10. Ἔστι τι γένος σφυγμῶν αὐτὸ τὸ
11. σῶμα τῆς ἀρτηρίας, ὡς ἔχει συστάσεως, ἐνδεικνύμενον· ἕτερον
12. δὲ τῆς ἐν αὐτῇ περιεχομένης οὐσίας ποιότητα· καὶ τρίτον
13. τοῦ συμφύτου πνεύματος αὐτῆς τὴν δύναμιν γνωρίζον. ὄνομα
14. δὲ τοῖς τρισὶ τούτοις γένεσι πληρότης. ταῦτα γράψας,
15. καὶ σαφῶς ἂν ἔγραψε καὶ ταχέως καὶ οὐκ ἂν νῦν ἡμᾶς ἐπέτριβε,
16. ζητοῦντας πρότερον μὲν, τί λέγει, δεύτερον δὲ, εἰ
17. κακῶς λέγει, ἀλλ’ ἄντικρυς ἂν ὃ λέγει γνόντες ἐπὶ τὸ
18. ζητεῖν εἰ κακῶς λέγει μεταβαίνομεν, ᾧδέ πως πάλιν καὶ
1. αὐτοὶ τὸν λόγον ποιούμενοι. τούτων τῶν τριῶν γενῶν, ὦ
2. Ἀρχίγενες, τὸ μὲν πρῶτον ἔστι τε καὶ διαγινώσκεται τὸ
3. κατὰ τὴν σύστασιν τῆς ἀρτηρίας, οὐ μὴν πληρότης γε πρὸς
4. τῶν Ἑλλήνων ὀνομάζεται, καθάπερ ἐδείξαμεν ἐν τῷ τρίτῳ
5. περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς. ἐν ἐκείνοις γὰρ περὶ
6. ὀνομάτων ἦν ἡμῖν ὁ λόγος, ἐνταυθοῖ δὲ, οὐ γὰρ ἔτι περὶ
7. ὀνομάτων, ἀλλὰ περὶ διαγνώσεως αὐτῶν τῶν σφυγμῶν
8. σκοπούμεθα, σὺ μὲν ὡς ἐθέλεις αὐτὸ κάλει, συγχωρήσεις
9. δ’ ἡμῖν τοῖς τῶν Ἑλλήνων ὀνόμασι χρῆσθαι, σκληρόν τέ
10. τινα σφυγμὸν ὀνομάζουσι καὶ μαλακὸν ἕτερον ἐναντίον
11. αὐτῷ, καί τινα τρίτον ἀμφοῖν μεταξὺ τὸν σύμμετρόν τε καὶ
12. κατὰ φύσιν ἐν τῇ συστάσει τοῦ τῆς ἀρτηρίας σώματος. τοῦτον
13. οὖν ὃν σὺ μὲν πλήρη καλεῖς, ἐγὼ δὲ σκληρὸν, τίσιν
14. αἰσθητοῖς παθήμασι τῆς ἁφῆς γνωριοῦμεν; ὅτι μὲν γὰρ
15. ἀναγκαῖόν ἐστιν ἤτοι πεπιλημένον εἶναι τὸ σῶμα τῆς ἀρτηρίας,
16. ἢ χαῦνον, οὐδεὶς ἀμφισβητεῖ. ἀλλ’ οὐ τοῦτο νῦν ἐστι
17. τὸ προκείμενον, ἀλλὰ πῶς αὐτὸ διαγνωσόμεθα. τοῦτ’ οὖν
18. ἡμᾶς δίδαξον σαφῶς, μὴ περιπλέκων. ἀλλ’ οὐ ποιεῖς, οὐ
19. μὴν ἡμεῖς γέ σοι μεμφόμεθα τούτου χάριν, οὐδ’ ὅτι σαφῶς
1. ἐξηγησάμεθα τὸ πάθημα τῆς ἁφῆς, ἕτερον μὲν ἐπὶ τοῖς σφοδροῖς,
2. ἕτερον δὲ ἐπὶ τούτοις τοῖς σφυγμοῖς γιγνόμενον, ἀγαλλόμεθα.
