὶ ἄναρμα, ποτὲ μὲν συγκρινόμενα, ποτὲ δὲ διακρινόμενα,
16. τάς τε γενέσεις καὶ τὰς φθορὰς ἐργάζεσθαί φασιν,
17. οὗτοι γὰρ, ὡς ἂν οὐδένα τόνον εἰδότες ζωτικὸν, ὅταν ἀθρόα
18. καὶ πολλὰ καὶ ταχέως φέρηται ταυτὶ τὰ σμικρὰ σώματα, τότε
19. τὴν ἀπ’ αὐτῶν πληγὴν σφοδρὰν φήσουσι γίνεσθαι, καθάπερ
1. ἐπὶ τῶν ἀνέμων τε καὶ τῶν εἰς τὸ κάταντες φερομένων συμπίπτει
2. ῥευμάτων. τὸ δὲ ἀθρόα καὶ πολλὰ καὶ πυκνὰ λέγειν
3. ταὐτὸν εἶναι φήσουσιν τῷ βραχὺ παρεσπάρθαι κενὸν, τοῦτο
4. δὲ τῷ πεπληρῶσθαι στερεᾶς οὐσίας τὴν εὐρυχωρίαν τῆς ἀρτηρίας
5. ταὐτὸν ὑπάρχειν· τὴν γὰρ δὴ κένωσιν αὐτῆς, ὥσπερ καὶ
6. αὐτὸ τοὔνομα δηλοῖ, παρὰ τὸ κενὸν ὠνομάσθαι, τοῦτο γὰρ
7. ἐν ἅπασιν ἀεὶ τοῖς συγκρίμασι περιέχεσθαι· τῷ δ’ ἧττον,
8. ἢ πλέον εἶναι ποτὲ μὲν σκληρὰ, ποτὲ δὲ μαλακὰ γίγνεσθαι
9. τὰ σώματα, καὶ νῦν μὲν πλήρεις αὐτῶν τὰς ἐντὸς
10. κοιλίας, αὖθις δ’, εἰ τύχοι, κενάς. τὸν μὲν οὖν χιτῶνα
11. τῆς ἀρτηρίας σκληρὸν, ἢ μαλακὸν φήσουσι γίγνεσθαι διὰ
12. τὸ ποσὸν τοῦ παραπεπλεγμένου τῷ συγκρίματι κενοῦ· τὴν
13. δ’ ἐντὸς εὐρύτητα πλήρη καὶ διάκενον, διὰ τὸ ποσὸν
14. πάλιν κᾀνταῦθα τῆς παρεσπαρμένης αὐτῇ κενότητος. μέγαν
15. δέ τινα εἶναι φήσουσι σφυγμὸν, οὐ μὴν τό γ’ ἀντιβατικὸν
16. ἔχειν τὴν προσβολὴν, ὅταν πολὺ μὲν τὸ κατὰ τὴν
17. κοιλότητα τῆς ἀρτηρίας κενὸν, ὀλίγα δὲ τὰ πρῶτα σώματα·
18. μέγαν δ’ ἅμα καὶ ἀνατρεπτικὸν, ὅταν ὀλίγον μὲν,
19. τὸ κενὸν, πολλὰ δὲ τὰ σώματα. δῆλον οὖν ἤδη γέγονεν,
1. ὡς οὐδὲν κατ’ ἐκείνους διοίσει λέγειν πλήρη σφυγμὸν σφοδροῦ.
2. καὶ γὰρ καὶ τὸ τῆς ἁφῆς πάθος ἓν ὑπάρχειν καὶ
3. τοῦ σφυγμοῦ τὴν φύσιν μίαν εἶναι. κενοῦ γὰρ ὀλίγου ταῖς
4. εὐρυχωρίαις τῶν ἀρτηριῶν παρακειμένου, διὰ μὲν τὸ πλῆθος
5. τῶν ὄγκων πλήρη λέγεσθαι τὸν σφυγμὸν, διὰ δὲ τὸ τῆς πληγῆς
6. ἰσχυρὸν σφοδρὸν, ὥστε τῶν ὀνομάτων τὸ μὲν ἕτερον
7. αὐτῆς τῆς οὐσίας δηλωτικὸν εἶναι τοῦ σφυγμοῦ, τὸ δ’ ἕτερον
8. τοῦ ποιοῦ τῆς προσβολῆς. οὔκουν εἶναι σφυγμὸν ἄλλον μὲν
9. πλήρη, σφοδρὸν δ’ ἄλλον· δυοῖν γὰρ ὀνόμασιν ἓν πρᾶγμα
10. δηλοῦσθαι κατὰ διαφόρους ἐννοίας. ἀλλ’ ἡμεῖς γε, ὅσοι ζωτικὸν
11. τινα τόνον εἶναί φαμεν, διττὴν μὲν ἐξ ἀνάγκης ὁμολογήσομεν
12. ὑπάρχειν τὴν φύσιν τῶν σφυγμῶν· εἰ δὲ καὶ τὴν
13. διάγνωσιν ἐπιμελέστερον τούτων ἐπισκεψαίμεθα. χαλεπὴ δὲ
14. ἡ σκέψις μάλιστα γίνεται τῷ μηδένα τῶν ἔμπροσθεν ἀξιόλογον
15. μηδὲν γράψαι περὶ διαγνώσεως σφυγμῶν, ἀλλὰ τοὺς μὲν
16. τελέως παραλιπεῖν, τοὺς δὲ ἐπὶ μικρὸν κομιδῆ προσάψασθαι.
17. Ἡρόφιλος μὲν οὖν, ὡς ἂν τὰ τῆς αἰσθήσεως πάθη γράφων,
18. οὐδαμῆ πληρότητος ἐμνημόνευσεν, ἧς οὐδεπώποτε ᾔσθετο.
