Galenus. De causis pulsuum (De causis puls.) [n° 064 Fichtner] [GalLat]

Περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
Causes du pouls
Causes of Pulses (Caus. Puls.)
De causis pulsuum, 1825, vol. 9, p. 1-204. urn:cts:greekLit:tlg0057.tlg061.verbatim-lat1

De causis pulsuum, 1.10, ed. Kühn, 1825, vol. 9, p. 39-40. urn:cts:greekLit:tlg0057.tlg061.1st1K-grc1:1.10

3. Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα,
4. ἐπαλλάξωμεν ἑξῆς τὰς ἀπὸ τῶν ὀργάνων διαφορὰς ταῖς ἀπὸ
5. τῆς δυνάμεως, ἐκεῖνο πρότερον ἀναμνήσαντες, ὡς ὅσα
6. πλεονεξίᾳ θερμασίας ἕπεται πάθη σφυγμῶν, τοσαῦται καὶ
7. χρεῖαι γενέσεως ψυχικοῦ πνεύματος. ὀργάνων οὖν σκληρότης
8. ἅμα μὲν ἀσθενείᾳ δυνάμεως μικροὺς καὶ βραδεῖς καὶ πυκνοὺς
9. ἀποτελεῖ τοὺς σφυγμοὺς, ἅμα δὲ ῥώμῃ μικροὺς μὲν καὶ
10. πυκνοὺς, οὐ μὴν καὶ βραδεῖς, ἀλλ’ ἔστιν ὅτε πολὺ τοῦ κατὰ
11. φύσιν ὠκυτέρους. ὅσον γὰρ διὰ τὴν σκληρότητα τῶν ὀργάνων
12. ἐλλιπὲς τῷ συμμέτρῳ τῆς διαστολῆς, τοσοῦτον ἀναπληροῦται
13. πρὸς τοῦ τάχους τε καὶ τῆς πυκνότητος. εἰ δέ γε μαλακὸν
14. μὲν εἴη τὸ ὄργανον, ἐῤῥωμένη δ’ ἡ δύναμις, μείζονες μὲν
15. ἐπιφανῶς οἱ σφυγμοὶ γίνονται, ὀλίγῳ δέ τινι βραδύτεροι καὶ
16. ἀραιότεροι. εἰ δ’ ἀῤῥωστία δυνάμεως συνέλθοι μαλακότητι
17. τῶν ὀργάνων, ἴσης μὲν ἀμφοτέρων καὶ μετρίας ἅμα τῆς εἰς
18. τὸ παρὰ φύσιν ἐκτροπῆς γενομένης, σύμμετροί τε καὶ πάνυ
1. τοῖς κατὰ φύσιν ὡσαύτως ἔχοντες οἱ σφυγμοὶ φαίνονται, πλὴν
2. ὅσα μαλακότητι διαλλάσσουσιν, ἀμέτρου δ’ ἱκανῶς μικροὶ
3. καὶ βραδεῖς καὶ πυκνοὶ γίνονται. ὡσαύτως δ’, εἰ καὶ τὰ τῆς
4. ἀῤῥωστίας κρατοίη πολλῷ. καὶ γὰρ οὖν καὶ τότε μικροὶ καὶ
5. βραδεῖς καὶ πυκνοὶ γίνονται. τῆς μέντοι μαλακότητος κρατούσης
6. ἐγγύς τι τῶν κατὰ φύσιν οἱ σφυγμοὶ φαίνονται. βραχεῖ
7. γὰρ ἀπολειπομένη τοῦ κατὰ φύσιν ἡ δύναμις οὐ κωλύεται
8. διαφυλάττειν οὔτε τὸ ποσὸν τῆς διαστολῆς οὔτε τὸ ποιὸν
9. τῆς κινήσεως, ὥσπερ ὅταν ὀργάνων συμπέσῃ σκληρότητι.
10. τηνικαῦτα μὲν γὰρ κωλύεται ἡ διαστολή. πυκνοῦνται δὲ ἐξ
11. ἀνάγκης εἰς τοσοῦτον οἱ σφυγμοὶ εἰς ὅσον ἐλλιπὴς ἑκάστη
12. γίνεται τῶν ἐνεργειῶν. ὅταν δ’ ἡ μὲν δύναμις ἐπ’ ὀλίγον
13. ἀσθενῇ, μαλακοὶ δ’ οἱ χιτῶνες ὦσιν οἱ τῶν ἀρτηριῶν, οὔτε
14. βραδυτέρας γενομένης τῆς κινήσεως οὔτε μικροτέρας τῆς διαστολῆς
15. καὶ διὰ τοῦθ’ ἱκανῶς τῆς χρείας πληρουμένης, οὐδ’
16. εἰς πυκνότητά τις γένηται μεταβολὴ τῶν σφυγμῶν.

Cliquer un n° de page pour en afficher l’image