3. δι’ ὑμᾶς γὰρ τοὺς πρεσβυτέρους, τοὺς περὶ τούτων
4. ἐπιμελῶς ζητήσαντας, ἐξεύρηταί τι καὶ πρὸς ἡμῶν χρηστὸν,
5. οὐκ ἂν ἄλλως εὑρεθὲν, εἰ μὴ πρὸς ὑμῶν τῶν προπονησάντων
6. ἐν αὐτοῖς καὶ προκαμόντων ἐγυμνάσθημεν. τοῦτο μὲν
7. δὴ καταλελείφθω τῷ θλιπτικῷ τῆς ἁφῆς παθήματι, διαγινωσκόμενόν
8. τε καὶ διακρινόμενον τοῦ σφοδροῦ. τὸ γὰρ ἀνατρεπτικόν
9. τε καὶ ἀντιβατικὸν ἀπεδώκαμεν ἐκείνῳ. ζητήσωμεν
10. δ’ ἑξῆς ἐκείνῳ τὰ λοιπὰ δύο γένη τῆς πληρότητος, καὶ πρότερόν
11. γε τὸ κατ’ αὐτὸ τὸ πνεῦμα νοούμενον, ὥς φατε, τί
12. δή ποτ’ ἐστὶν, οὐδ’ αὐτὸ μὲν οἷόν τε ἐννοῆσαι, καθάπερ καὶ
13. τοῦτο ἐν τῷ τρίτῳ περὶ τῆς τῶν σφυγμῶν διαφορᾶς ἐδείξαμεν.
14. ἀλλ’ ἐπειδὴ νῦν συντέμνειν βούλομαι τὸν λόγον ἐν ἐκείνοις
15. διὰ μακροτέρων εἰρημένον, ἤτοι τὸ τῆς θερμασίας πυρῶδες,
16. ἢ τὸν τόνον αὐτοῦ λέγετε. ταῦτα γὰρ ἐκ τῶν ῥήσεων
17. ὑμῶν ὥσπερ Λοξίου χρησμῶν ἐξευρεῖν ἠδυνήθημεν. νῦν οὖν
18. ἤδη καιρὸς διδάσκειν αὐτῶν τὰ γνωρίσματα. τοῦ μὲν δὴ
19. τόνου μεμαθήκαμέν τε καὶ χάριν ἴσμεν· ἀντιβαίνει μὲν γὰρ
1. θλιβόντων, ὥς φατε, καὶ ἀνατρέπει τὴν ἁφήν· τοῦ δὲ τῆς
2. θερμασίας, τοῦ πυρώδους τούτου, μόνου δεόμεθα μαθεῖν,
3. ἔστ’ ἄν γε τὴν ἁφὴν αἰσθανομένην ἔχωμεν. οὐ γὰρ ἀγνοήσομεν,
4. οἶμαι, ψαύσαντες, οὐδεμίαν ἐν θερμότητι διαφοράν.
5. ἐκεῖνο δὲ θαυμάζομεν ἡμῶν, εἰ τὰ τοιαῦτα ἐν ταῖς τῶν σφυγμῶν
6. διαφοραῖς, ἀλλ’ οὐκ ἐν ταῖς τῶν πυρετῶν καταριθμεῖσθε.
7. ἀλλ’ ἔα, τό γε νῦν περὶ τούτου μηδὲν διαφερώμεθα,
8. τοῦ δὲ λοιποῦ γένους τῆς πληρότητος ἐπισκεψώμεθα
9. τὴν διάγνωσιν. οὐδὲ γὰρ ἐν τούτῳ διὰ τῆς ἁφῆς
10. οὐδὲν ἔχω συμβαλεῖν, οὔτ’ εἰ πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις
11. οὔτ’ εἰ καὶ χυμοὶ περιέχονταί τινες. ἀλλ’ οὐδὲ δύνασθε, ὡς
12. καὶ πρόσθεν ἔφην, ἐπειδὰν πρὸς Ἐρασίστρατον, ἢ Πραξαγόραν
13. ἀντιλέγητε περὶ τοῦ τὰς ἀρτηρίας αἷμα περιέχειν, τὴν
14. αἴσθησιν ἐπικαλεῖσθαι μάρτυρα, πάντως ἂν αὐτὸ ποιήσοντες,
15. εἴπερ ἐναργὲς ἦν. ἀλλ’ οὐδ’ αὐτῶν ἐκείνων οὐδεὶς ἐπὶ
16. τὴν αἴσθησιν μάρτυρα κατέφυγεν, ὡς εἶεν αἱ ἀρτηρίαι χυμῶν
17. μὲν καθαραὶ, πνεύματος δ’ ὄργανα μόνου δεόντως. ἁφὴ γὰρ
18. οὔτ’ εἰ πνεῦμα περιέχεται μόνον ὑπὸ τῶν ἀρτηριῶν οὔτ’ εἰ
1. καὶ χυμοί τινες ἐνδείξασθαι δύναται. καταλιπόντες οὖν ἤδη
2. τὴν ματαίαν αὐτῶν φλυαρίαν αὐτοὶ κατὰ μόνας εἴπωμεν,
3. ὡς οὐκ ἔστιν ἅμα οὐδὲν τῶν αἰσθήσεων διαγνῶναι τὸ περιεχόμενον
4. ἐν ταῖς ἀρτηρίαις αἷμα πόσον, εἶθ’ ὁποῖόν τί ἐστι.