19. οἱ δ’ ἀπ’ αὐτοῦ μὲν κληθέντες Ἡροφίλειοι, πάντα μᾶλλον
1. δόντες ἢ τοῦτο λέγεσθαι βούλονται, σοφισταὶ καὶ πολυλόγοι
2. γενόμενοι σχεδὸν ἅπαντες, οὔτ’ ἄλλο τι τῶν Ἡροφιλείων
3. θεωρημάτων ἐπ’ αὐτῶν τῶν ἔργων τῆς τέχνης προὐθυμήθησαν
4. ἀσκῆσαι. καὶ πρὸς ἄλλοις πολλοῖς οἷς ἐλυμήναντο τὴν
5. τέχνην, ἔτι τε καὶ τὸν πλήρη σφυγμὸν ἡμῖν ἐπεισήγαγον ταῖς
6. διαγνώσεσιν, ἵνα δηλαδὴ μικρᾶς οὔσης τῆς τέχνης ἔχωμεν
7. ἡμεῖς νῦν ὃ πράττωμεν. οὔτε γὰρ παρελθεῖν οἷόν τε σφυγμὸν
8. ὑπ’ ἀνδρῶν οὕτως ἐνδόξων πεπιστευμένον οὔθ’ ὃν οὐδεπώποτε
9. εὕρομεν ἐπὶ τῶν ἔργων διαγνῶναι προχείρως ἡμῖν θετέον,
10. ἀλλοτρίαις ἀκολουθήσασιν ἀποφάσεσιν. ἀλλ’ ἀνάγκη
11. δεῖξαι πρῶτον μὲν ὅτι μέχρι τῆς ἐννοίας ὁ σφυγμὸς οὗτος
12. πρόεισιν, ἔπειτα ὡς οὐδ’ Ἡρόφιλος αὐτὸν αἰσθήσει διεγίνωσκεν.
13. εἰ μὲν οὖν μὴ συγκεχύκεσαν αὐτοὶ τὸ σημαινόμενον
14. τοῦ ὀνόματος, ἤδη εἶχόν τι κᾀγὼ λέγειν ὧν ἐπαγγέλλομαι·
15. ἐπεὶ δὲ πολυειδῶς ἐτάραξαν αὐτὸ πρὸς ἀλλήλους τε καὶ πρὸς
16. ἑαυτὸν ἕκαστος οὐχ ὁμολογοῦντες, ἀναγκαῖόν ἐστιν ὑπὲρ τοῦ
17. σημαινομένου πρότερον ἡμᾶς διασκέψασθαι, μή πῃ λάθωμεν
18. ἡμᾶς αὐτοὺς ὡς κόρακες ἢ κολοιοὶ φωνὰς μόνας προφερόμενοι,
1. τὰ δὲ πράγματα καθ’ ὧν αὗται λέγονται παντάπασιν
2. ἀγνοοῦντες. ὄντων οὖν πολλῶν τῶν γραφόντων τοὔνομα τοῦ
3. πλήρους σφυγμοῦ, τοὺς μὲν ἄλλους παραλείψειν μοι δοκῶ,
4. πλὴν εἴ που κατὰ τὴν ἀνάγκην τοῦ λόγου μνημονεύσαιμι διὰ
5. βραχέων. ἀποχρήσει δέ μοι τὰ πρὸς Ἀρχιγένους τε καὶ Ἀγαθίνου
6. γεγραμμένα προχειρισαμένῳ διασκέψασθαι. λέγει δὲ
7. ὁ μὲν Ἀρχιγένης ὑπὲρ αὐτοῦ τόνδε τὸν τρόπον· ἔστι δὲ πλήρης
8. σφυγμὸς ὁ ναστοτέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν καὶ τὴν
9. ὑπόπτωσιν αὐτῆς διασεσαγμένην ἐγχύλως, κενὸς δὲ ὁ πομφολυγώδη
10. τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος, ὥστε κατὰ τὸν
11. ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν ὑποπίπτειν. ἐν
12. τούτῳ δὲ δὴ τῷ λόγῳ πρῶτον τί δηλοῖ τὸ ναστοτέραν οὐ
13. πάνυ σαφῶς οἶδα, διὰ τὸ μηδὲ σύνηθες εἶναι τοῖς Ἕλλησιν
14. ὄνομα κατὰ τοῦ τοιούτου πράγματος λέγεσθαι. ἄρτον μὲν
15. γάρ τινα ναστὸν ἐκάλουν, οὐ μὴν ἄλλο γέ τι σῶμα πρὸς αὐτῶν
16. οὕτως ὠνομασμένον ἐπίσταμαι. αὐτὸς δὲ ὁ Ἀρχιγένης,
17. δικαιότατον γὰρ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ συνήθειαν παρ’
18. αὐτοῦ μανθάνειν, δοκεῖ μοι τὸ ναστὸν ἀντὶ τοῦ πλήρους
19. ὀνομάζειν, ἐν γοῦν τῷ περὶ σφοδρότητος σφυγμοῦ λόγῳ
1. διηγούμενος τὰ ὑπὸ Μάγνου εἰρημένα κατὰ λέξιν οὕτω γράφει·
2. ὅλως γὰρ, φησὶν, ἡ σφοδρὰ πληγὴ οὐ γίγνεται, εἰ μὴ
3. ναστοῦ ὄντος τοῦ προσπίπτοντος, μεγάλου καὶ ταχέος ἐπιφερομένου.
4. ἐφ’ ἃ μετ’ ὀλίγον οὕτως ἄρα φησί· καὶ σφοδρότης
5. σφυγμοῦ ἐκ τάχους, μεγέθους, σφοδρότητος, πληρότητός
6. ἐστι σύνθετος. τὸ γὰρ ἀνωτέρω ναστὸν, τοῦτο νῦν
7. πλῆρες ἐκάλεσεν, ὡς οὐδὲν διαφέρον ἢ οὕτως ἢ ἐκείνως
8. εἰπεῖν. ἀλλὰ καὶ πανταχοῦ μοι δοκεῖ κατὰ τὸν αὐτὸν τρόπον
9. χρῆσθαι τῇ τοῦ ναστοῦ προσηγορίᾳ. μεταλάβωμεν οὖν
10. ἤδη τὸ ναστοτέραν εἰς τὸ πληρεστέραν, ἵνα καὶ γνῶμεν τί
11. ποτ’ ἐστὶν ὃ λέγει. ἔστι δὲ ἡ λέξις τοιάδε· ἔστι δὲ πλήρης
12. μὲν σφυγμὸς ὁ πληρεστέραν ἐπιδεικνὺς τὴν ἀρτηρίαν. ἀλλὰ
13. τοῦτο μὲν δι’ ἑαυτοῦ δηλούμενον, οὐδὲν ἡμᾶς διδάξει πλέον.