5. πρῶτον μὲν γὰρ ἀναμνήσομεν ἡμᾶς αὐτοὺς, ὡς οὐδὲ κατὰ
6. τοὺς ὑδέρους ὑγρὸν, ἢ πνεῦμα περιεχόμενον ἐν τοῖς κατὰ
7. γαστέρα χωρίοις ἁφῇ διαγνῶναι δυνάμεθα, μὴ βοθρουμένου
8. γε πιεζόντων τοῦ δέρματος. ὥσπερ οὖν οὐδὲ φαίνεται βοθρούμενον
9. πολλάκις ἔν τε τοῖς ἀσκίταις τοῖς ἀκριβέσι καὶ
10. τοῖς τυμπανίταις καλουμένοις ὑδέροις, ἀλλ’ ἀναγκαζόμεθα
11. πρὸς τὴν ἀκριβῆ διάγνωσιν πρῶτον μὲν κρούειν τὸ ἐπιγάστριον,
12. ἵνα γνῶμεν εἰ οἷον τύμπανον ἐπηχεῖ, δεύτερον δὲ
13. καὶ μετασχηματίζειν καὶ μεταβάλλειν ἐπὶ τὰς πλευρὰς τὸν
14. ἄνθρωπον, ὑπὲρ τοῦ κλύδωνος αἰσθέσθαι τινός. καὶ ἡμῖν
15. ὁ μὲν τυμπανώδης ψόφος πνεύματος σημεῖόν ἐστιν, ὁ δὲ
16. κλύδων ὑγρότητος, τῇ δ’ ἁφῇ μόνῃ κατὰ τὴν ἐπιβολὴν τὸ
17. τεταμένον ἐπιγάστριον οὐκ ἔστι διαγνῶναι, πότερον ἐξ ἀέρος,
18. ἢ ὕδατος τοῦτο πέπονθε. καίτοι συντέτηκεν ἐπὶ τούτων τό
19. τε δέρμα καὶ πᾶν εἴ τι σαρκῶδες ἐπὶ τῷ περιτοναίῳ καὶ
1. πολύδερμον ἦν, διά τε τὴν λεπτότητα τῶν περικειμένων
2. καὶ τὸ πλῆθος περιεχομένης οὐσίας τεκμαίρεσθαι, διά τε
3. ἁφῆς, εἴθ’ ὑγρὸν εἴτε πνεῦμα τὸ περιεχόμενόν ἐστιν, ἀλλ’
4. ὅμως οὐδ’ ἐπὶ τούτων ἀσφαλὲς ἁφῇ μόνῃ πιστεύειν.
5. πῶς οὖν ἐπὶ τῆς ἀρτηρίας, οὕτω μὲν παχὺν ἐχούσης χιτῶνα,
6. ὡς ἑξαπλάσιον εἶναι τοῦ περιτοναίου, δέρματος δ’
7. ἱκανῶς παχέος ἐπικειμένου πολλάκις, οὐ γὰρ δὴ πάντας γε
8. τοὺς νοσοῦντας φθινώδεις ἐπισκοπούμεθα, καὶ τρίτου
9. προσιόντος τοῦ τῆς κινήσεως, οὐ μικρὰν οὐδ’ αὐτοῦ δύναμιν
10. εἰς τὸ συγχέειν μὲν τὴν διάγνωσιν ἔχοντος, εἰσόμεθά τι
11. διὰ τῆς ἁφῆς ἀκριβές; καίτοι πρὸς τὸ συγχυθῆναι περὶ τὸ
12. ὑποκείμενον ἤρκει τὸ διὰ παντὸς ἐν κινήσει τὴν ἀρτηρίαν
13. εἶναι. πόθεν οὖν γνῶναι δυνατὸν ἢ ποσότητα τοῦ περιεχομένου
14. χυμοῦ κατὰ τὰς ἀρτηρίας, ἢ ποιότητα; τῷ μὲν
15. γὰρ μεγέθει τοῦ σφυγμοῦ τὸ πλῆθος τῆς περιεχομένης
16. οὐσίας γνωρίζομεν, ἀλλ’ οὐ πάντως ὑγρὸν εἶναι χυμὸν
17. αὐτὴν ἐντεῦθεν διαγινώσκομεν, τῇ δὲ σκληρότητι τὴν
18. σύστασιν τοῦ τῆς ἀρτηρίας σώματος. τὸ δ’ ἀντιβατικὸν
1. πληγῆς, οὐ πάχους οὐσίας σημεῖον, ἀλλὰ τῆς ῥώμης τοῦ
2. ζωτικοῦ τόνου. καὶ γὰρ ἂν καὶ γελοῖον εἴη, παχεῖαν
3. οὕτως ἐν ταῖς κοιλότησι τῶν ἀρτηριῶν ὑπολαμβάνειν ὑγρότητα
4. περιέχεσθαί ποτε, ὡς θλιβόντων ἀντιβαίνειν. εἰ γὰρ
5. καὶ βόρβορος εἴη, ῥᾳδίως εἴξει θλιβόντων, εἰ μή τι λίθους
6. τε καὶ ψάμμον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι νομίζουσιν.
7. οὕτω γὰρ μόνως τὸ πάχος τῆς οὐσίας ἀντιβήσεται θλίβουσιν,
8. ἄλλως δὲ οὐδαμῶς. ἐβουλόμην δ’ ἂν ἀσκὸν πληρώσας
9. ὑγρᾶς οὐσίας τοῖς οὕτως ἀκριβοῦν ἐπαγγελλομένοις τὴν
10. ἁφὴν, ὡς τὴν ἀλήθειαν αὐτὴν ὑπερφθέγγεσθαι παρασχεῖν,
11. εἰς διάγνωσιν ὁποία τίς ἐστιν ἡ περιεχομένη κατ’ αὐτὸν
12. οὐσία. μόνον γὰρ οὐκ ἂν διακρίναιεν ὕδωρ λεπτὸν
13. οἴνου παχέος. ἀλλ’ οὐδ’ εἰ τῶν ἀσκῶν ὁ μὲν εἴη πίττης
14. ὑγρᾶς πλέων, ὁ δὲ ἀέρος, οὐδ’ οὕτως διαγνώσονται. μόνοι
15. γὰρ οἱ κλύδωνές τε καὶ ψόφοι δυνατοὶ διακρίνειν εἰσὶν,
16. ὁποῖόν τι τὸ περιεχόμενόν ἐστιν, ἡ δὲ διὰ τῆς ἁφῆς αἴσθησις
17. ὁμοία κατὰ πᾶν. οὐ μὴν οὐδ’ οἱ κλύδωνες τὰς
18. ποιότητας τῶν ὑγρῶν οἷοί τε δηλοῦν, ἀλλ’ αὐτὸ τοῦτο μόνον
1. τὸ κοινὸν, ὅτι ὑγρὸν τὸ περιεχόμενον, καὶ οὐ πνεῦμα.