14. ἆρ’ οὖν ἄμεινον ὑπερβάντας ὅλον τὸ ναστοτέραν σκέψασθαι
15. τὸ ἐπιφερόμενον ἐγχύλως. τοιοῦτον γάρ τι δηλοῦν ἔοικεν ἡ
16. λέξις, ὡς τοῦ πλήρους σφυγμοῦ κατὰ τὴν προσβολὴν δεικνυμένου
17. διασεσαγμένην ἐγχύλως τὴν ἀρτηρίαν. αὐτὸ δὲ πάλιν
18. τὸ διασεσαγμένην πότερα ταὐτόν ἐστι τῷ μεμεστωμένην, ἢ
1. ἄλλο τι δηλοῖ, σαφῶς οὐκ ἔχω συμβαλεῖν. καὶ γάρ τοι καὶ
2. ἀντιθεὶς ἑξῆς τῷ τῇ πλήρους καὶ τοῦ ναστοτέρου τὸν ὁρισμὸν
3. τοῦ κενοῦ, οὔτε τῷ ναστοτέραν τὸ ἐναντίον ἔλαβεν
4. οὔτε τῷ διασεσαγμένην, δέον, οἶμαι, λαβεῖν, εἴπερ ἐναντίον
5. πρᾶγμα ὡρίζετο. νῦν οὐδὲν ἔλαβεν, ἀλλὰ τί φησι; κενὸς
6. δὲ ὁ πομφολυγώδη τὴν ἔγερσιν τῆς ἀρτηρίας ποιούμενος.
7. τοῦτο γὰρ τὸ πομφολυγώδη οὔτε τῷ ναστοτέραν οὔτε τῷ
8. διασεσαγμένην ἐναντίον ἐστίν. ἀλλ’ εἴπερ ἄρα, μόνῳ τῷ ἐγχύλῳ,
9. ἵνα τὸ μὲν ἔγχυλον οἷον ὑγρότερόν πως εἴη, τὸ δὲ
10. πομφολυγῶδες ἀερωδέστερον. πάλιν δὲ τῷ τοῦ κενοῦ λόγῳ
11. πρόσκειται, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων κενεμβάτησιν
12. ὑποπίπτειν· τίνι τῶν ἐκ τοῦ πλήρους ἐναντίον ἐστὶν,
13. οὐκ ἂν εὕροις. τῷ μὲν γὰρ τῆς κενεμβατήσεως ὀνόματι τὸ
14. τῆς ἀντιβάσεως μάλιστ’ ἀντιθείη. παραλέλειπται δ’ ὅλον
15. τοῦτο ἐν τῷ πλήρους λόγῳ. καίτοι γ’ ἠδύνατο κατὰ τὸν αὐτὸν
16. εἰρῆσθαι τρόπον, ὥστε κατὰ τὸν ἐπιπιεσμὸν τῶν δακτύλων
17. ἀντίβασιν ὑποπίπτειν. ἀλλ’ οὐκ εἴρηται, εἰ μή τι ἄρα
18. περὶ τὸ ναστοτέραν ἐπιδεικνύναι τὴν ἀρτηρίαν τοῦτό ἐστιν,
1. ἵν’ ἐν ἑκατέρῳ τῷ λόγῳ μὴ τί ποτ’ ἐστὶν ὁ πλήρης σφυγμὸς
2. ᾖ δηλούμενον, ἀλλὰ πῶς διαγινώσκεται. καὶ εἰ τοῦτο, τάχ’
3. ἂν ἀκολουθεῖν ἤδη δυναίμην. εἰ γὰρ τῶν ἡμετέρων κατὰ τὴν
4. ἁφὴν παθημάτων ἐξήγησίς ἐστιν ὁ λόγος, οὐδαμοῦ τῆς τοῦ
5. πράγματος αὐτοῦ φύσεως ἁπτόμενος ἀναμνησθῆναι δύναμαι
6. πάντων ὧν κατὰ τὴν διαστολὴν τῆς ἀρτηρίας ἡ ἁφὴ πάσχει.
7. τάχα οὖν εὑρήσομεν οὕτως, τί ποτε βούλεται δηλοῦν ὁ
8. Ἀρχιγένης. ἃ δὲ πάσχει, ταῦτ’ ἐστίν. αἰσθάνεται προσπίπτοντος
9. αὐτῇ κινουμένου σώματος ἐν χρόνῳ τινὶ, καὶ τοῦτο
10. ποτὲ μὲν κατὰ πολλὰ μόρια προσπίπτειν ἑαυτῇ φαντάζεται,
11. ποτὲ δ’ οὒ, καὶ θλίβειν τε καὶ αὖθις μὴ θλίβειν, καὶ ἡμῶν
12. θλιβόντων ἀντιβαίνειν, ἢ νικᾶσθαι. ταῦτ’ ἐστὶ τὰ πρῶτα
13. καὶ οἷον στοιχεῖα τοῦ παντὸς περὶ τῶν σφυγμῶν λόγου, πάθη
14. τῆς ἁφῆς. τὰ γὰρ ἄλλα πάντα τὰ μὲν ἐκ τούτων σύγκειται,
15. τὰ δ’ ἐν τῷ πρὸς τὶ νενόηται, ἤτοι καὶ τὰ μόρια
16. τῶν εἰρημένων ἀλλήλοις παραβαλλόμενον, ἢ ὅλων πρὸς ὅλα.
17. κατὰ τίνος οὖν λέγεται τούτων τὸ τοῦ πλήρους ὄνομα;
18. πότερον κατὰ τῆς κινήσεως αὐτῆς; ἀλλ’ ἐν ἐκείνῃ τάχος ἦν
19. καὶ βραδύτης καὶ τῶν ῥυθμῶν αἱ γενέσεις. ἀλλ’ ὅταν κατὰ
1. πολλὰ μόρια τῆς διαστολῆς αἰσθάνηται ἡ ἁφή; ἀλλ’ ἐνταῦθα
2. μακροὶ καὶ πλατεῖς καὶ ὑψηλοὶ καὶ μεγάλοι γίνονται σφυγμοί.
3. ἀλλ’ ὅταν κατ’ ὀλίγα; οἱ ἐναντίοι δηλονότι τῶν εἰρημένων.
4. ἀλλ’ ὅταν θλίβηται; σκληρός. ἀλλ’ ὅταν ἀνατρέπηται; σφοδρός.
5. τί γὰρ δεῖ περὶ τῶν ἐναντίων αὐτοῖς, ἢ μέσων μακρολογεῖν;
6. πότ’ οὖν πλήρης γενήσεται; ἢ τί πάσχει πάθος ἡ
7. ἁφὴ; πότερον, ὅταν θερμασίας πλείονος, ἢ δριμυτέρας αἰσθάνηται;
8. ἀλλ’ οὐκ ἔστιν ἐκ τῶν κατὰ τοὺς σφυγμοὺς διαφορῶν
9. ἡ τοιαύτη διάγνωσις. ἀλλ’ ὅταν ὑγρότητος, ἢ ξηρότητος;
10. ἀλλ’ οὐδὲ ταῦτα τῆς τῶν σφυγμῶν διαφορᾶς ἐστι τὰ
11. παθήματα. καὶ γὰρ καὶ χωρὶς τῶν σφυγμῶν ἔνεστιν αὐτὰ διαγινώσκειν
12. ἐπιβάλλοντα τὴν χεῖρα τῷ σώματι τοῦ νοσοῦντος.
13. μήτι οὖν τὸ τῆς ἀντιβάσεως εἶδος ἕτερον μὲν ἐν τοῖς σφοδροῖς,
14. ἕτερον δὲ ἐν τοῖς πλήρεσιν ὀνομάζουσι; τάχα γὰρ καὶ
15. ὁ Ἀγαθῖνος τοιοῦτόν τι βούλεται. ἀλλ’ εἰ τοῦτο, ἐχρῆν
16. ἀποσαφῆσαι τοῦτ’ αὐτὸ ἡμῖν, καὶ μὴ Σφιγγὸς προβάλλειν
17. αἰνίγματα. ἢ βούλονται μὴ μόνον περὶ τῶν πραγμάτων
18. ἡμᾶς ζητεῖν οὕτω χαλεπῶν ὄντων, ἀλλ’ ἐξ ἐπιμέτρου τί ποτε
1. λέγουσι σκοπεῖν, καὶ πολλαπλάσιόν γε χρόνον εἰς τοῦτ’ ἀναλίσκειν,
2. ἢ εἰς αὐτῶν τῶν πραγμάτων τὴν εὕρεσιν; ἴδωμεν
3. οὖν ἤδη καὶ τὴν τοῦ Ἀγαθίνου ῥῆσιν, καὶ ζητήσωμεν εἰ τὸ
4. τῆς ἀντιβάσεως εἶδος ἕτερον μὲν ἐν τοῖς σφοδροῖς, ἕτερον δὲ
5. ἐν τοῖς πλήρεσιν εἶναι βούλεται. γράφει οὖν καὶ αὐτὸς ᾧδε·
6. παρακολουθεῖ γὰρ ἐν ταῖς ἐπισκέψεσι πληρότητος καὶ κενότητος
7. σφυγμοῦ, τοῦ μὲν πλήρους τεταμένον καὶ ἐξεριστικὸν
8. δι’ ὅλου τὸ πνεῦμα παριστάντος, τοῦ δὲ κενοῦ διαῤῥέον καὶ
9. ταῖς ἀντιβάσεσιν ἐναφανιζόμενον, ὡς ῥήξει τινὸς ὑδατίνης
10. πομφόλυγος ἐοικέναι. τούτῳ μὲν τό γε τοσοῦτον ἤδη χάριν
11. ἴσμεν, ὅτι τε μὴ Σφιγγὸς αἰνίγματα προβάλλει, καθάπερ
12. Ἀρχιγένης τε καὶ πολλοὶ τῶν ἄλλων. εἰ μὲν γὰρ ὀρθῶς, ἢ
13. μὴ λέγει κατὰ σχολὴν ἔνεστι σκοπεῖσθαι. τὸ δ’ οὖν λεγόμενον
14. αὐτὸ σαφές ἐστιν ἤδη. βούλεται γὰρ τεταμένον καὶ ἐξεριστικὸν
15. δι’ ὅλου τὸ πνεῦμα κατὰ τοὺς πλήρεις ἐμφαίνεσθαι
16. σφυγμοὺς, ἄῤῥωστον δὲ καὶ καταπῖπτον ῥᾳδίως καὶ μηδεμίαν
17. ἔχον ἀντίβασιν ἐν τοῖς κενοῖς. εἴτε δὲ τὸ σύμφυτον
18. πνεῦμα καὶ ζωτικὸν τὸ διὰ τῶν σωμάτων, ὡς αὐτοὶ βούλονται,
19. τεταμένον, εἴτε τὸ ἀερῶδές τε καὶ ὑλικὸν τὸ ἐν
1. ταῖς εὐρυχωρίαις, οὐ πάνυ μὲν ἡ λέξις ἀποσαφεῖ, τῇ δ’ ὅλῃ
2. τῶν ἀνδρῶν γνώμῃ τεκμήραιτ’ ἄν τις τὸ ζωτικὸν αὐτὸν λέγειν.
3. ἀλλ’ εἴτε τοῦτο, ἢ ἐκεῖνο, τό γε τοσοῦτον ἐν παρόντι
4. παρακλητέον αὐτόν τε καὶ τοὺς ἀπ’ αὐτοῦ μηδέπω δόγματα
5. τοῖς τῆς αἰσθήσεως ἀναμιγνύναι πάθεσιν, ἀλλ’ ὡς ἐμπειρικὸν,
6. οὐ γὰρ ἀτιμάζει τὴν ἐμπειρίαν, διαλεχθῆναι πρότερον ἡμῖν
7. ὑπὲρ αὐτῶν τῶν λεγομένων κατὰ τὴν ἁφὴν, εἶτ’ αὖθις, ὅπως
8. ἐξ αὐτῶν χρὴ διὰ τοῦ λόγου μεταβαίνειν ἐπὶ τὰ δόγματα, διδάξαι.