2. καίτοι πῶς ἄν τις πιστεύσειε τοῖς δι’ ἑνὸς χιτῶνος τοῦ
3. κατὰ τὸν ἀσκὸν μὴ δυναμένοις διαγνῶναι τοῦ περιεχομένου
4. τὴν ποιότητα δυνατοῖς εἶναι διά τε δέρματος οὐχ ἧττον
5. ἢ κατ’ ἀσκὸν παχέος καὶ ὑμένων τοὐλάχιστον δυοῖν καὶ
6. χιτώνων ἐξ ἀνάγκης δυοῖν τὴν ἐντὸς τῆς ἀρτηρίας διαγνῶναι
7. ποιότητα; ταῦτ’ οὖν αὐτοὶ μὲν λεγέτωσαν, Ἡροφίλου
8. δὲ μὴ καταψευδέσθωσαν, μηδὲ δυσωπείτωσαν ὀνόματι σεμνῷ
9. τοὺς ἀμαθεῖς τῶν Ἡροφίλου γραμμάτων, μηδ’ ἐκ τούτου
10. τὴν πίστιν τῷ λόγῳ ποριζέσθωσαν. αἰσχρὸν γὰρ ἐπὶ μαρτύρων
11. ἀγωνίζεσθαι, καθάπερ ἐν δικαστηρίῳ. εἰ λέγειν ἔχεις
12. εἰς ἀπόδειξιν, ἡδέως ἀκουσόμεθά σου. τὸ δ’ Ἡρόφιλόν τε
13. καὶ Ἡροφιλείους καλεῖν μάρτυρας, ἀποδιδράσκοντός ἐστι τὸν
14. ἐξ εὐθείας ἀγῶνα, καὶ λόγον καὶ διαδύσεις τε καὶ μηχανὰς
15. ἐξευρίσκοντος ἐλέγχου φόβῳ. δῆλον, ὡς ἕνεκα τοῦ μὴ περὶ
16. πράγματος ἔτι ζητεῖν, ἀλλ’ ἱστορίας οἱ κατεψευσμένοι μάρτυρες
17. ἐπεισάγονται. λέγει τοῦθ’ Ἡρόφιλος; οὐ μὲν οὖν.
18. ἀλλὰ οὐδὲ ψεύσῃ; δεῖξον πῶς ψεύδομαι, δεῖξον πῶς λέγει.
1. κᾄπειτα λέξις, εἰ οὕτως ἔτυχεν, ἀμφίβολος προβάλλεται
2. καὶ πόλεμος ἄμφ’ αὐτῇ συνίσταται, τί ποθ’ ἡ λέξις λέγει
3. καὶ τί ποτε βούλεται, καὶ κατὰ ῥητὸν ἤδη καὶ διάνοιαν
4. ἐπιχειρήματα ῥητορικὰ καλινδεῖται, καὶ κατ’ ἀμφιβολίαν
5. ἕτερα καὶ κατὰ συλλογισμοὺς νὴ Δία. ἀλλὰ καὶ πᾶσαν οὕτω
6. μεταφέρουσιν τὴν ῥητορικὴν, ὥσπερ ὑπόθεσιν μελετῶντες,
7. οὐ τὸ προκείμενον περαίνοντες. τί γὰρ οὐκ εἴρηται τοῖς νεωτέροις
8. ἰατροῖς εἰς τὸ πρόβλημα, τοῖς μὲν κατασκευάζουσιν
9. ἐπίστασθαι τὸν Ἡρόφιλον καὶ ταύτην τοῦ σφυγμοῦ τὴν
10. διαφορὰν, τοῖς δ’ ὡς οὐκ οἶδεν ἐγχειροῦσι δεικνύειν; ἀταλαίπωροι
11. μὲν οὖν ἑκάτεροι καὶ ἐλεεῖσθαι δίκαιοι, τῆς μὲν ἀμαθείας
12. οἱ πρότεροι, τῆς φιλονεικίας δ’ οἱ δεύτεροι. ἀταλαίπωροι
13. δὲ καὶ ἡμεῖς, οἷς γε οὐκ ἀρκεῖ τὴν ἰδίαν ἀσκεῖν θεωρίαν
14. τῆς τέχνης, ἀλλὰ τί μὲν Ἡρόφιλος εἶπεν, τί δ’ Ἡρακλείδης
15. τε καὶ Χρύσερμος καὶ Ἡγήτωρ οὐκ ὀρθῶς ἐξηγήσαντο,
16. τί δ’ ἂν εἶπεν Ἀπολλώνιός τε καὶ Βακχεῖος καὶ Ἀριστόξενος
17. εἰδέναι βουλόμεθα. καὶ εἰ μὴ βουλόμεθα δὲ, πάντως ἀναγκαζόμεθα
18. καὶ διττῶν ἀπολαύομεν κακῶν, ὅτι τε φλυαροῦμεν
1. οὐδὲν δέον ὅτι τε μὴ βουλόμενοι τοῦτο δρῶμεν, ὥσπερ ἐκεῖνοι·
2. νῦν γοῦν ἐμὲ δεῖ δυοῖν θάτερον, ἢ δοκεῖν Ἀρχιγένει τε
3. καὶ Ἡροφίλῳ καὶ μυρίοις ἄλλοις τἀναντία λέγειν, ἢ δεικνύειν,
4. ὅτι καθ’ Ἡρόφιλον οὐδείς ἐστι πλήρης σφυγμός.