9. τίνα τοίνυν τὰ τῆς αἰσθήσεως πάθη κατ’ αὐτὸν, εἰ
10. μεταθείημεν τὸ τοῦ πνεύματος ὄνομα, καὶ πληγὴν εἴποιμεν;
11. ἔσται γὰρ ὁ λόγος τοιοῦτος· ὁ πλήρης σφυγμὸς τεταμένην
12. καὶ ἐξεριστικὴν δι’ ὅλου τὴν πληγὴν παρίστησιν, ὁ δὲ κενὸς
13. οἷον διαῤῥέουσαν καὶ ταῖς ἀντιβάσεσιν ἐμφανιζομένην, ὡς
14. ῥήξει τινὸς ὑδατίνης πομφόλυγος ἐοικέναι. τούτων δὲ οὕτω
15. καλῶς μετειλημμένων, μικρὸν ἐπελίξαντες αὐτοῦ τὸ βιβλίον,
16. θεασώμεθα τί λέγει περὶ σφοδροῦ καὶ ἀμυδροῦ σφυγμοῦ.
17. ἔχει δὲ ἡ λέξις οὕτως· διότι μὲν οὖν σφοδρός ἐστιν ὁ
18. σφυγμὸς βιαίως κρούων τὴν ἁφὴν καὶ κατὰ τὴν πρόσαλσιν
19. ἰσχυρῶς αὐτὴν ἀνατρέπων, δῆλόν τ’ ἐστὶν αὐτόθι
1. καὶ συμφωνεῖται τοῖς πλείστοις. εἶτ’ ἐπιφέρων φησί·
2. τῶν ἐναντίων ἐπινενοημένων δηλονότι περὶ τὸν ἀμυδρὸν σφυγμόν.
3. ἀμενηνῶς γὰρ καὶ ἐκλύτως πρόσεισι τῇ ἁφῇ. ταῦτ’
4. ὀρθῶς ὁ Ἀγαθῖνος, ἀλλ’ οὐ μὲν διαφέρει τῶν περὶ τοῦ πλήρους
5. τε καὶ κενοῦ. τὸ μὲν γὰρ ἐξεριστικὴν δι’ ὅλου τὴν πληγὴν
6. εἷναι ταὐτόν ἐστι τῷ βιαίως τε κρούειν τὴν ἁφὴν καὶ
7. ἰσχυρῶς ἀνατρέπειν, εἴρηται δ’ αὐτῶν τὸ μὲν ἐπὶ τοῦ πλήρους,
8. τὸ δὲ ἐπὶ τοῦ σφοδροῦ. τὸ δ’ αὖ ταῖς ἀντιβάσεσιν
9. ἀφανίζεσθαι ταὐτόν ἐστι τῷ ἀμενηνῶς καὶ ἐκλύτως ἐναφανίζεσθαι
10. τῇ ἁφῇ. εἴρηται δὲ τούτων τὸ μὲν πρότερον ἐπὶ
11. τοῦ κενοῦ, τὸ δὲ δεύτερον ἐπὶ τοῦ ἀμυδροῦ. ἆρ’ οὖν ὁ μὲν
12. Ἀγαθῖνος οὕτως ἐξηγήσατο τὰ τῆς ἁφῆς πάθη, κατά γε τοὺς
13. σφοδροὺς σφυγμοὺς καὶ τοὺς ἀμυδροὺς, ὁ δ’ Ἀρχιγένης ἑτέρως,
14. οὐ μὴν ἀλλὰ κᾀκεῖνος ὡδὶ γράφει· ὥστ’ ἐκ τοῦ καθ’
15. ἕνα χωρισμοῦ γίνεσθαι καθ’ ἑαυτήν τις οὖσα ἡ σφοδρότης,
16. ὁ τόνος, ὡς εἶπον, τῆς τῶν ἀρτηριῶν κινήσεως. εἶθ’ ἑξῆς·
17. φαίνεται δὲ καθ’ ὅλην τὴν διαστολὴν τὸ τελανὸν τῆς ὁρμῆς,
18. καθ’ ὃ καὶ εἰ προσπιέσαιμεν τοὺς δακτύλους, στερεωτέρα
1. ὑποπίπτει ἡ πληγή. ταῦτα μὲν οὕτω φανερὰ τὰ περὶ τῶν
2. τῆς ἁφῆς παθῶν, ἐν οἷς οὐχ ἕξομεν ἴδιον πάθος εἰπεῖν τῆς
3. πληρότητος, εἰ μή τι ἄρα, καθάπερ τινὸς τῶν νῦν ἔλεγον,
4. ὅταν ἐπὶ πλεῖστον ὁ σφυγμὸς ἐξαιρόμενος ἀντιβατικὸς εἴη.
5. τοῦτο δὲ δύο ἐστὶν εἴδη σφυγμῶν, οὐχ ἕν. τὸ γὰρ ἐπιπλεῖστον
6. ἐξαίρεσθαι κατὰ μὲν τὰς τρεῖς διαστάσεις γινόμενον
7. μέγαν ποειεῖ τὸν σφυγμὸν, κατὰ δὲ μίαν μόνην ἢ μακρὸν,
8. ἢ πλατὺν, ἢ ὑψηλόν. τὸ δ’ ἀντιβατικὸν εἶναι πάλιν ταὐτόν
9. ἐστι τῷ σφοδρῷ. εἰ δέ τις τὸν μέγαν ἅμα καὶ σφοδρὸν ἑνὶ
10. καλεῖν ὀνόματι τῷ τοῦ πλήρους βούλεται, καλείτω. περὶ
11. γὰρ ὀνόματος οὐ διαφερόμεθα. γιγνωσκέτω δ’ οὐδεμίαν εἰσάγων
12. ἔξωθεν παρὰ τὰς εἰρημένας διαφορὰς κατὰ νῦν,
13. δύο δὲ καὶ τρεῖς ἐξ αὐτῶν λαμβάνων ἰδίοις ὀνόμασι προσαγορεύειν
14. εἰ βούλοιτο, φθόνος οὐδὲ εἷς. ἀλλ’ ἡμῖν οὐ περὶ
15. ὀνομάτων ἡ ζήτησις, ἀλλὰ περὶ πραγμάτων, ἐν οἷς εἴ τι
16. πλέον ἔχοι τις λέγειν, ἡδέως μαθησόμεθα. τὸ μὲν γὰρ
17. ἐπινοεῖσθαί τινα διαφορὰν σφυγμῶν κατὰ τὸ τῆς ἀρτηρίας
18. ἔγχυμα, καλοῦσι γὰρ οὕτως τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ,
19. κᾀγὼ σύμφημι, καὶ δύναμαι νοῆσαι ποτὲ μὲν παχύτερον,
1. ποτὲ δὲ λεπτότερον αὐτό. καὶ αὖθις γλισχρότερον, ἢ ὑδατῶδες,
2. ἢ πλέον, ἢ ἔλαττον, ἢ ἀερωδέστερον, ἢ ὅπως οὖν
3. ἄλλως ἔχον. καὶ γὰρ πνεῦμα μόνον ἐν αὐταῖς περιεχόμενον
4. νοῶ, καὶ τοῦτο ποτὲ μὲν καθαρὸν καὶ αἰθερῶδες,
5. ποτὲ δ’ ἀχλυῶδές τε καὶ ὁμιχλῶδες. ἀλλ’ οὐ τοῦτο νῦν
6. πρόκειται τῶν ἐνδεχομένων ἔννοιαν λαβεῖν, ἀλλὰ περὶ τῆς
7. ὑπάρξεως αὐτῶν ζητεῖν. τὸ μὲν γὰρ ἐπινοεῖν τἀναντία δυνατὸν,
8. τὸ δ’ ὑπάρχειν ἅμα ἀδύνατον. αὐτίκα γέ τοι
9. καὶ περιέχειν νοοῦμεν τὰς ἀρτηρίας αἷμα, καὶ μὴ περιέχειν.
10. ἢ οὐκ ἂν ἐζητοῦμεν ὑπὲρ οὗ μηδόλως ἐνενοοῦμεν.
11. ἀλλ’ οὐ ταύτης ἐστὶν ἐν οἷς ζητοῦμεν τὸ προκείμενον, εἰς
12. ἔννοιαν ἐλθεῖν αὐτῶν, ἀλλ’ ἀποδεῖξαι τὴν ὕπαρξιν· οὐδεὶς
13. γάρ ἐστιν, ὃς οὐκ ἂν ἐπινοήσειεν ἐν ταῖς ἀρτηρίαις αἷμα
14. περιεχόμενον, ἀλλ’ εἰ κατ’ ἀλήθειαν ἐν τῷ κατὰ φύσιν ἔχειν
15. περιέχεται, ζητοῦμεν. καὶ πολλὰ περὶ αὐτοῦ λέγοντας οἶδα
16. τοὺς περὶ τὸν Ἀρχιγένην. καίτοι γ’ εἴπερ αἰσθήσει διαγνωστὸν
17. ἦν, μάτην πολλὰ ληροῦσιν, ἐνὸν εἰπεῖν ἄντικρυς ψεύδεσθαι
18. τὸν Ἐρασίστρατον, ἃ διὰ τῶν αἰσθήσεων ἐμάθομεν,
1. ταῦτα μεταπείθειν ἡμᾶς λόγῳ πειρώμενον. ἀλλ’ οὐδεὶς ἐτόλμησεν
2. εἰπεῖν αἰσθάνεσθαι τὴν ἁφὴν τῆς ἐν ταῖς ἀρτηρίαις
3. ὑγρότητος. ὡς ἐβουλόμην ἄν μοι τοῦτο παντὸς μᾶλλον
4. ὑπάρχειν, ἵνα μὴ πράγματα ἔχοιμι, λόγῳ ζητῶν ἐξευρεῖν
5. τὸ ἀληθές. τί ποτ’ οὖν ἐστιν ὃ βούλονται λέγειν, οὐ
6. συνίημι. πλήρης ἐστὶν ὁ σφυγμὸς ὁ τὴν ὑπόπτωσιν τῆς
7. ἀρτηρίας διασεσαγμένην ἐγχύλως ἐμφαίνων. πότερον, ὡς
8. αὐτῆς τῆς ἁφῆς τοῦτο γνωρίσαι δυναμένης, ἢ ταύτης μὲν
9. πασχούσης ὃ δὴ πάσχει, τοῦ πάθους δὲ ἀφορμὴν συλλογισμοῦ
10. πρὸς ἔνδειξιν τῆς τῶν ἀρτηριῶν διαθέσεως παρασχεῖν
11. δυναμένου; ἀλλ’ εἰ τοῦτο λέγουσιν, ὡς ἔστιν ἐκ
12. τῶν κατὰ τὴν ἁφὴν παθῶν συλλογίσασθαί τι περὶ τῶν
13. κατὰ τὰς ἀρτηρίας διαθέσεων, οὐκ ἀντιλέγω. καὶ γὰρ
14. Πραξαγόρας αὐτὸ ποιεῖ καὶ Ἡρόφιλος καὶ πάντες ὀλίγου
15. δεῖν, οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον, καὶ οἱ μὲν χεῖρον, οἱ
16. δὲ βέλτιον. τὸ μέν γε τοῦ Πραξαγόρου καὶ θαυμαστὸν
17. ἴσως σοι φανεῖται. μηδὲ γὰρ περιέχεσθαι λέγων ἐν ἀρτηρίαις
18. τοὺς χυμοὺς, ὅμως ἐκ τῶν σφυγμῶν ἰδέας τινὰς
19. αὐτῶν ἀναλογίζεσθαι πειρᾶται. ἀλλ’ οὐδαμῶς πάθος αἰσθήσεως
20. ἐπεισάγει κοινόν. αἴνιγμα γὰρ ἂν οὕτως τὸν λόγον
1. ποιήσειεν, ἵνα τις ἀναγινώσκων, εἶτα μὴ νοῶν, οἴηταί τι
2. βύθιον ἐγκεκρύφθαι τῷ λόγῳ καὶ θαυμαστὸν, εἶτα κατατρίβηται
3. δηλαδὴ, ζητῶν μὲν διὰ παντὸς, εὑρίσκων δ’ οὐδέν.