5. εἰ μὲν οὖν ὡς ἔργον αὐτὸ προὐχειρισάμην, ἦν ἂν ὁμοίως
6. ἐκείνοις ἄξιος μέμψεως ἐπὶ τῇ ματαίᾳ σπουδῇ· νυνὶ δὲ κατ’
7. αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν ἐξελέγξας αὐτῶν τὴν
8. δόξαν, τοὺς μὲν πρὸς αὐτὰ τὰ ἔργα τῆς τέχνης σπεύδοντας
9. ἀπολύσω πρὸς ἐκεῖνα, συντετελεσμένης ἡμῖν ἤδη τῆς προκειμένης
10. ζητήσεως. ὅσοι δὲ καὶ ἱστορίαν ἐκμανθάνειν παλαιὰν
11. ἐθέλουσι, καὶ χρόνον εἰς τοῦτ’ ἔχουσιν, ἅπαντα προσθήσω,
12. δεικνὺς ὅτι μηδαμοῦ χρῆται πρὸς μηδὲν Ἡρόφιλος τῷ πλήρει
13. σφυγμῷ. πρῶτον δ’ ἀπ’ αὐτῆς ἄρξομαι τῆς λέξεως ἧς ἐκεῖνοι
14. προβάλλουσιν ἐν τῷ πρώτῳ περὶ τῶν Ἡροφίλου περὶ
15. σφυγμῶν γεγραμμένης, ἣν καὶ μόνην ἀνεγνωκέναι μοι δοκοῦσιν.
16. ἔχει δὲ οὕτως· καθόλου μὲν οὖν δοκεῖ διαφέρειν
17. σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει, τάχει, σφοδρότητι,
18. ῥυθμῷ. ταύτην γὰρ προβάλλοντες ἐρωτῶσι τί ποτ’ ἐστὶ τὸ
1. πλῆθος, ὥσπερ εἰ μὴ γιγνώσκοιμεν ὁποῖόν τι δηλοῖ τῷ πλήθει,
2. τῆς πληρότητος ἐξ ἀνάγκης ὑπ’ αὐτοῦ δηλουμένης. ἐγώ
3. τοίνυν, ὡς νομίζω, χαριέντως ἀποκρίνομαι. τὸ γὰρ πλήθει
4. πυκνότητά φημι δηλοῦν. αὖθις δ’ ἂν ἑτέροις ἀποκριναίμην,
5. τὸ πλήθει σφοδρότητα δηλοῦν, καὶ πάντα μᾶλλον ἢ πληρότητα
6. φήσαιμ’ ἂν, ἵνα γνῶσιν ὅση τοῖς φλυαρεῖν βουλομένοις
7. ἐστὶν ἐξουσία. διὰ τί γὰρ πληρότητι μᾶλλον, οὐ πυκνότητι
8. δηλώσει τὸ πλῆθος; ἢ ὅτι τὴν πρώτην συλλαβὴν ἔν
9. τε τῇ πληρότητι καὶ πλήθει διὰ τῶν αὐτῶν στοιχείων λέγομεν;
10. ἀλλ’ εἰ τοῦτο, καὶ ἡ πληγὴ καὶ τὸ πλησίον καὶ ἡ
11. πλησμονὴ καὶ τὸ πλῆκτρον καὶ μυρία ἕτερα τὴν πρώτην
12. συλλαβὴν ἐκ τῶν αὐτῶν ἔχει στοιχείων συγκειμένην. ἀλλὰ
13. πόῤῥω, φασὶν, ἔστι τὰ τούτων σημαινόμενα τοῦ κατὰ τὸ
14. πλῆθος. τί δ’ οὐ καὶ τὸ τῆς πληρότητος σημαινόμενον
15. πάμπολυ τοῦ κατὰ τὸ πλῆθος διενήνοχεν; ἀλλ’ εὔλογον, φασὶν,
16. ἔστι καὶ τὴν κατὰ πληρότητα διαφορὰν ὑπάρχουσαν
17. ἐν τοῖς σφυγμοῖς εἰρῆσθαι νῦν καὶ γινώσκεσθαι πρὸς
1. Ἡροφίλου. τί δ’ οὐκ εὔλογον καὶ τὴν σκληρότητα γινώσκεσθαι
2. καὶ λέγεσθαι; καὶ γὰρ καὶ αὗται διαφοραί τέ εἰσι
3. σφυγμῶν καὶ πάντως αὐτὰς ἐγίνωσκεν Ἡρόφιλος. πόθεν
4. οὖν τὴν κατὰ πληρότητα λέγει, κάλλιον ἦν, οἶμαι, μακρῷ
5. πρότερον ἀναγνῶναι πάντ’ αὐτοῦ τὰ περὶ σφυγμῶν συγγράμματα.