4. πῶς γὰρ ἂν εὕροι τὸ μηδ’ ὅλως φαινόμενον; ἄνθρωπε
5. μὴ μόνον, εἰ βούλει, χυμῶν ἰδέας διαγίνωσκε ταῖς τῶν σφυγμῶν
6. διαφοραῖς, ἀλλὰ καὶ τὰ τῆς ψυχῆς ἤθη, καθάπερ
7. Ἱπποκράτης ἐπιχειρεῖ. μόνον μοι φύλαττε τὰ τῆς αἰσθήσεως
8. πάθη, καὶ μήθ’ ἃ μηδ’ ὅλως πάσχει καταψεύδεσθαι
9. τόλμα μήτ’ ἐξ ἑνὸς παθήματος ἄλλοτ’ ἀλλοῖον σφυγμὸν
10. γνωρίζειν ἐπαγγέλλου. ἔστι τις σφυγμὸς πολὺ τὸ ἀντιβατικὸν
11. ἔχων, ὥστ’ εἰ καὶ θλίβοις τὴν ἀρτηρίαν, μὴ κινηθῆναι
12. πρὸς τῆς χειρός. ἕνα τοῦτον φύλαττε, καλῶν ὅ τι
13. βούλει. τὸ δὲ νῦν μὲν αὐτὸν σφοδρὸν, νῦν δὲ πλήρη καλεῖν,
14. αὖθις δὲ ἴσως ἄλλο τι, καὶ τῷ πλήθει τῶν ὀνομάτων
15. οἴεσθαι πολλὰ ποιεῖν πράγματα, δεινῶς ἄτοπον. ἔχω κᾀγὼ
16. γνωρίσματα διὰ σφυγμῶν καὶ χυμῶν ἰδέας καὶ παθῶν ψυχῆς,
17. ἀλλ’ ἀφ’ ὧν εἶπον ἔμπροσθεν αἰσθητῶν παθῶν ἅπαντα
18. διαγινώσκειν πειρῶμαι, μηδαμοῦ μήτ’ ἀποκεκρημνισμένον
1. σφυγμὸν λέγων, μήτε κοῦφον, μήτε βαρὺν, μήτε ὑγροφανῆ,
2. μήτε πνευματώδη, μήτε διηγκωνισμένον, μήτε διατενῆ,
3. μήτε μογυλὸν, ἢ στεγνὸν, ἢ κατανενυγμένον, ἢ περιλελωσμένον,
4. ἢ ῥοπαλώδη, μήτ’ ἄλλο μηδὲν ὧν οὗτοι λογικαῖς
5. ἐπινοίαις ἀναπλάττουσιν, οὐκ αἰσθητοῖς πάθεσι διαγινώσκουσιν.
6. ὥστ’ ἤδη καὶ τὰ τῆς ἀκοῆς μόνης αἰσθητὰ
7. μεταφέρει ἐπὶ τὴν ἁφήν. οὐδὲν γάρ ἐστιν ἄλλο τὸ τρίζοντας
8. λέγειν καὶ ψοφοῦντας καὶ βομβοῦντας σφυγμοὺς,
9. ἢ περὶ τῆς ἁφῆς ὡς ἀκοῆς διαλέγεσθαι. εἶθ’ οὕτως ἀπιστεῖσθαι
10. ποιοῦσιν δηλαδὴ καὶ αὐτὰ τἀληθῆ. καί τις τῶν
11. νῦν ἀνὴρ οὐχ ὁ φαυλότατος περιλάλησιν ἔφησεν εἶναι τὴν
12. τῶν σφυγμῶν θεωρίαν, ὀρθότατα λέγων, τῷ πολλὰς μὲν
13. φωνὰς φθέγγεσθαι, μηδὲν δὲ χρηστὸν διδάσκειν. ἀλλ’ εἰ μὴ
14. κᾀν ταῖς διαλέξεσιν, ἐν γοῦν τοῖς συγγράμμασιν ἐχρῆν αἰδεῖσθαι
15. παθεῖν ὅπερ ὁ Κωμικὸς ἔφη,
17. εἶτα γράφεις μοι πλήρη σφυγμὸν, μηδ’ ἄχρι τοσούτου σαφῶς
18. ἐξειπεῖν δυνάμενος ὃ φαντάζῃ, πότερα τοῦ χιτῶνος τῆς
1. ἀρτηρίας ποιότητα δηλοῖς, ἢ τὸ ποσὸν τῆς ἐγκεχυμένης οὐσίας
2. αὐταῖς, ἢ τὸ ποιὸν, ἢ τοῦ πνεύματος, ἢ καὶ τῆς
3. θερμασίας δύναμίν τινα, ἢ ποιότητα. πάντα γὰρ ταῦτα
4. δοκεῖς μοι λέγειν ἀδιαρθρώτως τε καὶ συγκεχυμένως. ἢ τί
5. σοι βούλεται πληρότητος οἴνου μνημονεύειν ὡς ἐν παραδείγματι;
6. τί δ’ ἐν τῷ περὶ πληρότητος λόγῳ ποτὲ μὲν
7. λέγειν αὐτοῖς ὀνόμασιν οὕτως, ὥστε καὶ εἴ τις τὸν
8. πλήρη μὴ κατ’ οὐσίαν, ἀλλὰ κατὰ δύναμιν θεωρεῖν βούλοιτο.
9. καὶ μετ’ ὀλίγον· τάχα δὲ τὸ ἐν δυνάμει Καρῶδες
10. ἐπὶ τῶν τοιούτων τὸν πλήρη σφυγμὸν χαρακτηρίζει, ὀνόματα
11. ὄντα τῆς δυσκρασίας τοῦ πνεύματος. καὶ ὃν τρόπον
12. διαγευσάμενοι οἴνου τὸν πλήρη διαγινώσκουσιν οἱ οἰνογεῦσται,
13. οὕτω καὶ οἱ σφυγμῶν ἔμπειροι τὸν πλήρη κατὰ τὸ
14. Καρῶδες τῆς δυνάμεως, κᾂν μεσόκενος ᾖ, διαθεωροῦσιν.