6. καὶ γάρ μοι καὶ νόμος οὗτος ἐξηγήσεως, ἕκαστον τῶν
7. ἀνδρῶν ἐξ ἑαυτοῦ σαφηνίζεσθαι καὶ μὴ κεναῖς ὑπονοίαις
8. καὶ φάσεσιν ἀναποδείκτοις ἀποληρεῖν, ὅ τι τις βούλεται.
9. ποῦ τοίνυν εὗρες ἀλλαχόθι τὸ τοῦ πλήρους ὄνομα παρ’
10. Ἡροφίλῳ; τὸ μὲν γὰρ τοῦ πυκνοῦ μυριάκις. ὅταν οὖν ἡ
11. μὲν κατὰ πληρότητα διαφορὰ μήτ’ εἰς διάγνωσιν ἥκει, καθότι
12. δέδεικται, μήθ’ Ἡρόφιλος αὐτῆς ἑτέρωθι μνημονεύει,
13. ἡ δὲ κατὰ πυκνότητα καὶ πρὸς ἁπάντων ὡμολόγηται, καὶ
14. μυριάκις αὐτὴν Ἡρόφιλος εὑρίσκεται γράφων, εὐλογώτερον
15. ἂν εἴη, πυκνότητα νομίζειν εἰρῆσθαι μᾶλλον ἢ πληρότητα,
16. καὶ οὐ τοῦτό φημι νῦν, ὡς τὸ πλήθει γέγραφεν Ἡρόφιλος
17. ἀντὶ τοῦ πυκνότητι, γελοῖος γὰρ ἂν εἴην ὁμοίως
1. ἐκείνοις ἐξηγητὴς, εἰ τοῦτο λέγοιμι, ἀλλὰ ὅτι ῥᾷόν ἐστι
2. καὶ πυκνότητα καὶ σκληρότητα καὶ πάντα μᾶλλον ἢ τὴν
3. πληρότητα δεῖξαι δηλούμενα. ἐγὼ δὲ τί μὲν δηλοῖ τὸ πλήθει
4. παρ’ Ἡροφίλῳ, δι’ ἑτέρων οἶμαι σαφῶς ἐξηγήσασθαι, νῦν
5. δὲ, ὅτι οὐ δηλοῖ πληρότητα, πῶς οὖν ἀποδείκνυμεν αὐτό;
6. πρῶτον μὲν ἐπιφέρων εὐθύς φησιν ὡδί· γράψω γὰρ τὴν
7. ῥῆσιν ὅλην, ἵνα μᾶλλον θαυμάσης τὴν ἄνοιαν τῶν ἀνθρώπων,
8. πληρότητι τὸ πλήθει νομιζόντων λέγεσθαι· καθ’ ὅλου
9. μὲν οὖν δοκεῖ διαφέρειν σφυγμὸς σφυγμοῦ πλήθει, μεγέθει,
10. τάχει, σφοδρότητι, ῥυθμῷ. ἐκ τοῦ κατὰ ταῦτα διαφέρειν
11. φανερὸς γίνεται ἐνίοτε ὅ τε οἰκεῖος καὶ οὐκ οἰκεῖος.