15. ἐν τούτοις μὲν ἐπὶ τὴν δύναμιν ἀναφέρων, τὸν πλήρη σφυγμὸν
16. δοκεῖ μοι νοεῖν, ἐν αὐτοῖς δὲ τοῖς περὶ τῆς πληρότητος
17. λόγοις πάνθ’ ὁμοῦ συγχεῖ καὶ ταράττει. μάθοι δ’
18. ἄν τις ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης οὕτως· ὃν τρόπον
19. δὲ καὶ ἐρίων ἡ σύστασις αὐτόθεν ἐστὶ ληπτὴ, καθ’ ἣν
1. κενὰ καὶ πλήρη λέγεται, καὶ οἴνου ποιότης οὐ προστάττουσα,
2. ἀλλ’ αὐτόθι παρακειμένη τῇ γλώττῃ διαγινώσκεται,
3. καθ’ ἣν τοὺς πλήρεις καὶ κενοὺς οἴνους διαχωρίζομεν, καὶ
4. τοῦ σώματος δ’ αὐτοῦ κενοῦ καὶ πλήρους ἀντιλαμβανόμεθα,
5. ἔν τε τῷ κατὰ φύσιν τι ἔχειν ἄλλο ἔν τε ταῖς
6. παρὰ φύσιν διαθέσεσιν, καὶ ἐπὶ φλεγμονῆς, οἰδήματος, ἐμφυσήματος,
7. οὕτω καὶ τὰς ἀγυμνάστους σάρκας τῶν γεγυμνασμένων
8. διακρίνομεν. ἐν ταύτῃ πάλιν τῇ ῥήσει τὰ μὲν
9. περὶ τοῦ οἴνου λεγόμενα τῇ κατὰ τὴν δύναμιν πληρότητι
10. δόξειεν ἂν ὁμολογεῖν, τὰ δὲ περὶ φλεγμονῆς καὶ οἰδήματος
11. τῇ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας αὐτό· τὸ δὲ τῶν ἐρίων
12. παράδειγμα ἐγὼ μὲν οὐδ’ ἐννοῶ τὴν ἀρχήν. οὐδὲ γὰρ
13. ἤκουσά τινος λέγοντος πλῆρες καὶ κενὸν ἔριον, ἵν’ ἔρωμαι
14. πῶς λέγει. καίτοι τὰ περὶ φλεγμονῆς καὶ οἰδήματος οὐδ’
15. αὐτὰ πρός τινος ἤκουσα λεγόμενα, πλὴν Ἀρχιγένους. ἀλλ’
16. ἐν τούτοις ἐπινοῆσαι δύναμαι, τί βούλεται δηλοῦν αὐτὸ τὸ
17. πλῆρες ὄνομα. τὸ γὰρ ἐναντίον τῷ χαύνῳ πλῆρες καλεῖται.
18. κενὰ δέ τινα καὶ πλήρη σώματα καὶ τὰ τῶν ἀνδραποδοκαπήλων
1. καὶ τῶν παιδοτριβῶν ἤκουσα λεγόντων, ἀλλ’
2. οὐκ ἀνάλογον οἰδήμασι καὶ φλεγμοναῖς, ἀλλ’ ὥσπερ καὶ κυριώτατα
3. καὶ συνηθέστατα λέγεται, παραπλησίως τοῖς ἀγγείοις
4. τοῖς πλήρεσί τε καὶ κενοῖς ὠνόμαζον, καὶ ἀπολαμβάνοντές
5. γε τοῦ δέρματος ἐπεσπῶντο, διαγινώσκοντες, εἰ χαλαρὸν,
6. ἢ ἐσφιγμένον εἴη, καὶ οὕτως ἐκ μὲν τοῦ χαλαροῦ
7. τὸ κενὸν, ἐκ δὲ τοῦ περιτεταμένου τὸ πλῆρες ἐτεκμήραντο.
8. καὶ πολλάκις γε τὸν ἰσχνότερον τοῦ ἁδροτέρου πληρέστερον
9. ἐκάλουν ἀπὸ τῆς τοιαύτης διαγνώσεως. ταῦτα
10. ἀναγκαζόμεθα ληρεῖν διὰ τὸ τοὺς πρώτους τὰ μηδὲν πρὸς
11. ἔπος ληρήσαντας. ὥσπερ γὰρ ὀνομάτων ἐξήγησιν γράφων
12. ὁ Ἀρχιγένης, οὐ πράγματα διδάσκειν ἐπιχειρῶν, συνεφόρησεν
13. εἰς ταὐτὸ πολλὰ παραδείγματά τε καὶ ὀνόματα, μήτε
14. πάντα καθ’ ἑνὸς πράγματος ἁρμόττειν δυνάμενα μήτε συνήθως
15. τοῖς Ἕλλησιν ὠνομασμένα· παρά τισι γὰρ Ἑλλήνων
16. ἢ οἶνον, ἢ ἔρια πλήρη καὶ κενὰ δυνατὸν εὑρεῖν γεγραμμένα.
17. δεῖ τοίνυν ἡμᾶς ἐπί τε τοὺς τῶν οἴνων καπήλους
18. καὶ τὰς γυναῖκας ἰέναι, καὶ πυνθάνεσθαι, τί βούλονται δηλοῦν,
19. καὶ ποῦ τοῦτο χρήσιμον. ἐνῆν γὰρ, εἴπερ ὅλως ἐπεθύμει
20. χρήσασθαι τῷ τοῦ πλήρους ὀνόματι, μηνύσαντα τὸ
1. πρᾶγμα σαφῶς καθ’ οὗ τοὔνομα ἐπέφερε, μηδὲν ἔτι παραδειγμάτων
2. δεηθῆναι. ἀλλὰ περὶ τῆς κατὰ τοὔνομα χρήσεως
3. κᾀν τῷ τρίτῳ τῆς περὶ τῶν σφυγμῶν διαφορᾶς αὐτάρκως
4. εἴρηται, καὶ νῦν ἐμνήσθημεν αὐτοῦ χάριν τοῦ δεῖξαι τὸ τεταραγμένον
5. ἐν τῇ διδασκαλίᾳ τοῦ Ἀρχιγένους. οὐ γὰρ ἐχρῆν
6. περιπλέκειν μακρὰ καὶ λαβεῖν ἀπέραντα, δι’ ὀλίγων ἐπῶν
7. δυναμένης τῆς διδασκαλίας ῥᾳδίως προϊέναι τόνδε τὸν τρόπον.
8. εἰρήσεται γὰρ ὑφ’ ἡμῶν διὰ βραχέων σαφῶς, ἃ διὰ πολλῶν
9. ἐκεῖνος ἀσαφῶς ἔγραφεν.