12. φαίνεται δὲ διαφέρειν καὶ ἐπιγινώσκεσθαι καθόλου μὲν ἕτερος
13. ἑτέρου σφυγμὸς, ὡς εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει,
14. σφοδρότητι. εἰ δὲ ἐν τῷ αὐτῷ ῥυθμῷ φαίνεται διαφέρειν
15. ἕτερος ἑτέρου σφυγμὸς σφυγμοῦ τάχει, μεγέθει, σφοδρότητι,
16. τίνα βούλει πιστότερον Ἡροφίλου λαβεῖν μάρτυρα τῆς
17. Ἡροφίλου γνώμης; φαίνεται, φησὶν, ἕτερος ἑτέρου διαφέρειν
18. σφυγμὸς, ὥσπερ εἴρηται, ῥυθμῷ, μεγέθει, τάχει, σφοδρότητι.
1. πῶς οὖν εἴπερ ὅλως διαφοράν τινα σφυγμῶν τὸ πλήθει
2. δηλοῖ, παρέλιπεν αὐτὴν νῦν, ἐπαναλαμβάνων
3. τὸν λόγον, οὐχ ἁπλῶς, οὐδ’ ἀργῶς, ἀλλὰ μετὰ τοῦ προσθεῖναι,
4. ὡς εἴρηται. πῶς δὲ τοὺς ἐν ταὐτῷ ῥυθμῷ σφυγμούς
5. φησι, τάχει καὶ μεγέθει καὶ σφοδρότητι διαφέρειν;
6. πῶς δ’ ἐφεξῆς τὰς καθ’ ἡλικίαν διαφορὰς ἐκτιθέμενος, ταῖς
7. μὲν ἄλλαις διορίζει τοὺς σφυγμοὺς, παρέλιπε δὲ τὴν πληρότητα;
8. καὶ κατὰ τὰ πάθη δὲ καὶ τὰς ὥρας καὶ τὰ ἐπιτηδεύματα
9. καὶ τἄλλα πάντα διορίζων τοὺς σφυγμοὺς τῶν
10. μὲν ἄλλων πασῶν ἀεὶ μνημονεύει διαφορῶν, τῆς πληρότητος
11. δ’ οὐδαμοῦ. καὶ τὸ μεῖζον, αὐτὴν ταύτην τὴν λέξιν σχεδὸν
12. καθ’ ἕκαστον αὐτῶν προσγράφων οὐδαμοῦ τὸ πλήθει προσέθηκεν,
13. ἀλλ’ ἐν τῷ α΄ βιβλίῳ μόνον, οὐκ ἐν τοῖς ἅπασι λόγοις,
14. οὐκ ἂν παραλιπὼν, εἴπερ ὄνομα διαφορᾶς ἦν σφυγμῶν. ταῦθ’
15. ὥσπερ ἐπιτομὴ τῶν εἰρημένων ἡμῖν ἐν τοῖς περὶ τῆς καθ’
16. Ἡρόφιλον ἐν τοῖς σφυγμοῖς διαφορᾶς ἔστω λελεγμένα. δι’
17. ἐκείνων γὰρ ἐπὶ πλέον ἐξηγησάμεθα τὴν Ἡροφίλου τῶν κατὰ
1. σφυγμοὺς ὀνομάτων συνήθειαν. ἤδη τοιγαροῦν καταπαύσω
2. τὸν περὶ τῆς διαγνώσεως τῶν σφυγμῶν λόγον. ὅσα γὰρ ἢ
3. περὶ τῆς διαστρόφου θέσεως τῶν ἀρτηριῶν, ἢ περί τινος ἄλλου
4. τῶν κατὰ μέρος εἰς τόνδε τὸν λόγον ἀνεβαλλόμην, ταῦτ’ ἐν
5. ταῖς ἐχομέναις δύο πραγματείαις εἰρήσεται, τῇ τε περὶ τῶν
6. ἐν σφυγμοῖς αἰτίων κᾀν τῇ δι’ αὐτῶν προγνώσει, τεττάρων
7. ἑκατέρᾳ βιβλίων ἐσομένῃ.
⟨
(De dign. puls.) [n° 063 Fichtner] [GalLat]
De dignoscendis pulsibus
Περὶ διαγνώσεως σφυγμῶν
Diagnostic par le pouls
Diagnosis by the Pulse (Dig. Puls.)
De dignoscendis pulsibus, 1824, vol. 8, p. 766-961. urn:cts:greekLit:tlg0057.tlg060.verbatim-lat1
De dignoscendis pulsibus, 4.3, ed. Kühn, 1824, vol. 8, p. 947-961. urn:cts:greekLit:tlg0057.tlg060.1st1K-grc1:4.3
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